Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Ομοούσιον Αγίαν Τριάδα Empty Παρακλητικός Κανών εις την Ομοούσιον Αγίαν Τριάδα

Την / Το Παρ Αυγ 09, 2019 10:05 am
Παρακλητικός Κανών εις την Ομοούσιον Αγίαν Τριάδα

'Aρχιμανδίτου Δωροθέου, Μονῆς Ἁγίας Τριάδος Τούμπας, 1937
Παρακλητικός Κανών εις την Ομοούσιον Αγίαν Τριάδα Triada10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὸ τροπάριον.

Ἦχος πλ. δ΄.

Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους, τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι' αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας· φιλάνθρωπε, δόξα σοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.

Τριὰς Ἁγία ὁ Πατὴρ ὁ ἄναρχος Υἱὸς ὁ Μονογενής, καὶ τὸ θεῖον Πνεῦμα, δώρησαί μοι δάκρυα, καὶ πένθος ἀκατάπαυστον, τοῦ θρηνεῖν μου τὰς πράξεις, τὰς ἐναγεῖς ἃς ἠχρείωσας, σοῦ τὸ κατ’ εἰκόνα ὁ δείλαιος.

Μονὰς τῇ φύσει Τριὰς ὑποστάσεσιν ἀκατανόητε, μία Βασιλεία, λίαν ἀκατάληπτε, Πάτερ Υἱὲ σὺν Πνεύματι, κατοικτείρησον πάντας, τοὺς ὀρθοδόξως ὑμνοῦντάς σε, καὶ θεοπρεπῶς μεγαλύνοντας.

Τᾶ Χερουβὶμ καὶ Σεραφὶμ δοξάζουσιν ἀκαταπαύστοις ᾠδαῖς, Σὲ τὸν ἐν προσώποις, τρισὶν ὑπερούσιον, οὐσίαν τῆς Θεότητος, ἣν τολμῶντες ὑμνοῦμεν, οἱ βροτοὶ ὡς ἰσχύομεν, καὶ χρεωστικῶς μεγαλύνομεν.

Θεοτοκίον.
Ὑμνολογίαις ἱεραῖς ὑμνοῦμέν Σε τὴν πολυΰμνητον, τὴν τὸν Θεὸν Λόγον, ὑπὲρ λόγον τέξασαν, τὸν μόνον ὑπερύμνητον, Ὃν ὑμνεῖ πᾶσα φύσις, τῶν οὐρανῶν τὰ στρατεύματα, θείαις ὑμνῳδίαις γεραίρουσι.


ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ χαρακτῆρσιν ἐν τρισί, καὶ ὑποστάσεσι μόνος, εἷς Θεὸς ἀκατανόητος πέλων, τοὺς ὑμνοῦντάς σε πιστῶς, καὶ ὀρθοδόξως φύλαττε, ἐκ πάσης ἐναντίας, τῶν δυσμενῶν περιστάσεων.

Ὃν θεωρίᾳ ὑψηλῇ, γενόμενον καὶ τῶν ἄνω, μιμηταὶ ἐπουρανίων πνευμάτων, ἀνυμνήσωμεν Θεόν, Πατέρα τὸν πανάγιον, Υἱὸν καὶ Πνεῦμα θεῖον, τὰ τρία μίαν θεότητα.

Τὰ Χερουβὶμ καὶ Σεραίμ, ὑμνοῦσιν ἀδιαλείπτως, μετὰ δέους τὴν Ἁγίαν Τριάδα, ὥσπερ δεῖ θεοπρεπῶς, ἣν καὶ ἡμεῖς δοξάζοντες, βροτοὶ σὺν τοῖς Ἀγγέλοις, χαρᾶς ἀῤῥήτου πληρούμεθα.

Θεοτοκίον.
Ὁ πρὸ νεκρώσεως νεκρός, ὁ πρὸ ταφῆς τεθαμμένος, ὁ πρὸ μνήματος ἐν μνήματι μένων, τῆς λιθώδους καὶ σκληρᾶς, ἀναλγησίας Δέσποινα, τὴν τῆς ζωῆς Μητέρα, Σὲ ἱκετεύω ζωῶσαί με.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Παναγία Τριὰς Ὁμοούσιε, ὅτι πάντες εἰς Σὲ καταφεύγομεν, ὡς Πλάστην ἡμῶν καὶ ῥύστην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.

Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα, διάσωσον τοὺς ὀρθοδόξως σε σέβοντας, καὶ προσκυνοῦντάς σε δυσμενῶν ἐναντίων, καὶ ποίησον μετόχους τῆς Βασιλείας σου.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς,  Κύριε.
Πάτερ Υἱέ, καὶ Πνεῦμα Ἅγιον λύτρωσαι, τοὺς ἐν πίστει ἐπικαλουμένους σε, καὶ σοὶ λατρεύοντας εὐσεβῶς, ἐκ παντοίας βλάβης καὶ Βασιλείας ἀξίωσον, τῆς σῆς αἰωνιζούσης, ὅπως ψάλλω σοι· δόξα τῇ δυνάμει σου μόνε ἀθάνατε.

Κλαῦσον ψυχή, πρὸ τῆς ἐξόδου καὶ θρήνησον, ὅπως σβέσῃς, φλόγα αἰωνίζουσαν, καὶ λυτρωθεῖσα ἐκ τοῦ πυρός, καὶ Τρισυποστάτῳ συμβασιλεύσῃς Θεότητι, πρὸς ἣν ἀκαταπαύστως, νῦν ἐν τῷδε τῷ βίῳ, μὴ ἀμέλει βοῶσα τὸ ἥμαρτον.

Ἕνα Θεόν, τρισὶ προσώποις κηρύττομεν, μίαν φύσιν, ἄναρχον ἀόρατον, παντουργικήν, τελεταρχικήν, τὴν κτίσιν πᾶσαν, πανσόφως δημιουργήσασαν, ἣν πᾶσαι τῶν Ἀγγέλων, ἀνυμνοῦσιν αἱ τάξεις, μετὰ δέους ἀεὶ καὶ δοξάζουσι.

Θεοτοκίον.
Ἀναψυχή, Σὺ τῆς ψυχῆς μου καὶ ἥδυσμα, τῆς καρδίας, Σὺ τὸ ἀγαλλίαμα, Σὺ φωτισμόν, Σύ μου γλυκασμός, ἐντρύφημα γλώττης, γλυκὺ χειλέων μελέτημα, πανύμνητε καὶ δρόσος, τῆς ἐμῆς διανοίας, ὀδυνῶν κουφισμὸς καὶ παράκλησις.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Δεῦτε πάντες συμφώνως, οἱ πιστοὶ δοξάσωμεν τὴν ὑπερένδοξον, ἐν τρισὶ προσώποις, μίαν φύσιν ἀμέριστον, ἄναρχον, ἐν Πατρὶ Υἱῷ τε καὶ Πνεύματι, τῷ παναγίῳ, Θεὸν ἕνα τὰ τρία κηρύττομεν.

Ἐπὶ σοὶ τὰς ἐλπίδας, πάσας καὶ τὸ καύχημα καὶ ἀγαλλίαμα, ἔχων ὡς αἰτία τῶν καλῶν μου καὶ πάσης ἀνέσεως, Τριὰς μοναρχία, Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα, Σύ με μέτοχον δεῖξον τῆς δόξης σου.

Ἣν ἀΰλων ταγμάτων, στρατιαὶ δοξάζουσιν ἀεὶ τοῖς ἄσμασι, ἄναρχον Τριάδα, ἀκορέστῳ στοργῇ ἀγαλλόμεναι, ταύτην οἱ ἀχρεῖοι, χρεωστικῶς ὑμνολογοῦμεν, ἐν ψαλμοῖς καὶ ᾠδαῖς ὡς ἰσχύομεν.

Θεοτοκίον.
Ἔργα πράξας αἰσχύνης, πέφυκας πρὸ κρίσεως αὐτοκατάκριτος, ἀλλὰ Σὺ Παρθένε, ἡ κριτὴν τῶν ἁπάντων κυήσασα, τοῦτον ἐκδυσώπει, τοῦ οἰκτειρῆσαί με καὶ ῥῦσαι, τῆς δεινῆς τοῦ πυρὸς κατακρίσεως.


ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Τριάδα μοναδικήν, εὐσεβοφρόνως δοξάζομεν, μονάδα Τριαδικήν, πανσόφως λατρεύομεν, ἀτμήτως μερίζοντες, καὶ ἀδιαιρέτως, διαιροῦντες καὶ συνάπτοντες.

Τριὰς Μονὰς ὁ Θεός, ὁ ἐκ μὴ ὄντων τὰ σύμπαντα, συστήσας καὶ συντηρῶν, βουλήσει τοῦ ἐλέους σου, κἀμὲ τῇ συνήθει σου, εὐσπλαγχνίᾳ πάσης, ἐλευθέρωσον κακώσεως.

Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα πάντες τὸ Ἅγιον, ὑμνοῦμεν πανευσεβῶς, Τριάδα ἀμέριστον, τὴν πάντων δεσπόζουσαν, μίαν Βασιλείαν, καὶ ἀκατάληπτον.

Θεοτοκίον.
Παράσχου μοι ὀχετούς, δακρύων Κόρη Μητράνανδρε, ὅπως ἐκπλύνω πληθύν, τῶν ἀμπλακημάτων ου, καὶ σβέσω τὸ ἄσβεστον πῦρ, τὸ τῆς γεέννης, ὁ παμμίαρος καὶ ἄσωτος.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Παναγία Τριὰς Ὁμοούσιε, ὅτι πάντες εἰς Σὲ καταφεύγομεν, ὡς Πλάστην ἡμῶν καὶ ῥύστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς• ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι• τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ Πνεῦμά Σου τὸ ἀγαθόν, ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Εὐαγγέλιον Ὁσιακόν.



Δόξα
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον. Ἦχος β΄.

Τῆς αἰωνίου σου ζωῆς ἀξίωσον Τριὰς ἡ Παναγία, τοὺς πιστῶς ὑμνοῦντας καὶ δοξάζοντας, τὸ ἀπειροδύναμον κράτος σου, δωρουμένη τὸν ἱλασμὸν καὶ τὴν συγχώρησιν, τῶν πταισμάτων ἡμῶν, καὶ πάντων τῶν δυσχερῶν τὴν ἀπολύτρωσιν.


ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Πατέρα ἀγέννητον, Υἱὸν καὶ Λόγον συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, Ὁμοούσιον καὶ Ὁμόθρονον· ἕνα Θεὸν δογματίζοντες, ὑμνοῦμεν πανευσεβῶς, καὶ προσκυνοῦμεν πιστῶς.

Τριάδα ὁμότιμον, τοῖς χαρακτῆρσι Δημιουργὸν τοῦ παντός, ἐν μονάδι οὐσίας, Πατέρα Λόγον Πνεῦμα πανάγιον, σὺν τοῖς παισίν, ἀνυμνοῦντες κραυγάζομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τριὰς Ὁμοούσιε, πηγὴ ἐλέους καὶ ἄβυσσος οἰκτιρμῶν, πηγὰς δακρύων παρεχομένη ἡμῖν, κοινωνοὺς δεῖξον ζωῆς αἰωνίου σου, τοὺς σὲ φρονοῦντας πιστῶς, ἕνα Θεὸν τοῦ παντός.

Θεοτοκίον.
Τὴν μόνην ἀμόλυντον, εὔσπλαγχνον μόνην μετὰ Θεὸν δυσωπῶ, καὶ Σοῦ δέομαι Κόρη, μή με βδελύξῃ τὸν ῥυπαρόν, ἀλλὰ πυρὸς αἰωνίου με λύτρωσαι, ὅπως ὑμνῶ Σε ἀεὶ τὴν πολυΰμνητον.


ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τοὺς εὐσεβῶς σε δοξάζοντας, καὶ πιστῶς προσκυνοῦντάς σε, φρούρει τε καὶ σκέπε πάντοτε φυλάττουσα, Τριὰς ὁμοούσιε, καὶ τῶν ἀγαθῶν, τῶν αἰωνίων μετόχους, ἀνάδειξον οἰκτίρμον, ἵνα ψάλλομεν πόθῳ, ὑμνοῦντες εὐχαρίστως τὴν σὴν ἀγαθωσύνην.

Τριάδα Ὁμοούσιον, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ μετὰ δακρύων, πρὸς Αὐτὴν ἐκβοήσωμεν· ἐλέησον οἴκτειρον, τοὺς ὀρθοδόξως σε ἀναμέλποντας, καὶ λύτρωσαι πταισμάτων, καὶ πυρὸς τῆς γεέννης, καὶ κοινωνοὺς σῆς δόξης, ἀνάδειξον οἰκτίρμον.

Δεῦτε πιστῶν ὁμήγυρις, εὐσεβῶς προσκυνήσωμεν, τὴν ἐκ τοῦ μὴ ὄντος, ἅπαντα ποιήσασαν, Τριάδα ἀμέριστον, σὺν τοῖς Ἀγγέλοις θεοπρεπῶς, καὶ διηνεκῶς ἀναβοῶντες τὸν ὕμνον· Πατέρα εὐλογοῦμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, τὰ τρία Θεὸν ἕνα, ἀΐδιον φρονοῦντες.

Θεοτοκίον.
Τοὺς ἐν πελάγει Δέσποινα, χαλεπῶς κινδυνεύοντας, ὅρμοι καὶ λιμένες σωστικοὶ προσδέχονται, κἀμὲ κινδυνεύοντα, τοῖς νοούμενος κύμασι, πρόφθασον καὶ σῶσον, ὁ λιμὴν τῶν ἐν ζάλῃ, καταπονουμένων, προσβολαῖς τῶν δαιμόνων, ἀντίληψις καὶ σκέπη, καὶ ξένη προστασία.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τριὰς ἡ παναγία καὶ παντουργός, τοὺς σοὺς δούλους δεινῶν περιστάσεων, καὶ πειρασμῶν, τῶν ἐπεμβαινόντων διηνεκῶς, ἐκλυτρουμένη φύλαττε, ἐκ τῶν ἀοράτων καὶ ὁρατῶν, ἐχθρῶν καὶ τῆς ἀφράστου, ἐκείνης θυμηδίας, τοῦ Παραδείσου καταξίωσον.

Πατὴρ Υἱὸς καὶ Πνεῦμα Τριὰς ἁπλῆ, καὶ Μονὰς ὑπὲρ φύσιν γνωρίζεται, εις γὰρ Θεός, ἐν τρισὶ προσώποις πέλει σαφῶς, ἀπαύστως προσκυνούμενος, ὑπὸ Ἀσωμάτων καὶ γηγενῶν, ὁ πᾶσαν ὑποστήσας, τὴν κτίσιν ἐν σοφίᾳ, καὶ ἀνακτίσας τὸ ἀνθρώπινον.

Τριὰς ἡ ἑνιαία Πάτερ Υἱέ, καὶ τὸ Ἅγιον Πνεῦμα ἐλέησον, τοὺς εὐσεβῶς, σὲ δοξολογοῦντας καὶ εὐλαβῶς, προσπίπτοντας ἐν πίστει, τῇ θείᾳ σου εἰκόνι, εἰ καὶ λίαν ἥμαρτον ἀναιδῶς, καὶ ποίησον οἰκτίρμον, αὐτοὺς συγκληρονόμους, τῆς οὐρανίου Βασιλείας σου.
Θεοτοκίον.
Οὐκ ἔστιν ἁμαρτία ἐπὶ τῆς γῆς, οὔτε εἶδος κακίας καὶ πράξεως, σατανικῆς, ἧς οὐκ ἐγενόμην ἐν μετοχῇ, καὶ διὰ τοῦτο δέδοικα, Δέσποινα τὴν κρίσιν τοῦ Σοῦ Υἱοῦ, τῇ Σῇ δὲ παῤῥησίᾳ, εὐμένισόν μοι τοῦτον, καὶ λύτρωσαι ἡμᾶς τῆς κολάσεως.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Πάτερ Λόγε Πνεῦμα Τριὰς σεπτή, Μονὰς Τρισαγία μία φύσις μία ἀρχή, καὶ μία Θεότης, σὲ πάντες προσκυνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας καὶ μεγαλύνομεν.

Ὦ Θεὲ Τριὰς ὁμοούσιε, διαιρετὴ προσώποις, ὁ Πατὴρ ὁ ἀγέννητος, Υἱὸς καὶ τὸ Πνεῦμα, ὁ εἷς Θεὸς τῶν ὅλων, οἰκτείρησον καὶ σῶσον, τοὺς προσκυνοῦντάς σε.
Ἣν ὑμνοῦσι πάντες οἱ γηγενεῖς, καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὴν ὑπὸ τῶν πάντων, πιστῶν προσκυνουμένην, Μονάδα κατ’ οὐσίαν, τὴν τρισυπόστατον.

Τὴν κυριαρχίαν τῶν Χερουβίμ, καὶ τὴν θεαρχίαν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαιρέτως, Τριάδα ἐν Μονάδι, τὴν ὄντως θεαρχίαν σὲ μεγαλύνομεν.

Πατέρα τὸν ἄναρχον καὶ Θεόν, συνάναρχον Λόγον, σὺν τῷ Πνεύματι προσκυνῶ, ἀζώριστον μίαν, ἡνωμένην οὐσίαν, τρισάριθμον Μονάδα, ὕμνοις τιμήσωμεν.

Τὰς ἀκτινοβόλους σου ἀστραπάς, λάμψον μοι Θεέ μου, Τρισυπόστατε παντουργέ, καὶ οἶκόν με δόξης, σῆς ἀπροσίτου δόξης, φαιδρὸν καὶ φωτοφόρον, καὶ ἀναλλοίωτον.

Ὥσπερ ἐν ἡμέρᾳ Πεντηκοστῆς, ἐφώτισας αὖθις, ὦ Παράκλητε Μαθητάς· οὕτω καὶ τοῖς φόβῳ, λατρεύουσί σοι λάμψον, ἀκτῖνας σῶν χαρίτων, καὶ σῶσον ἅπαντας.

Ὦ Τριὰς Ἁγία καὶ φωταυγής, δέξαι με τὸν ἄσωτον, Ἰησοῦ μου καὶ ποιητά, σῶσον μὴ παρίδῃς, τῶν σῶν χειρῶν τὸ πλάσμα, οἰκτίρμον ἐλεῆμον, Κύριε σῶσόν με.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Παναγία Δέσποινα, ὑπό τήν σκέπην σου πάντες, οἱ δοῦλοι σου τρέχομεν, καί παρακαλοῦμεν σε οἱ ἀνάξιοι. Πρόφθασον καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης περιστάσεως καί ἀπό θάνατον, τόν ἐξαφνικόν καί πανώλεθρον. Οἲδαμεν ὂτι δύνασαι πάντα ὂσα ἂν θέλεις καί βούλεσαι. Δέσποινα τοῦ κόσμου, Ἐλπίς καί Προστασία τῶν πιστῶν, Χαριτωμένη ἐπάκουσον τῶν παρακαλούντων σε.

Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί• ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου, ὅθεν σοι προσπίπτομεν• ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης