Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός Κανών εις πάντας τους αθλήσαντες εν Χριστώ Στρατιωτικούς Αγίους Empty Παρακλητικός Κανών εις πάντας τους αθλήσαντες εν Χριστώ Στρατιωτικούς Αγίους

Την / Το Δευ Αυγ 12, 2019 10:35 pm
Παρακλητικός Κανών εις πάντας τους αθλήσαντες εν Χριστώ Στρατιωτικούς Αγίους

Ποιήμα Αρχιμ. Νικοδήμου Αεράκη
Παρακλητικός Κανών εις πάντας τους αθλήσαντες εν Χριστώ Στρατιωτικούς Αγίους Aaaaoa10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά εξής Τροπάρια

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆν ἀθληφόρων βιοτῆν εὐφημούντες, τον χαριτῶσαντα αυτοῦς Θεόν Λόγον, λατρευτικῶς τιμήσωμεν βοῶντες θερμῶς σκέπασον ἔν τὴ δυνάμει σου, τοῦς πιστοῦς ὐμνητάς αυτῶν, πάσι δἐ χορήγησον τῶν ἀγίων τὴν χᾶριν, καὶ μιμητάς αξίωσον ἠμᾶς, ἀναδειχθήναι, τῶν ἐναθλησάντων σοὶ.

Δόξα. Τὸ αυτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴ Θεοτόκω ταπεινῶς εκβοῶμεν, οὶ απειλοῦμενοι εχθροῦ ταῖς ενέδραις, τὴ μητρική σοὺ σκέπασον αγάπη ἠμᾶς, δίωξον Θεὀχαρίτωτε, αντιδίκου τᾶς φάλαγγας, παῦσον τᾶς ορμᾶς παθῶν, καὶ δαιμόνων μανίαν, σὺ γὰρ υπάρχεις Δέσποινα ‘Αγνή, Μήτηρ καὶ σκέπη καὶ θεία ἄντίληψις.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ο Κανῶν, οῦ ὴ ακροστιχίς:
Χρἰστοφόροις ὀπλίταις ῶδή, Νικοδῆμου.


‘΄Ωδή α'. Ήχος πλ. δ'. ‘΄Υγράν διοδεύσας.

Χαρίτωσον Λόγε τον ὐμνωδόν, ὔμνήσαι ἀξίως, στρατιῶτας και ἀθλητᾶς, τοῦς τὴς ἀληθείας στεφανίτας, καἰ εὐφημήσαι αυτῶν το μαρτῦριον.

Ρητόρων τὴν δύναμιν οι κλεινοί, ενίκησαν ὄντως, οὶ τὴς χάριτος κοἰνωνοί• ἐν θαὔματουργἰαις τοῦ Δεσπότου, τῶν ἀσεβούντων πολλοῦς ἐσαγήνευσαν.

‘Ισχύι τοῦ Πνεύματος δὐσσεβείς, κατήσχυναν ἔργοις, οι καλλίνικοι ἀθληταί, κηρύττοντες πάσι ῶς Σωτήρας, τὸν Ιησοῦν σἀρκωθέντα ἐκ Πνεῦματος.

Θεοτοκίον
Σῦ πέλεις προπύργιον τῶν πιστῶν, ‘Αγνή Θεοτόκε και μεσίτρια πρὀς Θεόν, δυσῶπει σωθῆναι τοῦς τιμῶντας, τῶν αθλητῶν τὴν ζωήν τὴν πανθαῦμαστον.


‘΄Ωδή γ'. ‘Ουρανίας ἀψῖδος.
Τὴν πατρίδα τὴν άνω, οι εὐκλεείς μάρτυρες, καἰ τὴν βιοτήν τῶν ἀγίων ἐπιποθήσαντες, τοῦς επίγειους στρατοῦς κἀταλιπόντες ἐμφρόνως, ουρανοῦ κατέλαβον θεία σκηνῶματα.

‘Ουρανίων ταγμάτων, στρατιωτῶν πρὄκριτοι, μέτοχοι γεγόνασι πᾶντες, οι ἐναθλήσαντες ὀμολογούντες Χριστοῦ, τὴν σωτηρῖαν και χάριν, τῶν φθαρτῶν ἀπόλαυσιν ἀπαρνησάμενοι.

Φρυκτωρός τῶν ἔν ὄπλοις, στρατηλατῶν σῦλλογος, πέλει καἰ στηρίζει ἔν πίστει, τοῦς μεγαλῦναντας, τῶν αθλητῶν τἠν ζωήν και αἰκισμοῦς μαρτυρίων, τὴν ὀμολογία τε και θείαν εῦκλειαν.

Θεοτοκίον
Ουρανῶν πλἀτυτέρα τῶν μοναχῶν καῦχημα, και σεμνῶν μητέρων ο κόσμος, σωφρόνων ἔδρασμα, ἔν τὴ ἀγνεία τὴ σὴ, τοῦς εὐσεβείς στρατιῶτας, σαῖς λιταῖς πρὀς Κῦριον, φύλαττε ἄσπιλε.


Στερέωσον ἠμάς ἔν πίστει ὀμήγυρις ἀθληφόρε, ότι πέλετε πρὸς Θεόν ἰκέται θερμότατοι, ῶς ᾶριστοι μᾶρτυρες τοῦ Κυρίου.

Στερέωσον τοῦς ὀρθοδόξως τιμῶντας σε Θεοτόκε, ἐν τὴ πίστει τοῦ σοῦ ‘Υιού καὶ βίου παλαίσμασιν, ῶς έχουσα μἠτρικήν πἀρρησίαν.


Αῖτησις καἰ το κάθισμα.
Ήχος β'. Τα άνω ζητῶν.

Τοῖς άθλοις ὐμῶν, Χριστόν ἐκηρύξατε, Θεόν ἀληθή καὶ κύριον τὴς κτίσεως, στρατιῶται ἔνδοξοι, και Κυρίου στράτευμα ἔνθεον, διό πρεσβεύετε ἀεί πρὸς Ελεῆμονα ὐπέρ πάντων ἠμῶν.


‘Ωδή δ'. Εἰσακήκοα Κύριε.
Ρἠτορείας ἀθέων τε καὶ τᾶ τῶν ἀνάκτων άθεσμα δόγματα, κἀτεπάτησαν οι ἔνδοξοι ἀθληταῖ Χριστοῦ ἐν θείω Πνεῦματι.

‘Οδηγόν τὸν Θεάνθρωπον, ἐν ταῖς ἐκστρατείαις σχὄντες οι ἔνθεοι, τοῦς τυράννους κατενίκησαν καἰ τὰ θεία δῶματα κατέλαβον.

‘Ισχυροί ἐν τω σῶματι, τὰ τῶν πολεμῖων στίφη κατέλαβον καὶ ἀνᾶκτων πίστιν ἄθεον οὶ ὀπλίται τοῦ Χριστοῦ κατῆσχυναν.

Θεοτοκίον
Σωτηρίας ὴ πρόξενος, γέγονας Παρθένε τῶ θείω τόκω σοῦ, διό πάντες εὐφημούμεν σε, ῶς μητέρα τοῦ Σωτήρος ἄχραντε.


‘Ωδή ε'. Φῶτισον ἠμάς.
Όμματα ψυχής, ἐστραμμένα πρὸς τὰ κρείττονα οι ἀθλοφόροι έχοντες ἐς ἀεί, τῶν ἐπιγείων ἐν χάριτι κατεφρόνησαν.

Πίστει ἀληθεί, πειρασμῶν νυγμοῦς κατέβαλον καὶ διαβόλου πᾶσαν ἐπιβουλήν οι ἀθλοφόροι τηροῦντες θεία προστάγματα.

Λάμπουσιν ἀεί, ἐν Σιῶν οι τρἰσμακάριοι ἀπαρνηθέντες σκότος τὸ νοητόν καὶ τῶν ανάκτων διδάγματα ἀθεότητος.

Θεοτοκίον
Ίασαι ψυχῶν καἰ σωμάτων τὰ νοσήματα τῶν πρὀστρεχόντων μήτερα θεοσεβῶς, τὴ σὴ αγάπη καἰ σκέπη ‘Αγνή μητρόθεε.


‘Ωδή ς'. Τὴν δέησιν ἐκχεῶ.
Τιμήσωμεν βασιλείς θεόφρονας στρατηλᾶτας εὐσεβείας τοῦς στῦλους καὶ τοῦς ἀπλοῦς στρατιῶτας ἔν ζήλω ὀμολογήσαντας Λόγον τὸν ἄναρχον πρὸ βήματος τῶν ασεβῶν παρρησία δυνάμει τοῦ Πνεῦματος.

Ανύψωσαν πρὸς Χριστόν διάνοιαν καὶ τοῦ κόσμου ἀπαρήθησαν δόξαν καὶ τἠν ψυχήν αυτῶν ἔθυσαν πᾶντες οι στρατηλᾶται καὶ τᾶγματα γήινα, εἰσήλθον δὲ εὶς ουρανόν καθορῶντες Θεόν τον Τρισᾶγιον.

Ιδέτωσαν πολεμῖων φάλαγγες τῶν ἀγίων τὴν ουράνιον δόξαν, και οὶ πιστοί ταῖς μαρτῦρων πρεσβείαις τὴς αρετῆς τον σταυρόν νῦν ὀράτωσαν, βοῶντες πρὸς τὸν Ιησοῦν Σὴ δυνᾶμει ἠμάς καθαγίασον.

Θεοτοκίον
Σῦ ᾶχραντε τοῦς βροτοῦς ἠλέησας, Θεοτόκε τὴ σαρκῶσει του Λόγου ότι Θεός ἐν βροτοίς ἐπεφάνη και τῶ Σταυρῶ τοῖς ἀνθρώποις δεδῶρηται, τὴν λῦτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχής ἀναφαίρετον.


Στερέωσον, ἠμάς ἔν πίστει ὀμήγυρις ἀθληφόρε, ότι πέλετε πρὸς Θεόν ἰκέται θερμότατοι, ῶς άριστοι μάρτυρες τοῦ Κυρίου.

Στερέωσον, τοῦς ορθοδόξως τιμῶντας σε Θεοτόκε, ἔν τη πίστει τοὺ σοῦ Υιοῦ και βίου παλαίσμασιν, ῶς έχουσαν μητρικήν πἀρρησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ήχος β'. Προστασία τῶν Χριστιανῶν.

Τὴ τοῦ Χριστοῦ θείαν χάριν εδέξασθε ἔνδοξοι, και κρουνοῖς τῶν αιμᾶτων τὴν γὴν ἠγιάσατε, τὴς ἀθλήσει ὺπέρ Αυτόῦ ῶς μάρτυρες κλεινοί• διό ἐνισχύσατε ἠμάς, ἔν ἀγωνίσμασι δεινοίς, καὶ ποικίλαις, ετάσεσι, σῶσατε ἐκ κινδῦνων, καὶ πάντων τῶν πολεμοῦντων, τοῦς μακαρίζοντας ὐμάς, ῶς στεφθέντες ἐν τη ἄνω Σιῶν.


Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος

Ευαγγέλιον εκ του κατά Λουκάν. (Κεφ.21, 12-19)

Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένουςἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα
Ταῖς τῶν ἀθλοφόρων πρεσβεῖαις, ‘Ελεήμον εξάλειψον τὰ πλήθη τῶν εμῶν εγκλημάτων.

Καὶ νῦν
Ταῖς τὴς Θεοτόκου πρεσβεῖας, ‘Ελεήμον εξάλειψον τα πλήθη των εμῶν ἐγκλημἄτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Δεῦτε εὐφημήσωμεν στρατιωτῶν κὀρωνίδα, αθλητῶν τὸν σύλλογον, καὶ μαρτῦρων άφθιτον ἐγκαλλώπισμα, Τοῦ στρατοῦ ἔνδοξοι, αθληταῖ τοῦ Λόγου, καὶ τὴς πῖστεως οὶ κήρυκες δυνᾶμει Πνεῦματος εὐαγγελικώς ἀνεδείχθησαν, ὄθεν εἴς στρατείᾶν ουράνιον εἰσήγαγε Χριστός, τοῦς αθλητᾶς πρὸς ἀπόλαυσιν, ἀρρήτου αἰνέσεως.


‘Ωδή ζ'. Οὶ ἐκ τὴς Ιουδαῖας.
‘Ωπλισμένοι δυνάμει, στρατιῶται Κυρίου, Χάριτος θείας κλεινοί, ἠθλήσατε γενναῖως, Θεόν ὀμολογούντες, και βοῶντες ἔν ἄσμασιν, ὸ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εὶ.

Δεσποτείαν καὶ χάριν, ἀνεκήρυξαν πᾶσι, στρατιωτῶν ἀριστείς, Χριστοῦ του σαρκωθέντος, λυτρῶσαντος τὸν κόσμον, πρὸ ὸν πίστει βοῆσωμεν, ὸ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εὶ.

Η πλειάς τῶν μαρτῦρων, κατετάγη ἐμφρόνως, ἐν τὴ στρατεία Χριστοῦ, Θεόν τὸν ἔν Τριᾶδι, κηρῦτουσσα ἀθέοις, καὶ ὐμνούσα ἔν Πνεῦματι, ὸ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εὶ.

Θεοτοκίον
Νυσταγμοῦ τὴς καρδίας, ελευθέρωσον πᾶντας, Θεοκυήτορ ‘Αγνή, και πῦλην μετανοίας, υπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον, ὸ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εὶ.


‘Ωδή η'. Τὸν Βασιλέα.
‘Ιχνηλατούντες, στρατηλατῶν τὴν πορείαν, μιμησώμεθα τοῦτων τὴν πίστην τὸν Χριστόν υμνοῦντες, εὶς πᾶντας τοῦς αιῶνας.

Κατατρυφῶντες, των αρετῶν των μαρτῦρων, στρατιῶται πιστοί ἀνυμνούσι και υπερυψοῦσι, Χριστόν εἰς τοῦς αιῶνας.

Ομολογοῦμεν, Τριαδικήν μοναρχίαν καὶ σὺν τοῖς στρατηλᾶταις ὐμνοῦμεν, καὶ δοξολογοῦμεν, αυτήν εὶς τοῦς αιῶνας.

Θεοτοκίον
Δεδοξασμένη, ἔκ γηγενῶν ὴ Παρθένος, δευτερεία Τριάδος κατέχει, ὴς τὴν θείαν δόξαν, ὐμνεί εὶς τοῦς αιῶνας.



Ωδή θ΄. Κυρίως Θεοτόκον.
Η χάρις τῶν μαρτῦρων, στρατόν διασῶζει, ἔξ ἐπηρείας δαιμόνων καὶ νόσων δεινῶν, ἐπιστηρίζουσα πᾶντας ζωή τὴ κρείττὸνι.

Μακάριοι προστᾶται, πιστοῦς στρατιῶτας, τὰς αληθείας δογμάτων καὶ ήθη χρηστά, και Εκκλησίαις λατρείας σοφῶς διδάσκετε.

Ορῶμεν ἔν ἀγίοις, θείους στεφανίτας, κατατρυφῶντας τὴς θείας χαράς καὶ ζωής, σὺν πρωτοτόκοις καὶ πάσι, τοῖς ἐναθλήσασιν.

Θεοτοκίον
Υμνοῦντες τον Υιόν σοῦ, σε ομολογοῦμεν, ῶς Παναγία μητέρα Χριστοῦ τοῦ Θεοῦ και Ορθοδόξων προστάτιν καὶ καταφύγιον.
 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Δημήτριον, Νέστορα καὶ Μηνάν, Λογγίνον, Ανδρέαν, Θεοδῶρους τοῦς εὐκλεείς, Γεῶργιον μέγαν, Μερκοῦριον και Σάββαν, Εὐστάθιον τὸν θείον, ἀνευφημήσωμεν.

Ισίδωρον, Δόμνον, Βιβιανόν, Αρέθαν καὶ Βάκχον, Πρωτολέοντα θαυμαστοῦς, Καλλίστρατον, Βάπτον, Ιάκωβον, Ορέστην, Πορφῦριον, Ερμείαν, ὔμνοις τιμἤσωμεν.

Νικήταν, Ουάλην, Ευνοϊκόν, Ευστράτιον, Πρίσκον και Προκόπιον Ευτυχή, Αρτέμιον, Σάββαν, Θεόδουλον, Ηλίαν, Ακάκιον, Αγγίαν, ἐγκωμιάσωμεν. Πολῦευκτον

Λόγοις ευφημῆσωμεν καὶ ὠδαῖς, τοῦς ἔν Σεβαστεία Τεσσαρᾶκοντα ἀθλητᾶς, τοῦς σὺν τοῖς συνάθλοις, ἀπᾶντων των αιῶνων, στεφθέντας ὐπό Λόγου, ἐν θείοις στέμμασιν.

Τους στρατευομένους θεοφιλῶς, φρουροί και προστάται, τοῦς στρατεῦματος ευκλεείς, ἔκ παντός κινδῦνου, φυλλάξατε γενναίοι, τὴς πίστεως ὀπλίται, Χριστοῦ δὲ κήρυκες.

Ειδῶλων τὴν πλάνην και ασεβῶν, δυσσέβειαν πᾶσαν, ἀπηρνήθητε ευσεβῶς, Χριστοῦ αθλοφόροι, τοῦ Πνεῦματος συνάμει, ἠμῶν δε χριστοφόροι, φῦλακες ἄμαχοι.

Χριστόν μεγαλῦναντες ἐν τὴ γὴ, τη ομολογία, καὶ θυσία μαρτυρική, ἔν τῶ Πἀραδείσω, Χριστός ὸ στεφοδότης, κατέστεψεν ἀξίως, ὐμᾶς θεόφρονες.

Χριστόν αγαπήσαντες ἐμμανῶς, στρατείαν γηῖνην, ἀπηρνήθητε εὐθαρσώς, γενναίοι ὀπλίται, καὶ μάρτυρες Κυρίου, τοῦς ὄντας ἐν στρατεία, περῖφρουρήσατε.

Χριστοῦ στρατιῶται θεὀσεβείς, τοῦς στρἀτευομένους, αγιᾶζετε σαῖς λιταῖς, φυλάσσοντες τοῦτους, ἀπτώτους ἐν αγῶσιν, κατά τοὺ αντιδίκου, καὶ τῶν ἐχθρῶν ἠμῶν.

Πρεσβείαν ποιῆσατε τῶ Χριστῶ, θείοι στρατιῶται, ὐπέρ πάντων Χριστιανῶν, των στρἀτευομένων, τὴν ἐπὶ της στρατείαν, ίνα ἀεί ἐν πίστει, Χριστῶ λατρεῦωσι.

Πᾶσαι  των  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  η  δωδεκάς, οι  Ἅγιοι  Πάντες  μετά  της  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.


Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Καὶ τὸ ‘Απολυτίκιον.
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.

Ουρανῶν βασιλείαν, ἐπιποθήσαντες, τὴς ματαιότητος κόσμου ἀπολαβών τε φθαρτῶν, μετά λόγου καὶ χαράς, κατεφρονήσατε• ὄθεν ἐν χάριτι Χριστόν τον Δεσπότην καὶ Θεόν, πρὸ βήματος ἀσεβείας, ἐκηρύξατε θεοφόροι, ὀμολογία καὶ θυσία ζωής.

εκτενής και απόλυσις, μεθ’ ην ψάλλομεν το εξής:

Ήχος β’. Ότε ἐκ τοῦ ξύλου.

Δεῦτε στρατιῶτας τοῦ Χριστοῦ, καὶ πανευκλεείς ἀριστέας, ἀγαλλιώση ψυχή, ὔμνοις εὐφημήσωμεν καὶ μεγαλύνωμεν, τοῦ Χριστοῦ γὰρ ἐκήρυξαν, ἐν μέσω ἀθέων, πίστιν τὴν σωτήριον, ἐν κόσμω ἄπαντι, ὄθεν ἐπαξίως στεφάνους, ἔλαβον ἐνδόξως ἐκ Λόγου, καὶ μακαριότητος ἀπόλαυσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης