Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός κανών του Αγίου Λουκά της Κρυμαίας Νο2 Empty Παρακλητικός κανών του Αγίου Λουκά της Κρυμαίας Νο2

Την / Το Παρ Νοε 16, 2012 5:34 am
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα Ημών Λουκάν τον Ιατρόν και Ομολογητήν Αρχιεπίσκοπον Συμφερουπόλεως και Κρυμαίας τον Ρώσον Νο2

Ποίημα Πρωτοπρεσβυτέρου του Οικουμενικού Θρόνου Στυλιανού Μακρή, Δρος Θ
Παρακλητικός κανών του Αγίου Λουκά της Κρυμαίας Νο2 Loulas10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἧχος δ΄. Ὁ Ὑψωθείς ἐν τῶ Σταυρῶ.

Τὸν ἐν νυκτὶ τῆς ἀθεΐας ὡς ἄστρον, φωταγωγήσαντα Ῥωσσίας τὴν χώραν, καὶ ἀκαμπεῖ φρονήματι τὴν πίστιν Χριστοῦ, ἐν αὐτῇ ὁμολογήσαντα, εὐθαρσῶς καὶ στηρίξαντα, ἀκεσίμῳ χάριτι, λαὸν τὸν τοῦ Κυρίου, τὸν ἰατρείαις ὄντως θαυμαστόν, πάντες προφρόνως, Λουκᾶν ἀνυμνήσωμεν.

Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχίς:
ΛΟΥΚΑ ΙΑΤΡΕ, ΙΑΣΑΙ ΜΕ, ΣΟΙ ΚΡΑΖΩ ΓΟΕΡΩΣ. Σ(τυλιανοῦ).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Λουκᾶν εὐφημήσωμεν οἱ πιστοί, Ἱεράρχην μέγαν καὶ θαυμάσιον ἰατρόν, χάριν ἐκζητοῦντες ἰαμάτων, ἀντιδωρούμενοι τούτῳ τὸν ἔπαινον.

Ὁ θαύματα θεῖα ἐπιτελῶν, πήγασον ταχέως, τοῖς νοσοῦσι θαυματουργῶς, ῥεῖθρα θεραπείας ἀπὸ νόσων, Λουκᾶ, ψυχῶν καὶ σωμάτων δεόμεθα.

Ὑπόδικος γέγονα ἀληθῶς, ἐξ ἁμαρτιῶν μου, παροργίσας Λουκᾶ σεμνέ, τὸν κριτὴν τῶν πάντων ὅθεν σπεύδω, συνήγορόν σε εὑρεῖν ὁ ταλαίπωρος.

Θεοτοκίον.
Καρδίας μου κάθαρον μολυσμόν, Ἁγνὴ ἡ ἐν βίῳ, ἀκραιφνεῖ τε καὶ καθαρῷ, Μήτηρ γενομένη τοῦ Σωτῆρος, καὶ ὑπερτέρα τῶν ἄνω δυνάμεων.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀτεκνίαν καὶ νόσους, ὡς ἰατρὸς ἄριστος, ἀνιάτους τῇ σῇ πρεσβείᾳ, πάτερ θεράπευσον, Λουκᾶ πανόλβιε, δοὺς τὴν ὑγείαν ἀπαύστως, τοῖς θερμῶς προστρέχουσιν, ἐπὶ λειψάνοις σου.

Ἱεραῖς μελῳδίαις, τῶν εὐσεβῶν ᾄδει σοι, ὁ χορὸς αἰτούμενος πίστει, τὴν προστασίαν σου, Λουκᾶ θεσπέσιε, ὅτι θερμότατον πάτερ, εὕρατό σε ἔφορον, καὶ ἀντιλήπτορα.

Ἀκενόδοξον τήρει, τὸν λογισμὸν ἅγιε, τῶν παρὰ Κυρίου θελόντων, στέφος κομίσασθαι, ὡς ἂν θεόσοφε, σὴν βιοτὴν μιμηθέντες, εἰς τὸ ταπεινώσεως, ὕψος ἀρθήσωνται.

Θεοτοκίον.
Τελωνίων τὴν ὄψιν, τὴν φοβερὰν Δέσποινα, ἐν τῇ τοῦ θανάτου μου ὥρᾳ, φυγεῖν με Ἄχραντε, λιταῖς ἀξίωσον, Λουκᾶ σεπτοῦ Ἱεράρχου, ὅπως εἰσελεύσωμαι, εἰς τὸν Παράδεισον.


Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τὴν κατ’ ἄμφω αὐτοῖς ὑγείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Νοσοῦντας Λουκᾶ σεμνὲ ἐπισκεψάμενος, ἐκ νόσων δεινῶν ταχέως τούτους ἴασας, καὶ παθῶν τὴν ὄχλησιν ὡς καλὸς ἰατρὸς ἐξηφάνισας, χειρουργικῶς καρδίας ἐκτεμών, πρεσβείᾳ τῇ σῇ ἀποχρησάμενος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥαντισμῷ τῆς σῆς χάριτος, πότισον τὸ δένδρον πάτερ, ἀσκήσεως, τῆς ἐμῆς ὅπως πολύκαρπον, εὑρεθέν ἐκφύγῃ τμῆσιν ἅγιε.

Ἐξακόντισον ἅγιε, Πνεύματος τὰ βέλη πρὸς τὸν μισόθεον, ἀντικείμενον καὶ λύτρωσαι, πάντας τοὺς ἱκέτας σου ἐκ θλίψεως.

Ἰατρὲ ἱκανώτατε, σπεῦσον θεραπεῦσαι τοὺς ἀνυμνοῦντάς σε, ἵνα πάντες ἀπολαύσωμεν, τῆς θαυματουργοῦ ἀκεστορίας σου.

Θεοτοκίον.
Ἀγαπήσασα Κύριον, ὅλως ἐκ ψυχῆς σου ἡγήσω Ἄχραντε, εἶναι σκύβαλα καὶ μάταια, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκόλοπα σαρκός, καὶ ψυχῆς τὰ καρκινώματα, ἀρρωστίαν καὶ τὰ πάθη μου, Λουκᾶ, μὴ βραδύνῃς θεραπεῦσαι ἀξιάγαστε.

Ἄνοιξον νοός, τοῦ ἱκέτου σου τὰ ὄμματα, ἵνα τύφλωσιν Λουκᾶ πνευματικήν, διαφύγῳ κατοπτεύσας φῶς τὸ ἄϋλον.

Ἴασαι Λουκᾶ, τὴν καρδίαν καὶ τοὺς πνεύμονας, τοὺς νεφροὺς καὶ τὰ ἐντός μου ἐν σαρκί, πανταχόθεν βεβλημένῃ πάτερ ἅγιε.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, μητρικῶς ὑπὸ τὴν σκέπην σου, διαφύλαττε τὸ πλήρωμα ἀεί, Ἐκκλησίας τοῦ Υἱοῦ σου Ἀειπάρθενε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίληπτος, γεγονὼς ὁ ἄθλιος, τὴν καλὴν ἀπολογίαν οὐκ ἔχω, ἐπὶ τοῦ βήματος τοῦ ἀδεκάστου, πάτερ κριτοῦ καὶ ἑτοίμη μοι κόλασις, διὸ Λουκᾶ ὑπὲρ ἐμοῦ, τὸν Δεσπότην ἀεὶ καθικέτευε.

Σβεστήριος, τῆς σαρκὸς πυρώσεως, ὁ τῆς χάριτός σου ὄμβρος ὑπάρχει, ὅθεν τὴν δρόσον τοῦ Πνεύματος πᾶσιν, ἡμῖν κατάπεμψον ἔνδοξε ἅγιε, σὺ γὰρ γιγνώσκεις ἀσφαλῶς, τῶν παθῶν χορηγεῖν τὸ ἀντίδοτον.

Ὁμόνοιαν, καὶ ἀγάπην δίδαξον, ὀρθοδόξων τὰ συστήματα πάτερ, καθοδηγῶν πρὸς ἑνότητα πάντας, θεῖε Λουκᾶ καὶ εἰς ἕτερα σχίσματα, μὴ ἐπιτρέψῃς ἐμπεσεῖν, τὴν Χριστοῦ Ἐκκλησίαν σεβάσμιε.

Θεοτοκίον.
Ἱμάτιον, τῆς ψυχῆς ἐσπίλωσα, ἀπὸ ῥύπου ἁμαρτίας τὸ σῶμα, καὶ σοὶ κραυγάζω ἐκ βάθους καρδίας• Ἁγνὴ Παρθένε ταχέως μὲ κάθαρον, ὅπως εἰσέλθῳ οὖν κἀγώ, εἰς Νυμφῶνα οὐράνιον Δέσποινα.


Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τὴνκατ’ ἄμφω αὐτοῖς ὑγείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου.

Ὡς τῶν κλεινῶν Ἀναργύρων ὅμότιμος καὶ θαυμασταῖς ἰατρίαις ὁμότροπος, Λουκᾶ Ἱεράρχα θεσπέσιε, τοῖς αἰτουμένοις ἐκ νόσων τὴν ἴασιν, παράσχου ταχὺ ὡς εὐσυμπάθητος.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.

Εὐαγγέλιον Κατὰ Λουκᾶν( κεφ. 6, στ. 17-19, κεφ. 9, στ. 1-2, κεφ.10, στ. 16-21)

Τῷ καιρῷ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν Αὑτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο• καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς Αὑτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν Βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὐτοῖς• Ὁ ἀκούων ὑμῶν Ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς Ἐμὲ ἀθετεῖ• ὁ δὲ Ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά Με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες• Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί Σου. Εἶπε δὲ αὐτοῖς• Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται• χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν• Ἐξομολογοῦμαί Σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις• ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἅπασα πανόλβιε, ἡ οἰκουμένη καυχᾶται, ἐπὶ τῇ θεόφρονι, βιοτῇ σου ἅγιε ὡς στερρώτατα, διωγμοὺς θλίψεις τε, καὶ πολλὰς βασάνους, φυλακὰς καὶ συνειδήσεως, πάτερ μαρτύριον, ἐκ τῆς ἀθεΐας ὑπήνεγκας, καὶ πίστει ὡμολόγησας, τὸν Χριστὸν τὸν σὲ θαυμαστώσαντα, ὅθεν καὶ ἐν ὕμνοις, τὸν ἔπαινον προσάγει σοι Λουκᾶ, καὶ ἐξαιτεῖται τὴν εὔτονον, ὄλβιε πρεσβείαν σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Κληρονόμος ὑπάρχων, ἀγαθῶν αἰωνίων Λουκᾶ μακάριε, τὸν κλῆρον ἐπευλόγει, καὶ τὸν λαὸν Κυρίου, τὸν πιστόν, θεοτίμητε, νέμων τὸν πλοῦτον αὐτοῖς, ἀεὶ τῶν σῶν θαυμάτων.

Ῥῶσιν πᾶσι παρέχων, τοῖς θερμῶς ἐκζητοῦσι τὴν σὴν ἀντίληψιν, κατὰ τὴν χρείαν δίδου, ἑκάστου τὴν ἰδίαν, τὰ ἰάματα ἅγιε, ποικιλοτρόπως Λουκᾶ, δύνασαι γὰρ ἰᾶσθαι.

Ἀθεΐας τὴν πλάνην, βλασφημίαν αἱρέσεως πάτερ κάθελε, καὶ λύμην τῶν ποικίλων, σχισμάτων Ἐκκλησίας, καὶ σκανδάλων τὴν ἔφοδον, ὡς ὀρθοδόξων πιστῶν, προστάτης θεοφόρε.

Θεοτοκίον.
Ζωοδόχος ὑπάρχεις, καὶ πηγὴ ἡ ἀκένωτος Παμμακάριστε, πηγάζουσα ἀφθόνως, τοῖς σοὶ προσερχομένοις, τὰ σωτήρια νάματα, ὡς χορηγὸς δωρεῶν, Σεμνὴ ἐπουρανίων.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὢ τῶν θαυμάτων, τῶν σῶν Λουκᾶ Ἱεράρχα! δι’ ὧν σὺ ἐνεργεῖς τὸ συμφέρον, πάντων τῶν χρηζόντων, τῆς σῆς ἐπικουρίας.

Γόνυ σοὶ κλίνων, ἐν ταπεινώσει καρδίας, προσκυνῶ τὴν εἰκόνα σου πάτερ, καὶ τὰ λείψανά σου, ἀσπάζομαι ἐν πίστει.

Ὁ μυστιπόλος, ὁ ἱερὸς τοῦ Ὑψίστου, εἰς τὴν ἄνω μνημόνευε μάκαρ, θείαν λειτουργίαν, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Ἔαρ Παρθένε, τὸ μυστικόν σωτηρίας, φῶς τὸ θεῖον ἀνάτελλε πᾶσι, παύουσα χειμῶνα, Σεμνὴ τῆς ἁμαρτίας.


ᾨδὴ θ ΄. Κυρίως Θεοτόκον.
Ῥωσσίας θεῖε γόνε, σοῖς ὁμοεθνέσι, καὶ τοῖς τιμῶσι σὲ Ἕλλησιν πάρεχε, ἀεὶ Λουκᾶ θεοφόρε, τὴν εὐλογίαν σου.

Ὦ μέγα Ἱεράρχα, ἡ τοῦ τέλους ὥρα, νῦν μοι ἐγγίζει καὶ πάρεστι θάνατος, διὸ σοὶ φρίττων κραυγάζω• Μὴ ἐπιλάθῃ μου.

Σαρκός μου τὴν ὀδύνην, τὴν ἐξ ἁμαρτίας, εἰς ἡδονὴν τὴν τοῦ Πνεύματος ἅγιε, μετασκευάζων πρεσβείαις, ῥύου με πάντοτε.

Θεοτοκίον.
Σκεπάσασα Παρθένε, τοὺς ἐξορισθέντας, ἐκ τῆς Ἐδὲμ ἀνακτῆσαι βοήθησον, ποθεινοτάτην πατρίδα, ὡς θεία σύμμαχος.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Τῆς Συμφερουπόλεως τὸν καλόν, τοῦ Χριστοῦ ποιμένα, τὴν κρηπίδα τῶν ἰατρῶν, τὸν ἐπικουρίαν, τοῖς πάσχουσιν ταχέως, παρέχοντα ἐν ὕμνοις, Λουκᾶν τιμήσωμεν.

Χαίρει Συμφερούπολις πανδημεί, ἐν Κυρίῳ πάτερ, ἡ κατέχουσα τὰ σεπτά, θεῖα λείψανά σου, ὡς τίμιον καὶ μέγα, θησαύρισμα καὶ σέβας, Λουκᾶ θεόπλουτε.

Χαίροις ὁ Ῥωσσίας θεῖος βλαστός, καὶ τῶν ἀσθενούντων, συμπαθέστατος ἰατρός, χαίροις ἀθεΐας, Λουκᾶ ὁ καθαιρέτης, ὁ χάριτας θαυμάτων, πᾶσι δωρούμενος.

Ἴασαι καρδίας καὶ ὀφθαλμῶν, καὶ νεφρῶν τὴν βλάβην, ἀτεκνίαν Λουκᾶ σοφέ, ὄγκους ἐγκεφάλου, μελῶν παραλυσίαν, καρκίνον λευχαιμίαν, καὶ νευροπάθειαν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καὶ τὸ Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε οἱ χοροὶ τῶν εὐσεβῶν, πίστει μὲν προσδράμωμεν τάχει, τῷ θείῳ τούτῳ Ναῷ, τοῦ λαμπροῦ ἀκέστορος καὶ ἀναργύρου Λουκᾶ, προσπεσόντες δὲ ἅπαντες, αὐτοῦ τοῖς λειψάνοις, χάριν αἰτησώμεθα ἰατρικὴν παρ’ αὐτοῦ, ὅτι οὖς εὐήκοον τείνει, ἀντιλαμβανόμενος πάντων, θεραπευτικῶς ὡς εὐπαράκλητος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης