Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1436
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον εν Τριάδι Θεόν Empty Παρακλητικός Κανών εις τον εν Τριάδι Θεόν

Την / Το Δευ Αυγ 12, 2019 12:02 pm
Παρακλητικός Κανών εις τον εν Τριάδι Θεόν


Ποίημα  Ὁσίου  Νικηφόρου  τοῦ  Χίου
Παρακλητικός Κανών εις τον εν Τριάδι Θεόν Triada10

Ψαλλομένη  ἐπειδάν συμβῇ ταῖς  βασάνοις  ἐγκαρτερεῖν  τινα  νέον Μάρτυρας

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν τρισυπόστατον Θεὸν ἱκετεύσωμεν, Πατέρα, Λόγον καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν κατανύξει κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποτα φιλάνθρωπε, προστασίαις Ἀγγέλων, καὶ τῆς Θεομήτορος, καὶ Ἁγίων ἁπάντων, τὸν ὑπὲρ Σοῦ ἀρξάμενον ἀθλεῖν, δεῖξον εἰς τέλος, ἀήττητον Μάρτυρα.

Δόξα. Τό αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν εὐλαβείᾳ, κράζοντες ἐξ ὅλης ψυχῆς· Δέσποινα βοήθησον τῷ εἱρκτῇ ἐμβληθέντι, ὑπὲρ εὐσεβείας τε καὶ στοργῆς τοῦ Υἱοῦ Σου, καὶ ἱκεσίαν ποίει ἐκτενῆ, τοῦ ἀναδεῖξαι αὐτὸν θεῖον Μάρτυρα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.  

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δέσποτα φιλάνθρωπε καὶ Θεέ, Πάτερ Παντοκράτορ, παντοδύναμε κραταιέ, πρεσβείαις ἁπάντων τῶν Ἁγίων, τὸν ἐναθλοῦντα ὲνίσχυσον δοῦλόν Σου.

Ὁ ἐπὶ Πιλάτου Χριστὲ Σωτήρ, πρῶτος μαρτυρήσας, προστασίαις Ἀγγελικαῖς, Προφητῶν εὐχαῖς καὶ Ἀποστόλων, τὸν ἐναθλοῦντα ἐνίσχυσον δοῦλόν Σου.

Βασιλεῦ οὐράνιε καὶ Θεέ, τὸ τῆς ἀληθείας Πνεῦμα θεῖον, τῶν Ἀθλητῶν ἱεραῖς πρεσβείαις καὶ Ὁσίων, τὸν ἐναθλοῦντα ἐνίσχυσον δοῦλόν Σου.

Τριὰς ἐν μονάδι, Πάτερ, Υἱὲ, καὶ Πνεῦμα τὸ θεῖον, μία δύναμις καὶ ἰσχύς, λιταῖς τῆς ἁγίας Θεοτόκου, τὸν ἐναθλοῦντα ἐνίσχυσον δοῦλόν Σου.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν Οἰκτίρμον, ἀγγελικῶν τάξεων, καὶ τῶν ἀπ᾿ αἰῶνος Ἁγίων, θείαις δεήσεσι, Πάτερ προάναρχε, τὸν ἐναθλοῦντα ἱλέως, ἔπιδε καὶ κράτει Σου, τοῦτον στερέωσον.

Προαιώνιε Λόγε, μονογενὲς, ὕψιστε, ὁ ἐνανθρωπήσας ἀῤῥήτως, δι᾿ οἶκτον ἄφατον, τὸν δι᾿ ἀγάπην τὴν Σὴν, ἐγκαρτεροῦντα βασάνοις, λιταῖς τῶν Ἁγίων Σου, Πάντων στερέωσον.

Τὸ πανάγιον Πνεῦμα, ἡ πανσθενὴς δύναμις, τὸ ἐκ τοῦ Πατρὸς ἀϊδίως, ἐκπορευόμενον, ταῖς παρακλήσεσι, τῶν Προφητῶν, Ἀποστόλων, τὸν ἀθλοῦντα σθένει Σου, δοῦλον στερέωσον.

Τρισυπόστατον κράτος, ἡ παντουργὸς δύναμις, Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, θείαις δεήσεσι, τῆς Θεομήτορος, τὸν ὑπὲρ Σοῦ ἐναθλοῦντα, τῇ παναλκεστάτῃ Σου, ῥώμῃ στερέωσον.


Ἄναρχε Τριάς, ἀμέριστε Πάτερ, Λόγε καὶ τὸ Πνεῦμα τὸ ἀγαθὸν, τὸν δοῦλόν Σου οἴκτειρον, καὶ δώρησαι οὐρανόθεν τὴν νίκην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεαρχία, ἐπὶ τὸν οἰκέτην τὸν Σὸν καὶ σθένος ἀήττητον, περίζωσον, ὑπὲρ Σοῦ ἐναθλοῦντα.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀγγέλων πληθύς, Προφῆται καὶ Ἀπόστολοι, σὺν Ἱερουργοῖς καὶ Ἱεράρχαις ἅπασιν, Ἀθλητῶν ὁ σύλλογος, καὶ Ὁσίων δῆμος πρεσβεύουσι, τοῦ ἐνισχύσαι ἐν δεινοῖς, τὸν ἀθλοῦντα, Τριὰς Παντοδύναμε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν βροτείαν ἀσθένειαν, Πάτερ πανσθενέστατε  ἐνδυνάμωσον, τοῦ ἐν ἄθλοις μελῳδοῦντός Σοι· δόξα Παντοκράτορ τῇ δυνάμει Σου.

Τὸν θυσίαν Σοι ἄμωμον, θέλοντα προσάξαι, Χριστὲ φιλάνθρωπε, ἑαυτὸν δεῖξον ἀήττητον, δόξα μελῳδοῦντα τῇ δυνάμει Σου.

Τὸν δεινοῖς ἐταζόμενον, ὑπὲρ εὐσεβείας, Πνεῦμα Παράκλητον, παρακάλεσον Σῇ χάριτι· δόξα μελῳδοῦντα τῇ δυνάμει Σου.

Παντοδύναμε Κύριε, Πάτερ, Λόγε, Πνεῦμα, τὸν ὑπὲρ πίστεως, ἐναθλοῦντα ἐνδυνάμωσον· δόξα μελῳδοῦντα τῇ δυνάμει Σου.


Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Τὸν ἐν δεινοῖς, Σοῦ τῷ πόθῳ, Πάτερ ἄναρχε, ἐγκαρτεροῦντα ἐπισκίασον τὴν Σὴν, εἰρήνην βραβεύων αὐτῷ τὴν ἄνωθεν.

Φώτισον τὸν νοῦν, καὶ εἰρήνευσον, Φιλάνθρωπε, τοῦ Σοῦ οἰκέτου τὴν καρδίαν Χριστέ, τὴν Σὴν εἰρήνην βραβεύων αὐτῷ τὴν ἄνωθεν.

Πνεῦμα τὸ εὐθὲς, ἐκ Πατρὸς ἐκπορευόμενον, τὰς ἀλγηδόνας τοῦ οἰκέτου Σου ἐπικούφισον, καί  παράσχου εἰρήνην ἄνωθεν.

Δύναμιν τὴν Σήν, πανσθενὴς Τριάς περίζωσον, τὸν ὑπὲρ πίστεως ἀθλοῦντα τῆς Σῆς, τὴν Σὴν εἰρήνην διδοῦσα αὐτῷ τὴν ἄνωθεν.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡ δύναμις, ἡ πηγαία Κύριε, Παντοκράτορ Ὑπεράγαθε Πάτερ, νῦν ἐπιδὼν τὸν Σὸν δοῦλον ἀθλοῦντα, καὶ ταῖς βασάνοις ἐκθύμως ἐμμένοντα, ἐνίσχυσον θείᾳ Σου ῥοπῇ, ἀριστέα δεικνύων ἀήττητον.

Ἰσχύς μου, Σὺ εἶ βοᾷ καὶ δύναμις, καὶ στερέωμα καὶ ῥύστης Οἰκτίρμον, καταφυγή, βοηθός τε Χριστέ μου, ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ οἰκέτης Σου, ὃν ῥώμῃ ἀνάδειξον τῇ Σῇ, Ἰησοῦ ἀριστέα ἀήττητον.

Παράκλητε, ἀγαθὲ Πανάγιε, παρακάλεσον τῇ Σῇ ἐπισκέψει, τὸν ἐν δεινοῖς ἐναθλοῦντα προθύμως, καὶ τὰς ὀδύνας αὐτοῦ ἐπικούφισον, καὶ δεῖξον Σῇ ῥώμῃ κατ᾿ ἐχθρῶν, ὁρατῶν ἀοράτων ἀήττητον.

Ὦ Δέσποτα, Παντοκράτορ Κύριε, πλαστουργὲ τῆς ἀνθρωπίνης οὐσίας, Πάτερ, Υἱὲ καὶ τὸ ἅγιον Πνεῦμα, τὸν ἐν δεινοῖς καὶ βασάνοις οἰκέτην Σου, ἀνάδειξον ῥώμῃ τῇ ἐκ Σοῦ, ἀριστέα λαμπρὸν καὶ ἀήττητον.


Ἐπίσκεψαι, τῇ χάριτί Σου Θεὲ τῶν ὅλων, τόν ἐν πίστει εἰλικρινεῖ εἰς Σὲ ἀτενίζοντα, καὶ δὸς αὐτῷ ἐν τοῖς δεινοῖς, ὑπομονὴν καὶ ἀνδρείαν.

Ἀξίωσον, τὸν θεῖον δρόμον διανῦσαι τοῦ μαρτυρίου, καὶ πίστιν τὴν εὐσεβῆ τηρῆσαι τὸν δοῦλόν Σου, καὶ ἀφθαρσίας ἐκ Σοῦ κομίσασθαι τὸ στέφος.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Θεαρχία τριφαὴς ὑπερούσιε, Πάτερ, Υἱὲ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἱκεσίαις τῶν ἀπ᾿ αἰῶνος Ἁγίων τῶν Σῶν, πάρεσο νῦν, ὡς ἀγαθή, εἰς τὴν ἐπίσκεψιν τοῦ Σοῦ, ἀθλητοῦ καὶ ἐλάφρυνον, ἄλγη τὰ τῶν βασάνων, δριμύτητα τὴν τῶν πόνων, ἵνα δοξάσῃ ἐναθλῶν, τὸ πανάγιόν Σου Ὄνομα.

Προκείμενον.  
Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
Στ. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.

Εὐαγγέλιον ζήτει τῆς Παρασκευῆς τῆς Ζ´ ἑβδομάδος τοῦ Λουκᾶ.
Εἶπεν ὁ Κύριος. Οὐδὲν συγκεκαλυμμένον, ὁ οὐκ ἀποκαλυφθήσεται...

Δόξα
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.


Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Τριὰς όμοούσιε, Πάτερ,Υἱὲ καὶ τὸ Πνεῦμα, μονὰς τρισυπόστατε, ὁ Θεὸς τοῦ σύμπαντος, ἐπικάμφθητι, τῷ δεινῶς πάσχοντι, ἐν εἱρκτῇ δούλῳ Σου, ταῖς βασάνοις καὶ κακώσεσι, τὴν ἀήττητον, ἄνωθεν ἰσχύν Σου κατάπεμψον, καὶ ῥῶσον καὶ κραταίωσον, τὴν ψυχὴν αὐτοῦ σὺν τῷ σώματι, ἵνα μέχρι τέλους, ἀκλόνητος ἐν πίστει τῇ εἰς Σὲ ,ἀναδειχθῇ καὶ κομίσηται, στέφος τῆς ἀθλήσεως.

ΕΥΧΗ ΙΚΕΤΗΡΙΟΣ
ὑπὲρ τοῦ ἐνεργείᾳ ἐναθλοῦντος ὑπὲρ τῆς Ἁγίας Πίστεως.
Ποίημα τοῦ Σεβ. Ἱεροδιδασκάλου κυρίου Ἀθανασίου τοῦ Παρίου.

Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ Πλάστης καὶ Δημιουργὸς τῶν ὄντων πάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἡ δύναμις τῶν ἀδυνάτων, ὁ στηριγμὸς τῶν κλονουμένων, ὁ τῶν ἑστώτων ἑδρασμὸς καὶ τῶν πιπτόντων ἀνόρθωσις, ὁ τῶν πλανωμένων ὁδηγὸς καὶ τῶν ἀπηλπισμένων ἐλπίς, ὁ τῶν ἀθλούντων ἀλείπτης καὶ τῶν νικώντων στεφανίτης, ὁ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως εἰδὼς καὶ ταύτην μὴ ἀπαξιώσας φορέσαι, ὁ μὴ ἐλθὼν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὁ εἰπὼν διὰ τοῦ Προφήτου Σου, «οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν»· Αὐτός, Δέσποτα Φιλάνθρωπε, Πανοικτίρμον καὶ Πολυέλεε Κύριε, πρόσδεξαι καὶ τὸν δοῦλόν Σου (τὸν δεῖνα), τὸν πρώην μὲν ἢ γνώμης ἐλαφρίᾳ ἢ βίᾳ καὶ ἀνάγκης ἐπαγωγῇ καὶ δόλῳ καὶ ἀπάτῃ τοῦ ἀρχεκάκου ὄφεως ἐξομώσαντα, φεῦ, τὸ Σὸν Πανάγιον καὶ Προσκυνητὸν Ὄνομα, ἐνώπιον τῶν ἀθέων τυράννων, τῶν ἐχθρῶν τῆς ἁγίας Σου πίστεως καὶ τῇ πλάνῃ τῆς ἀθεότητος κατακολουθήσαντα, νῦν δὲ ἐν ἐπιγνώσει γενόμενον τοῦ ἰδίου πτώματος καὶ τὴν ἧτταν ἀναπαλαῖσαι βουληθέντα καὶ ἤδη καὶ εἰς τὸ στάδιον ἐλάσαντα τῆς ἀθλήσεως, τὸ πᾶν ἐξαναρτήσαντα τῆς Σῆς παντοδυνάμου βοηθείας καὶ χάριτος. Καὶ τοίνυν Σοῦ δεόμεθα καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι, Ἰησοῦ Χριστέ, Θεὲ ἀληθινέ, Παντοδύναμε καὶ Παντοκράτορ· ἐνίσχυσον, στήριξον, κραταίωσον εἰς τέλος τὸν ὑπὲρ Σοῦ καὶ τῆς ἁγίας Σου Πίστεως ἀθλοῦντα δοῦλόν Σου (τὸν δεῖνα) καὶ τῆς Σῆς ἀληθείας Μάρτυρα τέλειον ἀνάδειξον. Σὺ γὰρ εἶπας, Δέσποτα, διὰ τοῦ ἁγίου Σου στόματος, ὅτι «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν». Καὶ πάλιν ἑτέρωθι, ὅτι «τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής». Σὺ εἶπας καὶ ἡμεῖς ὁμολογοῦμεν. Διὰ τοῦτο, φιλόψυχε καὶ ψυχοσῶστα Κύριε, δέξαι καὶ τοῦτον μεταγνόντα ἐπὶ τῇ ἰδίᾳ ἀφροσύνῃ καὶ ἤδη ἐνώπιον τῶν ἀνθρώπων ὁμολογοῦντα Σὲ μόνον Θεὸν ἀληθινὸν καὶ Κριτὴν ζώντων καὶ νεκρῶν, ὡς ἐδέξω καὶ τὴν ὁμολογίαν τοῦ Ἀποστόλου Σου Πέτρου καὶ Ἰακώβου τοῦ Πέρσου καὶ πλείστων ἄλλων ὁμοιοπαθῶν αὐτῷ· καὶ ἀξίωσον αὐτὸν τῇ ἀφάτῳ Σου φιλανθρωπίᾳ, ἐπιθεῖναι τῇ καλῇ αὐτοῦ ὁμολογίᾳ καὶ γενναίᾳ ἐνστάσει τὸ παρὰ πᾶσιν εὐκταιότατον τέλος, ὥστε καὶ πάντας εὐφράναι τοὺς πιστοὺς καὶ ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ δοξασθῆναι τὸ Πανάγιον Ὄνομα Σοῦ τοῦ Ἀρχηγοῦ καὶ Θεμελιωτοῦ τῆς Ἁγίας ἡμῶν Πίστεως, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, τῇ μιᾷ καὶ μόνῃ θεαρχικωτάτῃ καὶ ζωαρχικωτάτῃ Τριάδι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μονιμότης κρυφία, ἀνεκφοίτητος ἵδρυσις, Πάτερ ἄναρχε, τὸν δοῦλόν Σου ἀθλοῦντα, ἐνίδρυσον τῇ πίστει, ἐκ καρδίας Σοι μέλποντα· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Ἀλογήσας βασάνων καὶ ζωῆς ἀφειδήσας, Χριστὲ, ὁ δοῦλός Σου, προείλετο τὸ πάσχειν καὶ θνῄσκειν γηθοσύνως, μελῳδῶν Σοι τῷ κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τὸ παρέχον ἀνδρείαν, ταῖς ψυχαῖς τῶν Μαρτύρων, Πνεῦμα Πανάγιον, τῇ Σῇ ἐπιφοιτήσει, ἐνίσχυσον ἀθλοῦντα, καὶ βοῶντα τὸν δοῦλόν Σου· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Ἱκεσίαις Μαρτύρων, Προφητῶν, Ἀποστόλων, Τριὰς ἀμέριστε, τὸν πόθῳ Σου ἀπλέτῳ, δεινῶς ἐγκαθειργμένον, ἐνδυνάμωσον ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ὁ ἀϊδίως, ἐξ ἀϊδίου γεννήτωρ, καὶ ἀνάρχως προβολεὺς ῥῶσιν δίδου, τῷ ἐν ταῖς βασάνοις, ὑμνοῦντί Σου τὸ κράτος.

Χριστὲ βραχίων, καὶ δεξιὰ τοῦ Ὑψίστου, χεῖρα βοηθείας παράσχου, τῷ ἐν ταῖς βασάνοις, ὑμνοῦντί Σου τὸ κράτος.

Τὸ παντοδύναμον, καὶ παντοκρατὲς θεῖον Πνεῦμα, δύναμιν ἐξ ὕψους παράσχου, τῷ ἐν ταῖς βασάνοις, ὑμνοῦντί Σου τὸ κράτος.

Ἡ πανσθενής, καὶ παντουργικὴ Θεαρχία, νεύρωσον καὶ ῥῶσον ἑξ ὕψους, τὸν ἐν ταῖς βασάνοις, ὑμνοῦντί Σου τὸ κράτος.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυρία Θεοτόκε, πάντων προστασία, πρὸς τὸν Θεὸν καὶ Πατέρα πρεσβείαν ποιοῦ, ὑπὲρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὸν δοξάζοντος.

Κυρία Θεοτόκε, μητρικὰς πρεσβείας, πρὸς τὸν Υἱόν Σου προσάγαγε, Ἄχραντε, ὑπὲρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὸν δοξάζοντος.

Κυρία Θεοτόκε, πρὸς τὸ θεῖον Πνεῦμα, τὸ ἀγαθὸν ἱκεσίαν προσάγαγε, ὑπὲρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὸ δοξάζοντος.

Κυρία Θεοτόκε, θείᾳ παῤῥησίᾳ, τὴν Παναγίαν Τριάδα ἱκέτευε, ὑπέρ τοῦ νῦν ἐν τοῖς ἄθλοις Αὐτὴν δοξάζοντος.


Μεγαλυνάριον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Πάτερ, Λόγε, Πνεῦμα, ὁ εἷς Θεός, ταῖς τῆς Θεοτόκου, ἱκεσίαις ὡς ἀγαθός, τὸν νῦν ἐν βασάνοις, τὸν δρόμον διανῦσαι, ἀξίωσον Οἰκτίρμον, ὑπὲρ τῆς δόξης Σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σύνθρονε, ὁμότιμε Τριάς, Πάτερ καὶ Υἱὲ καὶ τὸ Πνεῦμα, δέξαι ὡς εὔσπλαγχνος, τὴν ἡμῶν τῶν δούλων Σου θερμὴν παράκλησιν, ἣν ἐξ ὅλης προσάγομεν, ψυχῆς καὶ καρδίας, πρὸς τὴν ὑπεράπειρον Σὴν ἀγαθότητα, ὑπὲρ τοῦ ἀθλοῦντός Σου δούλου, καὶ ἰσχὺν ἐξ ὕψους παράσχου, ἵνα Σου δοξάσῃ τὴν Θεότητα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης