Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Πανοικτίρμονα και Πολυεύσπλαχνο Αγίαν Τριάδα Empty Παρακλητικός Κανών εις την Πανοικτίρμονα και Πολυεύσπλαχνο Αγίαν Τριάδα

Την / Το Δευ Αυγ 12, 2019 12:12 pm
Παρακλητικός Κανών εις την Πανοικτίρμονα και Πολυεύσπλαχνο Αγίαν Τριάδα

Παρακλητικός Κανών εις την Πανοικτίρμονα και Πολυεύσπλαχνο Αγίαν Τριάδα Agiatr10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Είτα τά τροπάρια ταΰτα.

Ήχος δ’. Ο ὐψωθείς ἐν τῶ Σταυρῶ

Οὶ άμαρτήμασι πολλοῖς βαρυνθέντες, καὶ τάς καρδιάς καί ψυχάς μολυνθέντες, ἐν συντριβῆ καρδίας Σοὶ προσπίπτομεν πιστῶς, ἄναρχε, ἀόρατε, έπουράνιε Πάτερ, σύμμορφε, συνάναρχε, συναΐδιε Λόγε, και θεῖον Πνεύμα, λύτρωσαι ἠμᾶς, ἐκ πάσης νόσου ψυχῆς τε καὶ σῶματος.

Δόξα. "Ομοιον.
Τούς εὶς τό ὄνομα τὸ Σόν βαπτισθέντας, Τριάς 'Αγία και τανῦν εὐρεθέντας, εἰς Αντίχριστου χρόνους και ήμέρας πονηράς, στήριξον, ἐδραίωσον έν τῆ Σῆ Έκκλησία, Δέσποτα φιλάνθρωπε, καὶ ἐν ῶρα ἀνάγκης, την Σήν έξ ῦψους δός ήμῖν ίσχύν, καί τῶν ἀνόμων βουλάς διασκέδασον.

Καί νΰν. "Ομοιον.
Ο τὴς Τριάδος ἀγιώτατος οἴκος, ή τῆς Θεότητος σκηνή παναγία, ἐν ὴ Πατήρ ηὐδόκησεν, ό πάντων Θεός, Πνεῦμα δὲ τό "Αγιον ἐπεσκίασεν ὄντως, καί Υιός ἐσκήνωσε, προελθών ἀπορρήτως, Σύ Θεοτόκε πάντων ή ἐλπίς• τούς Σε ύμνοῦντας κινδῦνων διάσωζε.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ό Κανών, ου ή άκροστιχίς:
«"Αδεται τῆ ‘Αγία Τριάδι ὔμνος».

(Έκτος τής άκροστιχίδος αί δύο ὠδαί στ’ καί η').

Ωδή α’. Ήχος δ’. ‘Αρματηλάτην Φαραῶ εβύθισε.

‘Αγία Τριάς ὀ Θεός ἐλέησον καὶ σῶσον ἠμᾶς.
Αρχή των ὄλων ὀρατῶν ἀπάντων τε, καί άοράτων Θεός, ὸ Πατήρ, ὸ Λόγος, Πνεῦμα τό Πανάγιο Μονάς ἠ τρισυπόστατος, συγκατάβηθι, δέξε την ἰκεσίαν των δούλων Σου, ἤν χαρμονικώς Σοί προσάγομεν.

‘Αγία Τριάς ὀ Θεός ἐλέησον καὶ σῶσον ἠμᾶς.
Διὰ παντός οἰ νοεροί διάκοσμοι, οὶ τών Άγγέλων. χοροί, Σοί Τριάς ‘Αγία, νοεροῖς τοΐς χείλεσι, *  ὔμνον ἀναπέμπουσι, μεθ’ ῶν δέξαι καί ταύτην τὴν ἰκεσίαν ῶς εὔσπλαγχνος, καὶ ταὸν ἰλασμόν ή δώρησαι.

Δόξα.
‘΄Ε ν τή Τριάδι ἠ Μονάς γνωρίζεται, έν τή Μονή Τριάς, μεριστή προσῶποις, ἐνική Θεότητι, ἀπρόσιτος, ἀνέκφραστος, προσιτή δι’ ἀγάπην, μία τής χρηστότητος, πᾶσι χεομένη τοῖς κτίσμασι.

Καί νϋν.
Τό άπ’ αιώνων όρισθέν μυστήριον, τό άκατάληπτον, τό Θεόν άνθρώποις συναναστραφήσεσθαι, ίροτοΐς όμοιωθήσεσθαι, συλλαβοϋσα Παρθένε, τούτον Θεάνθρωπον ἔτεκες, "Ον ύπέρ ἠμῶν καθικέτευε.



Ώδή γ’.  ‘Ο στερεῶσας κατ’ἀρχάς
‘Ακαταλήπτως ὸ Υιός, πρό τοῦ τὸν κόσμον παρεῖναι, ἀχωρίστως τῶ Πατρί συνυπῆρχε, καὶ τὸ Πνεῦμα τῶ Πατρὶ καὶ τῶ Υίῶ ἀχώριστον, τρία ὲν τοῖς προσώποις, ἀλλ’ ὴνωμένα Θεότητι.

‘Ιερωτάταις ἐν ὠδαῖς, Σὲ τὴν ἀόρατον Φύσιν, εὐλαβῶς ύμνολογοῦντες βοῶμεν Παντουργέ, Παντοποιέ, τὴν κτίσιν κατοικτείρισον, καὶ τοῖς λατρεύουσί Σοι, νοῦν καὶ καρδίαν χαρίτωσον.

Τῶν Προφητών Σου ὸ χορός, τῶν ’Αποστόλων ὸ δῆμος, καί ἀπάντων τῶν ‘Αγίων αῖ τάξεις, ὐπερούσιε Τριάς, ἀπαύστως Σε δοξάζουσι, καὶ τοῖς ὲν γῆ αίτοῦνται, τοὺς οἰκτιρμούς  Σου φιλάνθρωπε.

Θεοτοκίον
Η πλατυτέρα ούρανῶν, ή Παναγία Παρθένος τὸν ἀχώρητον ἐν πάση τῆ κτίσει, ἐν γαστρί παρθενικώς, συνέλαβε καί ἔτεκε, καὶ Θεοτόκε• μόνη, γνωρίζεται καὶ δοξάζεται.


Διάσωσον, ἀπό κινδύνων ἠμᾶς ὤ Τριάς ‘Αγία, τὸν ἐν ὀρθοδόξω πίστει Σοί λατρεύοντας, καί εὐσεβώς άεί Σε προσκυνοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
‘΄Ηχος β'. Εύσπλαγχνίας.

Εὐσπλαγχνίας τό πέλαγος ἠμῖν ὐφαπλώσας, ὐπέδεξαι ἠμᾶς Έλεήμον. Βλέψον εὶς λαόν τὸν Σὲ δοξάζοντα, δέξαι τάς ὠδάς τῶν αἰτουμένων Σὲ Τριάς Μονάς ἄναρχε• εἰς Σὲ γάρ ἐλπίζομεν τὸν τῶν ὄλων Θεόν, τῶν πταισμάτων δοῦναι τήν συγχώρησιν.


Ωδή δ’. Σὺ μου ισχῦς, Κύριε.
Αδυνατεΐ, δόξαν καὶ αῖνον ἐπάξιον, σοὶ προσάγειν, πᾶσα ή ἀσώματος, καὶ ὐλική φύσις ὠς ἐκ  Σοῦ, ὔπαρξιν λαβοῦσα, δυναμουμένη καὶ στήκουσα, Τριάς Ύπεραγία• πλὴν τὴν δέησιν ταύτην, ἰκετεύομεν Εὔσπλαγχνε, πρόσδεξαι.

Γήν ἐν άρχῆ, καὶ οὐρανόν ἐστερέωσας, ἐν ἰσχύῖ τῆ παντοδυνάμω σου, ὸ ”Ων Πατήρ σύν τῶ παντουργῶ, Λόγω καὶ τῶ Θείω, ὀμοδυνάμω τε Πνεύματι, τὴν θάλασσαν καὶ πάντα, τὰ ἐν τούτοις• διό σου, τοὺς πολλούς οἰκτιρμούς πᾶσι δώρησαι.

‘΄Ινα τῆς Σῆς, δόξης καὶ θείας λαμπρότητος, καὶ ἐτέρα γένηται συμμέτοχος, φύσις κτιστή, πάνσοφε Θεέ, ἄνθρωπον ἐκ δύο, ψυχῆς καί σώματος  ἔπλασας, ὠς ὄντως μέγα κόσμον, ἐν σμικρῶ  καί βοῶντα• τή δυνάμει σου δόξα φιλάνθρωπε.

Ο ὐκ ῆν ποτέ, ὄτε ούκ ῆν, ἀνακράζομεν, ό Υιός καὶ Λόγος• ἐν άρχῆ γὰρ ῆν, ἄμα Πατήρ ἄμα καί Υιός, ἄμα καὶ τό Πνεῦμα, συναϊδίως ἐκλάμπουσα, Ένὰς ή τρισσουμένη, καί Τριάς ένουμένη. ’Ακατάληπτε  Κύριε, δόξα σοι.

Θεοτοκίον
‘΄Αλλην σκηνήν, καθαρωτάτην γινώσκομεν, τήν ἀγίαν Πάναγνε γαστέρα σου, φιλοξενήσασαν ἀληθώς, τής σεπτής Τριάδος, τὸν ἔνα καὶ σωματώσασαν, ἀγνῶν σου ἐξ αἰμάτων Αύτόν οῦν έκδυσῶπει, ύπέρ πάντων ἠμῶν των ὐμνούντων σε.


Ώδή ε’.  ‘΄Ινα τὶ με ἀπῶσω.
Τόν ἀόρατον φύσει, "Ον ούδείς ανθρώπων έώρηκε πώποτε, ἐν τῶ ’Ιορδάνη, τον Χριστόν Ίησοῦ  ἐωράκαμεν, και φωνήν Πατρόθεν, ἠκούσαμεν καὶ θεῖον Πνεῦμα, τῶ Χριστῶ ἐπελθόν ὠσει πέλεια.

Ρητορεύουσαι γλῶσσαι, αΐ τῶν ἀλιέων ἀθρόον δείχθησαν, τοῦ πυρός ἐν εἴδει, έπελθόντος αεὶ τοῖς θείου Πνεύματος, δι’ Υἰού πεμφθέντος, έκ του Πατρός, διό βοῶμεν ’Αγαθέ τάς ψυχάς ἠμῶν φώτισον.

Ἰλασμόν ἠμῖν πᾶσι, τοῖς ἐν ὀρθοδόξω σὲ πίστει δοξάζουσι, καὶ λατρεύουσί σοι, Παναγία Τριάς Ύπεράγαθε καί ψυχῆς ὐγείαν, δίδου καί σώματος τὴ ρῶσιν, καὶ πταισμάτων πολλῶν τὴν συγχώρησιν.

‘Ανεικάστω ίσχύϊ, ἄπαντα τὸν κόσμον ἐποίησον Κύριε, καὶ μυρίους ἀλλους, δυνατόν σοι εἴθελεν τοῦ ποιήσασθαι πάντα δυνατά σοι, παντοποθεν  Τριάς 'Αγία, πάντας οῦν ὠς οἰκτίρμων ἐλέησον.

Θεοτοκίον
Ακαταληπτόν ὄντως* ἠ τοῦ Λόγου ὐπόστασις πΰρ τὸ ἀπρόσιτον, ἐχωρήθη ὄλη, ἐν γαστρί ἀναλλοίωτος μείνασα, φύσει ἐνωθεῖσα, τῆ ἀνθρωπίνη παραδόξως, καὶ ἠμεῖς δι’ αὐτῆς ἐθεώθημεν.


Ωδή στ’. Τὴν δέησιν εκχεῶ.
Προάναρχε, ’Αγαθέ, ’Αόρατε, ‘Υπερούσιε Θεέ Παντοκράτορ, Πατήρ ό Νοῦς, ή πηγή καὶ αἰτία, τῶν * ἐκφυέντων σου Λόγου καί Πνεύματος, σπλαγχνίσθητι καὶ δὸς ήμῖν, τα πολλά καὶ ἀρχαῖα ἐλέη σου.

Θεάνθρωπε, ἐλεῆμον, εὔσπλαγχνε, Πανοικτίρμον τοῦ Πατρός Υιέ καί Λόγε, τοῦ διὰ Σοῦ, ὸρατόν πάντα κόσμον, καὶ τὸν ἀόρατον Πνεύματι πήξαντος. Άλλ’ ῶ Παντάναξ Ίησοῦ! Σῶσον δὴ ὸ Σωτήρ τᾶς ψυχάς ἠμῶν.

Παράκλητε, ’Αγαθέ, Πανάγιε, ὀμοούσιε Πατρι καὶ τῶ Λόγω* εἰρηνικόν, καὶ οὐράνιον Πνεῦμα, πηγή σοφίας, τὸ φῶς, ή Ζωή ἠμῶν, ἐλθέ καί σκήνωσον ἐν ἠμῖν, καὶ παντός μολυσμοῦ ἀποκάθαρον.

Θεοτοκίον.
Παντάνασσα, Παναγία Δέσποινα, Παναμώμητε 'Αγνή Θεομήτορ, τὸ ἐκλεκτόν, πρὸ αἰῶνων ἀπάντων, τοῦ Θεοῦ Λόγου ἀγνόν οἰκητήριον, καὶ Τὸν του Μήτηρ ἀληθής, καὶ ἠμῶν τῶν πιστῶν ὴ βοήθεια.


Διάσωσον, ἀπό κινδύνων ἠμᾶς, ῶ Τριάς 'Αγία, τοῦς ἐν ὀρθοδόξω πίστει σοί λατρεύοντας, καί εὐσεβώς ἀεί σε προσκυνοῦντας.

‘΄Αχραντε, ὴ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐσχάτων τῶν ἠμερών, τεκοῦσα, δυσώπησον, ώς ἐχουσα μητρικήν παρρησίαν.

Αῖτησις, τό Κύριε έλέησον, εῖτα τό Κοντάκιον.
Ήχος β'. Προστασία τῶν Χριστιανῶν.

‘Ε κκλησία τῶν Χριστιανῶν ἠ ’Ορθόδοξος, ἀνυμνεί σε Παναγία Τριάς ὸ Θεός ὴμῶν μή παρίδης  ἀμαρτωλούς οἰκέτας σου ἠμᾶς, ἀλλά δώρησαι πάσιν ήμϊν, τὴν σὴν βοήθειαν ταχύ, τοῖς πιστῶς σοὶ κραυγάζουσι ρῦσαι πάσης μανίας, καὶ κακίας τῶν ἀντιχρίστων, καὶ τὴν πίστιν ἠμῶν πρὸς Σέ, διατήρησον ἀκλόνητον.


Προκείμενον
Τῶ Λόγω Κυρίου οὶ οὐρανοί ἐστερέωθησαν, καί τῶ Πνεύματι τοῦ στόματος Αύτοῦ, πάσα ἠ δύναμις αὐτῶν. (Δίς).
Στίχ. Οὶ ουρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δε χειρῶν Αὐτοῦ, ἀναγγέλλει τὸ στερέωμα.

ΕΥΑΓΓΕΛΙΟΝ έκ τοῦ κατά Ματθαίον.

Τῶ καιρῶ ἐκείνω, οἰ ἔνδεκα μαθηταί ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εΐς τὸ ὄρος οῦ ἐτάξατο αὐτοῖς ὸ ‘Ιησοῦς. Και ἰδόντες αὐτόν προσεκύνησαν αὐτῶ, οἰ δε ἐδίστασαν. Και προσελθών ό Ίησοῦς ἐλάλησεν αύτοῖς λέγων. ἐδόθη μοι πάσα ἐξουσία ἐν οὐρανῶ και ἐπῖ  γῆς. Πορευθέντες οῦν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοῦς εὶς τὸ ὄνομα τοῦ Πατρός και τοῦ Υίοῦ και τοῦ ‘Αγίου Πνεύματος, διδάσκοντες αὐτοῦς τηρεῖν πάντα όσα ἐνετειλάμην ύμῖν καὶ ἰδού ἐγώ μεθ’ ὐμῶν εἰμί πάσας τὰς ἠμέρας, ἔως τῆς συντέλειας τοῦ αἰῶνος• ἀμήν.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ὴ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νϋν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Έλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ήχος πλ. β'. "Ολην ἀποθέμενοι.

Δ εῦτε προσκυνήσωμεν, τὴν Παναγίαν Τριάδα, καὶ καθικετεύσωμεν, οὶ ταῖς παραβάσεσι βαρυνόμενοι, ῶ Θεέ εὔσπλαγχνε! μόνε άνεξίκακε, τᾶς ψυχάς ἠμῶν οἰκτείρησον, ῶς ἀναμάρτητος, πταίσματά τε πάντα συγχώρησον, Σὺ γὰρ εὶ Ποιμήν ἠμῶν πρόβατα ἠμεῖς ὀρειάλωτα, μὴ παραχώρησης, πεσεῖ ἠμᾶς εὶς χεῖρας τοῦ ἐχθροῦ, ἀλλ’ ὠς φιλάνθρωπος δός  ἠμῖν, τὸ μέγα σου ἔλεος.


Σώσον ό Θεός τόν λαόν σου... Τό, Κύριε έλέησον ιβ'

’Ωδή ζ’.Παῖδες ‘Εβραίων ὲν καμίνω.

Δύο πηγάς δυσσεβοφρόνως, τῆς Θεότητος δόξάζουσι Λατῖνοι, ἀλλ’ ἠμεῖς εὐσεβῶς, μίαν πηγήν καὶ ρίζαν, τοῦ Λόγου καὶ τοῦ Πνεύματος, τον  Πατέρα προσκυνοῦμεν.

'΄Ίσοι Θεότητι καὶ δόξη, τῶ Πατρί εΐσίν ὸ Λόγος καὶ τὸ Πνεῦμα, ἐν ἀπρόσιτον φῶς, καί ἄβυσσος ἐλέους. ‘΄Ω, Κύριε ἐλέησον! Τοὺς πιστῶς σε προσκυνοῦντας.

‘΄Υμνον καί δέησιν προσδέχου, Τριάς "Αναρχε κα τήν «Δοξολογίαν»* ἤν ἐν πόθω πολλῶ προσέφερον καὶ δίδου, ρανίδα τῆς Σῆς χάριτος, καὶ πταισμάτων μου τὴν λῦσιν.

Θεοτοκίον
Μέγα καινόν εἴδεν ἠ κτίσις, ἐν τῆ Κώμη Βηθλεέμ τὸν ξένον τόκον, Θεός τὸ τεχθέν, ἠ Μήτηρ δέ Παρθένος, Ήν ἀνυμνοῦντες λέγομεν χαῖρε Κεχαριτωμένη.


Ώδή η'. Τὸν ἐν ὄρει ἀγίω.
Παλαιόν ἠμερῶν και ἐπί θρόνου, Δανιήλ θεωρεῖ, καὶ τὸν Υιόν ἀνθρώπου, τὸ θεῖον Πνεῦμα ῶς αὐτόν ἐνίσχυσε. Δέσποτα παράσχου, δῦναμιν σοῖς δούλοις, ὐμνεῖν σε εἰς αἰῶνας.

Πᾶσαν γαῖαν χαρίτων τῆς Τριάδος, πληρουμένην όρᾶ ό ζηλωτής Ήλίας, τρεῖς εἰς αὐτήν τελῶν ἐκχύσεις ὔδατος• θείου ζήλου πλῆσον, Κύριε τούς πίστει, ἀεί σὲ εὐλογοῦντας.

Στίχ. Εύλογοΰμεν Πατέρα,Υίόν, καί "Αγιον Πνεύμα, τον Κύριον.

‘Ησαίας έν θρόνω ἐπηρμένω, τὸν Θεόν Σαβαῶθ τοῖς ὀφθαλμοῖς ἐώρα, καὶ ἐν πολλῶ τῶ δέει Έξαπτέρυγα, ἄγιος βοῶντα, "Αγιος Άγιος, ὸ Θεός εὶς τοὺς αἰῶνας.

Και νΰν.
Μωϋςῆς ἐν τῆ βάτω κατενόει, τοῦ σοῦ τόκοῦ 'Αγνή, μυστήριον τό μέγα• ὄλον ἐν σοὶ πῦρ γὰρ τὴς Θεότητος, ὤκησεν ἀφλέκτως• ὄθεν σε ὐμνοῦμεν, εἰς πάντας τοῦς αιῶνας.



Ώδή θ'. Εξέστη ἐπί τοῦτω.
Νυμφίε ὠραιότατε Ίησοῦ, τὴν πτωχήν μου καρδίαν ἀγάπησον, και σεαυτῶ, οίκον κατασκεύασον φωτεινόν, σὺν τῶ Πατρί σου ἔλθετε, καὶ τῶ θείω Πνεύματι καὶ μονήν, ποιήσατε ἀγίαν, Αγγέλου θυμηδίαν, καὶ πᾶσι δαίμοσιν ἀπρόσιτον.

Ούκ οἴδαμεν ἐκτός σου ἄλλον Θεόν, τᾶς δέ χεῖραν ήμών πρός ἀλλότριον, θεόν ποτέ, οὺ διεπετάσα μεν δουλικῶς, ἀλλ’ εί καὶ άμαρτάνομεν, πρός Σὲ ἐπιστρέφομεν εὐλαβῶς• οἰκτείρησον καὶ σῶσον Τριάς Ύπεραγία, τοὺς σοῦς οἰκέτας ῶς φιλάνθρωπος.

Συνάχθητε χορεῖαι τῶν Μοναχῶν, Ιερεῖς κα Λευῖται ἀθροίσθητε, μετά πιστῶν, καί Ιεροψάλται μελωδικώς, ὐμνοῦντες προσκυνήσωμεν, τον Δημιουργόν ἠμῶν και Θεόν, Πατέρα, Λόγον, Πνεῦμα, αἰτοῦντες ἠμῖν δοῦναι, και Βασιλείαν τὴν οὐράνιον.

Δόξα.
Ὠ χάριτος μεγάλης καὶ δωρεᾶς, ῆς ἀνθρῶπων τό γένος ἠξίωται, ἐν τῶ Χριστῶ! Σῶμα γὰρ τὸ γήινov θεωθέν, εἰς οὐρανούς ἀνύψωται, καὶ θρόνω συγκάθηται Πατρικῶ. ’Ώ δόξης ἀνεκφράστου, καὶ θείας χαρμοσύνης! ῆς ὸ Θεός ἠμᾶς άξίωσον.

Καί νΰν.
‘΄Ανύμφευτε Παρθένε ὴ τὸν Θεοῦ, Θεόν Λόγον ἀφράστως κυήσασα, σοῖς ὐμνηταῖς, ’Άφεσιν πταισμάτων τὸν σὸν Υἰόν, Νέμειν αὐτοίς ἰκέτευε• "Απαντα γὰρ δύνασαι ἀληθῶς. Συνέτισον οῦν πάντας• ’Ιδού γὰρ μετ’ ὀλίγον, Ό χρόνος φέρει τὴν Συντέλειαν.


Άξιον εστίν ῶς ἀληθώς μακαρίζειν σε τὴν Θεοτόκον, τῆν αεἰμακάριστον καὶ παναμώμητον και μητέρα τοῦ Θεοῦ ἠμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Ἀξιόν έστιν ῶς ἀληθῶς, τὴν ὐπέρθεον ὐμνεῖν Τριάδα, την πανυπερένδοξον καὶ ὐπερύμνητον, τον φιλάνθρωπον Θεόν ἠμῶν.

Πατέρα τὸν ἄναρχον καὶ Θεόν, συνάναρχον Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἀγαθόν, ἀχώριστον μίαν καί ἄναρχον ουσίαν, τρισάριθμον Μονάδα, ῦμνοις τιμήσωμεν.

Υμνήσωμεν πάντες θεοπρεπῶς, ἄσμασιν ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἰόν, καὶ Πνεῦμα τὸ Θειον, τρισυπόστατον κράτος, τὴν μίαν βασιλείαν καὶ κυριότητα.

Τὰς ἀκτινοβόλους σου ἀστραπάς, λάμψον μοι Θεέ μου, Τρισυπόστατε Παντουργέ, καὶ οίκον με δεῖξον, Σής ἀπροσίτου δόξης, φαιδρόν καί φωτοφόρον καὶ ἀναλλοίωτον.

Τρεῖς ταῖς ὐποστάσεσιν ή Μονάς, μία τη Οὐσία τὴς Θεότητος ὴ Τριάς, ὸ Πατήρ, ὸ Λόγος καὶ τὸ "Αγιον Πνεῦμα, Θεότης τρισαγία, Μονάς τρισήλιος.

Πάντων πρὸ αιῶνων μετά Πατρός, ὸ Λόγος ὐπήρχε, χθές καῖ σήμερον ὸ αὐτός, καὶ εὶς τοῦς αιῶνας, Θεάνθρωπος δ’ ἐσχάτως, καί ῶν καὶ διαμένων ῶς άναλλοίωτος.

Εῖδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα, ἐκ Πατρός διὰ τοῦ Υίοῦ, φωτίζον καρδίας, τῶν πίστει προσκυνοῦντων, Τριάδα Παναγίαν την ἀδιαίρετον.

΄Ιλεως γενοῦ μοι Τριάς σεπτή, τῶ ἐν ἀμαρτίαις ἀχρειώσαντι τὴν ψυχήν, καὶ δικαία κρίσει τῶ σώματι νοσοῦντι• ἀλλά μη μὲ στερήσης τὴς Βασιλείας Σου

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε προσκυνήσωμεν πιστοί, πόθω τὴν 'Αγίαν Τριάδα, Πατέρα ’Άναρχον, και Υιόν συνάναρχον, και Πνεῦμα "Αγιον, ἐκβοώντες καὶ λέγοντες• Θεέ πανοικτίρμον, πρόσδεξαι τὴν δέησιν ἠμῶν τῶν δούλων σου, ὄτι Σοὶ λατρεύομεν μόνω, καὶ Σὲ δυσωποῦμεν ἀξὶους, ποίησον ἠμᾶς τῆς Βασιλείας σου.

"Ετερον ὄμοιον.
Δέσποτα Χριστέ Παμβασιλεῦ, ἔφθασε καιρός ὄν προεῖπας, ἐπιστηρίζων ἠμᾶς, «γίνεσθε οῦν ἔτοιμοι» ὄτι πολλοί πειρασμοί, τοῖς ὲν γῆ ἐπελεύσονται, διὸ σοι βοῶμεν ὴ ήμερα κέκλικε καὶ πρὸς ἐσπέραν ἐστί, μεῖνον μεθ’ ἠμῶν Εὐεργέτα, σὐν Πατρί καί Πνεύματι Θείω, πάντων δυσχερῶν ἠμᾶς ρυόμενος.

Τόν Πατέρα δοξάσωμεν, τον Υἰόν προσκυνήσωμεν πάντες καί τό "Αγιον Πνεῦμα, πιστώς άνυμνήσωμεν.

Η ἐλπίς μου ὸ Πατήρ, καταφυγή μου ὸ Υἰός, σκέπη μου τὸ ‘΄Αγιον Πνεῦμα, Τριάς ‘Αγία δόξα σοι.

Τὴ πρεσβεία Κύριε, πάντων τῶν ‘Αγίων καί τής Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἠμῖν, καὶ έλέησον ἠμᾶς, ῶς μόνος Οΐκτίρμων.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης