Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αμβρόσιον Επίσκοπον Μεδιολάνων τον Θαυματουργόν Empty Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αμβρόσιον Επίσκοπον Μεδιολάνων τον Θαυματουργόν

Την / Το Τετ Αυγ 07, 2019 9:03 am
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αμβρόσιον Επίσκοπον Μεδιολάνων τον Θαυματουργόν

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αμβρόσιον Επίσκοπον Μεδιολάνων τον Θαυματουργόν Agios_15

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.  

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Μεδιολάνων Ἱεράρχην τὸν θεῖον, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς εὐφημοῦμεν, τῆς παῤῥησίας ἄριστον ὑπόδειγμα, πιστῶν ἄγαλμα, δικαιοσύνης τε, καὶ ποιμένων τὸ κλέισμα, τὸ ἀπροσωπόληπτον ἀφομοίωμα Λόγου, Ὀρθοδοξίας πρόμαχον σεπτόν, κόσμον τοῦ κόσμου, Ἀμβρόσιον ἔνθεον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν Αὐτὴν ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε Σεμνή· φρούρησον ἐν τῇ δυνάμει Σου, Ὀρθοδόξων συστήματα· σῶσον τοὺς τιμῶντάς Σε, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν· Σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ  ἡ  ἀκροστιχίς:
ΑΜΒΡΟΣΙΟΝ ΜΕΔΙΟΛΑΝΩΝ ΕΥΦΗΜΩ. ΝΙΚΟΔΗΜ(ΟΥ).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀμβρόσιον ὕμνοις ἐπιποθῶν, λιτάζειν ἐνθέως, θεῖον Πνεῦμα ἀντιβολῶ, κατάπεμψον Λόγε τῇ καρδίᾳ, καὶ τῷ νοΐ μου πλουσίως Θεάνθρωπε.

Μετάρσιον ἆσαι σὴν βιοτήν, οὐ σθένει μου γλῶσσα, Ἱεράρχα μυσταγωγέ· διὸ ἐξαιτοῦμαι τὰς εὐχάς σου, τοῦ φωτισθῆναι με θεῖε Ἀμβρόσιε.

Βαβαὶ οἷα χάρις παρὰ Χριστοῦ, αὐγάζουσα Πάτερ, σὴν καρδίαν ὑπερφυῶς, διδοῦσά σοι γνῶσιν μυστηρίων, ἃ τοῖς πιστοῖς ὡς Ποιμὴν ἀπεκάλυψας.

Θεοτοκίον.
Ῥημάτων ὁρώντων τὸ ἀληθές, ἐδείχθη Παρθένε, ἐν νηδύι Σου θαυμαστῇ, Λόγου τοῦ Θεοῦ κυοφορίᾳ, εἰς σωτηρίαν βροτῶν ἐκ τοῦ πτώματος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁμοφρόνως ὑμνοῦμεν, ἱερουργὸν ἔνθεον, τῆς Ὀρθοδοξίας φωστῆρα, κλεινὸν Ἀμβρόσιον, ἐπιζητοῦντες αὐτοῦ, τὰς πρὸς Χριστὸν ἱκεσίας, τοῦ δοθῆναι ἅπασι, πλούσιον ἔλεος.

Σωτηρίας τὸν πόθον, ἀντιβολῶ δώρησαι, καὶ Ὀρθοδοξίας τὴν πίστιν, καὶ θείαν ἄσκησιν, πρὸς βιοτὴν ἐν Χριστῷ καὶ φωτισμὸν τῆς ψυχῆς μου, θαυμαστὲ Ἀμβρόσιε, πίστεως πρόμαχε.

Ἰσχυρὸς ἀνεδείχθης, στῦλος πιστῶν ἔνδοξε, καταπολεμῶν τάς αἱρέσεις, Πάτερ Ἀμβρόσιε, καὶ διὰ βίου σεπτοῦ, καὶ βιασμοῦ Βασιλείας, τοῦ Χριστοῦ ἐκήρυξας, πίστιν σωτήριον.

Θεοτοκίον.
Οὐρανίων πνευμάτων, καὶ μοναχῶν καύχημα, καὶ μητέρων πέλεις ὁ κόσμος, σωφρόνων ἕδρασμα· ἐν τῇ ἁγνείᾳ Ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.


Διάσωσον, Μεδιολάνων Ἀμβρόσιε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς Σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ Σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Τὰ θεῖα ποθῶν, ἐπίκηρα κατέλιπες, καὶ ζήλῳ Χριστόν, ἐδέχθης ἐν καρδίᾳ σου, θαυμαστὲ Ἀμβρόσιε, τῶν Μεδιολάνων Ἐπίσκοπε· διὸ ἠξιώθης ἰδεῖν, Τριάδος τὴν δόξαν, ἐν τῇ ἄνω Σιών.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.


ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθεὶς ὦ Ἀμβρόσιε, κατὰ κόσμον χάριτι τῇ τοῦ Πνεύματος, ἐν Χριστῷ σοφῶς ἐβίωσας, ἐν Μεδιολάνοις ὡς Ἐπίσκοπος.

Μετ’ ὀδύνης ἐκήρυξας, τῷ Θεοδοσίῳ μάκαρ μετάνοιαν καταξίωσον τὸν δοῦλόν σου, ἐκζητεῖν Κυρίου μέγα ἔλεος.

Ἐν δυνάμει ἠφάνισας, τοῦ Βελίαρ ἔνεδρᾳ ὦ Ἀμβρόσιε, ἀνελθὼν δ’ εἰς ὕψη ἄρρητα, Ἐκκλησίας πίστιν διετράνωσας.

Θεοτοκίον.
Δεομένων Σὺ γέγονας, σκέπη καὶ λιμὴν Ἁγνὴ Θεονύμφευτε, καὶ λιταῖς Σου τὸ ἀνθρώπινον, ἐκ παθῶν φυλάττεις καὶ τοῦ δράκοντος.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἵλεως ἡμῖν, εὐφημοῦσί σε Ἀμβρόσιε, ταῖς σαῖς λιταῖς γενοῦ πρὸς τὸν Ἰησοῦν, ἵνα ἀπαύστως, ποθῶμεν τὸ θεῖον ἔλεος.

Ὅλην πρὸς Θεόν, τὴν ψυχὴν ἡμῶν κατεύθυνον, κλεινὲ Ἀμβρόσιε πιστῶν ὁ φωστήρ, ἵνα τῶν κόσμου, ἡδέων καταφρονήσωμεν.

Λῦσον τὰ δεσμά, τῶν παθῶν ἡμῶν Ἀμβρόσιε, ταῖς σαῖς πρεσβείαις Πάτερ πρὸς τὸν Χριστόν, ἵνα ταῖς τρίβοις Κυρίου ἀκολουθήσωμεν.

Θεοτοκίον.
Ἄνασσα κἀμοί, θείαν χάριν Σου ἐπόμβρησον, ἵνα ἐν βίῳ ἁγίως πολιτευθῶ, καὶ ἐν ἐξόδῳ, εἰσέλθω εἰς τὸν Παράδεισον.


ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Νομίμως σὺ, ἐν Χριστῷ Ἀμβρόσιε, διὰ φόνους βασιλέα ἐλέγχεις, καὶ τοῖς πιστοῖς, διδαχαῖς σου ἐνθέοις, τοῦ Θεοῦ Λόγου ὁδὸν πᾶσιν ἔδειξας· σοῦ δέομαι πανευλαβῶς, ἐκ παθῶν σαῖς λιταῖς με ἐξάρπασον.

Ὡράϊσας, τὴν ψυχήν σου Ἅγιε, διὰ βίου ἀσκηθεὶς ὑπὲρ φύσιν, καὶ οὐρανῶν, τῆς χαρᾶς ἀπολαύεις, καὶ τὸν Θεὸν καθορᾷς τὸν Τρισάγιον· ἐνίσχυσον κἀμὲ ἐν γῇ, θεαρέστως βιῶσαι τὸν ἄθλιον.

Νικήσαντα, τῶν δαιμόνων φάλαγγας, σὲ ὁρῶμεν οὐρανίῳ παστάδι, ἐν ᾗ ἀεί, Ἀρχιθῦτα Ποιμένων, δοξολογεῖς σὺν Ἀγγέλοις τὸν Κύριον· ἀξίωσον οὖν καὶ ἡμᾶς, μετὰ σοῦ αἰωνίως εὐφραίνεσθαι.

Θεοτοκίον.
Ἐσκήνωσεν, ἐν γαστρί Σου Ἄχραντε, ἀπορρήτως τοῦ Πατρὸς Θεὸς Λόγος, καὶ τὴν ἐμήν, εἰληφὼς θνητὴν φύσιν, διὰ Σταυροῦ ἀνεκαίνισεν Ἄσπιλε, συνανυψῶν εἰς οὐρανούς, ὡς Θεὸς Σὸς Υἱὸς Παναμώμητε.


Διάσωσον, Μεδιολάνων Ἀμβρόσιε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς Σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ Σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τὸν Ἀμβρόσιον ἀνευφημήσωμεν ᾄσμασιν, τὸν κλεΐσαντα ὡς φρυκτωρὸν Μεδιόλανα, καὶ τὸν κόσμον ἐν ἀρεταῖς καὶ ἔργοις θαυμαστοῖς· τὰς ἱκεσίας δὲ αὐτοῦ, πρὸς τὸν φιλάνθρωπον Θεόν, αἰτούμενοι κτησώμεθα, χάριν τῆς μετανοίας, καὶ σωτήριον πίστιν, καὶ ἀρετὰς τὰς σωστικάς, ἐν ἀσκήσει καὶ σεμνότητι.

Προκείμενον
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ε΄ 14 21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν, ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πάντες τὸν Ἐπίσκοπον, Μεδιολάνων τὸν στῦλον, τῶν πιστῶν διδάσκαλον, τὸν κλεινὸν Ἀμβρόσιον, εὐφημήσωμεν· τὰ τῆς γῆς ἅπαντα, ἐν χαρᾷ ἠρνήθη, τὰ οὐράνια ἐπόθησε, Χριστοῦ Παράδεισον, καὶ μετὰ Ἁγίων συνοίκησιν· διὸ ἐν βίᾳ ἔζησε, καὶ τοὺς Ὀρθοδόξους ἐδίδαξε, πόθῳ διὰ βίου φυλάττειν, πάντας πίστιν ἀκλινῶς, καὶ ἐκφυγεῖν τῶν αἱρέσεων, πλάνην τὴν πανώλεθρον.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψώθης ἐπαξίως, ὦ Ἀμβρόσιε Πάτερ, Μεδιολάνων Ποιμήν, κηρύττων Τριάδος μεγαλεῖα,τῆς Ἁγίας, πρὸς Ἣν ἅπαντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Φυλάττων σὴν καρδίαν, ἐκ βελῶν μισανθρώπου, ἐπαπολαύεις κλεινέ, ἐλλάμψεως τῆς θείας, θεώσεως τοῦ δώρου, τὸν Χριστὸν ἐξυμνῶν ἀεί· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἡλίου τοῦ ἀδύτου, Χριστοῦ τοῦ Θεανθρώπου, κατηξιώθης ἰδεῖν, Ἀμβρόσιε τὴν δόξαν, ἐν μέσῳ Παραδείσου, καὶ ὑμνεῖν Αὐτοῦ ὄνομα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.

Θεοτοκίον.
Μαρία Θεοτόκε, Σοὺς δούλους περιφρούρει, ταῖς πρὸς Υἱόν Σου λιταῖς· δὸς δόξαν Ἐκκλησίᾳ, καὶ πίστιν τοῖς ἀνθρώποις, καὶ ψαλμὸν ὁλοκάρδιον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡραϊσμένος, ἐν οὐρανοῖς σαββατίζεις, ὦ Ἀμβρόσιε κλέος σῶν τέκνων, ἀνυμνῶν τὸν Λόγον, εἰς πάντας τοὺς αἰῶνας.

Νόοις ἀΰλοις, ἐν Παραδείσῳ συμψάλλεις, ὦ Ἀμβρόσιε ὕμνοις ἀπαύστοις, τῆς Τριάδος δόξαν, εἰς πάντας τοὺς αἰῶνας.

Ἰσχύϊ Λόγου, τῶν βιαστῶν ἐμιμήθης, ὦ Ἀμβρόσιε θείους ἀγῶνας, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Κατηξιώθης, τῶν δευτερείων Τριάδος, ὡς γεννήσασα Κόρη τὸν Λόγον· Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ λόγοι Ἀμβροσίου, τοὺς ἐναθλουμένους, ἐν ἀγωνίσμασι θείοις, στεῤῥοὺς ἀθλητάς, καθοδηγοῦσιν ἐνθέως, πρὸς τελειότητα.

Δὸς πᾶσιν τὴν σὴν χάριν, Ἀμβρόσιε Πάτερ, Μεδιολάνων τὸ κλέος, Ποιμὴν θαυμαστέ, ἵνα ὁδὸν πορευθῶμεν, τὴν πρὸς τὸν Κύριον.

Ἡδέως μελετῶμεν, ῥήματά σου Πάτερ, καὶ ἐξαιτούμεθα πάντες, Χριστοῦ φωτισμόν, ἵνα τηρήσωμεν ταῦτα, δυνάμει χάριτος.

Θεοτοκίον.
Μαρία θεῖον Πνεῦμα, δεχθεῖσα ἀφράστως, κυοφορεῖς τὸν Σωτῆρα, τοῦ κόσμου παντός· διὸ τιμῶμεν ἐν ὕμνοις, τὰ μεγαλεῖά σου.



Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ποιμένων ὑφηγητής, Ἀμβρόσιε Πάτερ, βιαστῶν τε ὑπογραμμός· χαίροις Ὀρθοδόξων ὁ θεῖος ἀντιλήπτωρ, τῆς ἀρετῆς δὲ τύπος, καὶ ἐγκαλλώπισμα.

Τοῦ Θεοδοσίου ὁ ἐλεγκτής, καὶ τῆς μετανοίας τούτου θεῖος ὑφηγητής· ὁ τῶν Ὀρθοδόξων, κρουνὸς θείας ἀγάπης, πιστῶν φωστὴρ ἁπάντων, χαίροις Ἀμβρὸσιε.

Πάντες τὸν Ἀμβρόσιον ἀδελφοί, τῶν Μεδιολάνων τὸν Ἐπίσκοπον τὸν σοφόν, τὸ δικαιοσύνης, ἀγλάισμα καὶ κλέος, ἐν ἐγκωμίων ὕμνοις, ἀνευφημήσωμεν.

Θυηπόλε ἅγιε βιαστά, κραταίωσον πίστιν, καὶ Ὀρθόδοξον διδαχήν, διώκων τὴν πλάνην, καὶ αἵρεσιν τοῦ πλάνου, διδάσκων οἰκουμένην, Χριστοῦ ἀλήθειαν.

Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, Ἀμβρόσιον θεῖον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ἀγωνισθέντες, μιμούμενοι τὸν τούτου, βίον πανάρετον.

Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τὸν Μεδιολάνων, φρυκτωρόν τε καὶ ὁδηγόν, ἀρετῆς Ποιμένα, ποιμαινομένων δοῦλον, καὶ τῆς Ὀρθοδοξίας, φύλακα ἄριστον.

Χαίροις Ἱερέων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, στῦλος ὄντως ὁ θεαυγής· χαίροις ὀρθοδόξων, δογμάτων μυστολέκτα, Ἀμβρόσιε τρισμάκαρ, Τριάδος πρόμαχε.

Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, χαίροις τῆς σοφίας, ἡ κιθάρα ἡ ἐμμελής· χαίροις ὑποφῆτα, δογμάτων ὀρθοδόξων, Ἀμβρόσιε παμμάκαρ, Πατέρων καύχημα.

Χαίροις τῆς σοφίας μύστης λαμπρός, καὶ τῆς εὐσεβείας, στόμα εὔλαλον καὶ σοφόν· χαίροις ὀρθοδόξων, δογμάτων ἡ κιθάρα, Ἀμβρόσιε παμμάκαρ, ἀξιοθαύμαστε.

Χάριν ἀναβλύζων μελισταγῆ, παύεις τὴν πικρίαν, τῆς ἀγνοίας ἐκ τῶν ψυχῶν, καὶ πρὸς ἀναβάσεις, ἡμᾶς ὑπερκοσμίους ἀεὶ ἀναβιβάζεις, σοφοῖς σου ῥήμασι.

Δέησιν προσάγαγε τῷ Θεῷ, Ἀμβρόσιε Ἱεράρχα, ὑπὲρ τῶν δούλων τῶν σῶν, σοφέ, τῶν τυραννουμένων ὑπὸ παντοίων νόσων, θλίψεων καὶ κινδύνων, καὶ τούτους λύτρωσαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό  Τρισάγιον  
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἀπολυτίκια.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἱεράρχην ἐκ Ῥώμης, Μεδιολάνων τὸ φῶς, τὸν Ἀμβρόσιον ὕμνοις καὶ ἐγκωμίων ᾠδαῖς, εὐφημήσωμεν, πιστοί, καὶ μιμησώμεθα· ὅτι ἐν βίᾳ θαυμαστῇ, καὶ παῤῥησίᾳ ἐν Χριστῷ, ἐγένετο τύπος θεῖος, τοῦ ἀληθοῦς Ἱεράρχου, καὶ ἀληθείας φύλαξ ἄριστος.

Ἦχος α΄.
Τὸν τῆς Ἀμβροσίας ἐπώνυμον καὶ τῆς Ἰταλίας διδάσκαλον, τὸν προστάτην τῆς Χριστοῦ Ἐκκλησίας καὶ Μεδιολάνων τὸν Πρόεδρον, τόν τοῦ Ἐπάρχου υἱὸν καὶ τῶν πτωχῶν ἀντιλήπτορα μέγιστον, Ἀμβρόσιον τὸν ἔνδοξον Ἱεράρχην πάντες τιμήσωμεν· πρεσβεύει γὰρ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Διδάσκαλος καὶ Ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε ὅσιε· λύεις αἱρετιζόντων τὴν ἀχλὺν τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν· ἐν ᾗ τούς σὲ γεραίροντας συντήρει ἀπήμονας.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τὸν Ἀμβρόσιον πιστοί, τὸν θεοστεφῆ Ἱεράρχην, ἐγκωμιάσωμεν· οὗτος γὰρ ἐνίκησε, τοῦ κόσμου φρόνημα, τοὺς πιστοὺς δὲ ἐστήριξεν, ἐν λόγοις καὶ ἔργοις, πάντας ἁγιότητος, βίον ἐδίδαξεν· ὅθεν ἐστεμμένος εἰσῆλθε, χαίρων εἰς Σιὼν τὴν Ἁγίαν, καθορῶν Χριστοῦ, τὸ φῶς τὸ ἄκτιστον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης