Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1626
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικοσιφοίνισσαν Νο2 Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικοσιφοίνισσαν Νο2

Την / Το Τρι Αυγ 13, 2019 4:20 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικοσιφοίνισσαν Νο2


Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικοσιφοίνισσαν Νο2 Eikosi11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν ἀχειρότευκτον καὶ θείαν Εἰκόνα, τῆς Θεοτόκου προσκυνήσωμεν πάντες, καὶ πρὸς αὐτὴν ἀπὸ ψυχῆς βοήσωμεν· Δέσποινα πανύμνητε, ἀπὸ πάσης ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, ἀνωτέρους συντήρει, τοὺς ἀφορῶντας πίστει ἀκλινεῖ, πρὸς τὴν θερμήν Σου, ἀντίληψιν ἄχραντε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀχειροποίητον ἐν χάριτι θείᾳ, τὴν Σὴν ἁγίαν Θεοτόκε Εἰκόνα, τῷ θεοφόρῳ Γερμανῷ δεδώρησαι· ᾗ πιστῶς προσπίπτοντες, ἰαμάτων δυνάμεις, ἐξ αὐτῆς λαμβάνομεν, καὶ λυτρούμεθα πάσης, ἐπιφορᾶς ἐν βίῳ χαλεπῆς, τὰ μεγαλεῖά Σου Κόρη κηρύττοντες.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Χάριν ἡμῖν, ὦ Δέσποινα, δίδου. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Χαρίτων ταμείων ὡς ἀληθῶς, ἡμῖν ἐδωρήσω, τῇ θερμῇ Σου ἐπισκοπῇ, τὴν ἀχειροποίητον μορφήν Σου, Θεογεννῆτορ ἁγνὴ ἀειπάρθενε.

Ἀστράπτουσα φέγγει πυροειδεῖ, ἡμῖν ἐδωρήθη, ἡ Εἰκών Σου ἡ θαυμαστή, πηγάζουσα χάριν ἰαμάτων, Θεογεννῆτορ τοῖς πίστει προστρέχουσι.

Ῥημάτων ἀκούσας Σου τῶν σεπτῶν, Γερμανὸς ὁ θεῖος, ἐξεπλάγη Σου τὴν μορφήν, ἀχειροποιήτως ἐν σανίδι, ἐκτυπωθεῖσαν ἰδὼν καὶ ἀνύμνει Σε.

Ἰσχὺν ἀσθενοῦσιν ἡ Σὴ Εἰκών, χαρὰν θλιβομένοις, καὶ τοῖς πᾶσιν ἁγιασμόν, βλύζει· διὰ τοῦτο κατὰ χρέος, Εἰκοσιφοίνισσα Κόρη ὑμνοῦμέν Σε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νόσων σβέσον τὴν φλόγα τῷ δροσισμῷ ἄχραντε, ὃν ἡ ἀχειρότευκτος νέμει, Εἰκών Σου πάντοτε, καὶ πᾶσι βράβευσον, ψυχῆς καὶ σώματος ῥῶσιν, ὡς πηγὴ βλυστάνουσα, χάριν καὶ ἔλεος.

Ἡ σωτήριος χάρις ἡ μυστικῶς βλύζουσα, ἐκ τῆς Σῆς ἁγίας Εἰκόνος, Εἰκοσιφοίνισσα, τάχος ἐῤῥύσατο, τῆς δυστοκία γυναῖκα, τὴν ἀλλοτριόφρονα, καταφυγοῦσάν Σοι.

Μυστικὴ μυροθήκη ὡς ἀληθῶς πέφηνεν, ἡ ἀχειρόποιητος Κόρη Εἰκών Σου Δέσποινα, τῆς Σῆς χρηστότητος, τὴν τῶν παθῶν δυσωδίαν, θᾶττον ἀπελαύνουσα, τῶν προσιόντων Σοι.

Ἱλαρῶς βλέψον Κόρη καὶ συμπαθῶς οἴκτειρον, τοὺς τῇ Σῇ ἁγίᾳ Εἰκόνι, Εἰκοσιφοίνισσα, πίστει προστρέχοντας, καὶ τὰ αἰτήματα τούτων, πλήρου καὶ διάσωζε, πάσης κακώσεως.


Διάσωσον, Εἰκοσιφοίνισσα Κόρη πάσης ἀνάγκης, τοὺς τῇ θείᾳ ἀχειροτεύκτῳ Εἰκόνι Σου, μετ’ εὐλαβείας ἑκάστοτε προσιόντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πηγὴ δαψιλής, Εἰκὼν ἀχειροποίητος, τῶν Σῶν οἰκτιρμῶν, ἡ Σὴ Παρθένε δέδεικται· ᾗ πίστει καταφεύγοντες, ἐκ καρδίας βοῶμέν Σοι ἄχραντε· μὴ διαλίπῃς λυτροῦσθαι ἀεί, Μονήν Σου τὴν θείαν πάσης θλίψεως.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρὸς ἄφνω κατέπεσεν, ὁ ἐλθὼν συλῆσαι τὸν Σὸν Ἐκτύπωμα· ἀλλ’ ὦ Κόρη πολυΰμνητε, ταύτην τὴν Μονήν Σου ἀεὶ φύλαττε.

Ὡς προστάτις καὶ ἔφορος, ταύτης τῆς Μονῆς Σου Εἰκοσιφοίνισσα, ἐξ αὐτῆς ἀεί ἀπότρεπε, τῶν ἀντικειμένων ἅπαν βούλευμα.

Δαιμονῶντας ὡς ἔσωσας, τῆς δεινῆς μανίας τοῦ πολεμήτορος, οὕτω σῷζε ἡμᾶς ἄχραντε, πάσης δυσχερείας καὶ κακώσεως.

Ἐκ βιαίας συντρίψεως, ὡς ἐῤῥύσω Κόρη τὸν Σὲ φωνήσαντα, συντριβῆς ἡμᾶς ἀπάλλαττε, ψυχικῆς καὶ πάσης καταπτώσεως.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύμπασα ἡ γῆ, Μακεδόνων τῶν θαυμάτων Σου, ἐπληρώθη ὧν ἀπαύστως ἐνεργεῖς, Θεοτόκε εὐσεβῶν εἰς περιποίησιν.

Πάσης ἀπειλῆς, ἀνωτέρους διαφύλαττε, τοὺς προστρέχοντας τῇ θείᾳ Σου Μονῇ, καὶ ζητοῦντας τὴν ἀντίληψίν Σου ἄχραντε.

Οἱ ὑπὸ δεινῶν, συνεχόμενοι παθήσεων, ἀπαλλάττονται τῆς μάστιγος ἁγνή, τῇ ἁγίᾳ Σου Εἰκόνι πίστει σπεύδοντες.

Ἴαται εὐθύς, ὦ ἁγνὴ Εἰκοσιφοίνισσα, νεανίας ἀπὸ νόσου χαλεπῆς, ὁ φωνήσας Σου τὴν κλῆσιν μετὰ πίστεως.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναός Σου, ὁ ἱερὸς Θεοτόκε, ἔνθα ἵδρυται ἡ θεία Εἰκών Σου, χειμαζομένων λιμὴν ἀνεδείχθη, καὶ ἰατρεῖον πασχόντων ἑκάστοτε, Εἰκοσιφοίνισσα ἁγνή· διὰ τοῦτο ὑμνοῦμεν τὴν χάριν Σου.

Ἀφράστως, φῶς φοινικοῦν ἡ Εἰκών Σου, διαλάμπουσα ἡμῖν ἐπεδόθη, ἀχειροποίητος θείᾳ δυνάμει, Εἰκοσιφοίνισσα Κόρη πανάμωμε, ᾗ προσιόντες εὐλαβῶς, θεϊκῆς εὐφροσύνης πληρούμεθα.

Δαιμόνων, τῆς συνοχῆς ἐκλυτροῦνται, οἱ προστρέχοντες τῇ Σῇ ἀντιλήψει, καὶ θλιβερῶν, ἀναγκῶν ἐν τῷ βίῳ, οἱ τὴν Σὴν κλῆσιν φωνοῦντες πανάχραντε, Εἰκοσιφοίνισσαν· διό, χαριστήριον αἶνόν Σοι ᾄδομεν.

Ἰσχύϊ, τῆς Σῆς θερμῆς προστασίας, λυτρουμένη δυσχερείας ἁπάσης, ἡ Σὴ ἁγία Μονὴ Θεοτόκε, πρὸς Σὲ ἀεὶ ἀτενίζει κραυγάζουσα· Εἰκοσιφοίνισσα ἁγνή, μὴ ἐλλίπῃς φρουροῦσα τὴν ποίμνην Σου.


Διάσωσον, Εἰκοσιφοίνισσα Κόρη πάσης ἀνάγκης, τοὺς τῇ θείᾳ ἀχειροτεύκτῳ Εἰκόνι Σου, μετ’ εὐλαβείας ἑκάστοτε προσιόντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς θησαυρὸν τῶν πλουσίων χαρίτων Σου, τὴν ἀχειρότευκτον Κόρη Εἰκόνα Σου, πλουτοῦντες ἐκ ταύτης λαμβάνομεν, τὰς σωτηρίους Σου δόσεις ἑκάστοτε, τὴν Σὴν ἀνυμνοῦντες χρηστότητα.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Ταῖς τῆς Εἰκοσιφοινίσσης πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὤφθης ὡς ἠθέλησας, τῷ Γερμανῷ τῷ Ὁσίῳ, καὶ τούτῳ ὑπέδειξας, τὴν ἀχειροποίητον πρὶν Εἰκόνα Σου, ἥνπερ νῦν Δέσποινα, πίστει προσκυνοῦντες, μυστικῶς ἁγιαζόμεθα, ψυχὰς καὶ σώματα, καὶ παντὸς κινδύνου ῥυόμεθα, τῇ ταύτης θείᾳ χάριτι, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος· ἀλλ’ ὦ Θεοτόκε, ἁγνὴ Εἰκοσιφοίνισσα ἀεί, ταύτην τὴν ποίμνην Σου φύλαττε, πάσης περιστάσεως.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δυνατὸν ἐν ἰσχύϊ ὡς τεκοῦσα Παρθένε τὸν πάντων Κύριον, δυνάμει ἀοράτῳ, λῃστὰς τοὺς ἐπελθόντας, τῇ Μονῇ Σου ἀνέτρεψας· διὸ τὴν Σὴν ἀρωγήν, ἀεὶ ὁμολογοῦμεν.

Ὁ Υἱός Σου Παρθένε ὁ τὸ πᾶν ἐκ μὴ ὄντος ὑποστησάμενος, ηὐδόκησεν ἐν ξύλῳ, τὴν ἄχραντον μορφήν Σου, μορφωθῆναι ἐν θαύματι, ἣν προσκυνοῦντες ἁγνή, ὑμνοῦμέν Σου τὴν δόξαν.

Ὑπὸ πλήθους πταισμάτων εἰς βυθὸν ἀπωλείας πέπτωκα ἄχραντε· ἀλλὰ τῇ Σῇ προστρέχω, ταχείᾳ ἀντιλήψει, καὶ πιστῶς ἀνακράζω Σοι· ἀνάγαγέ με ἁγνή, πρὸς μετανοίας γνῶσιν.

Γέρας θεῖον Παρθένε καὶ διάδημα ὥσπερ καὶ τεῖχος ἄῤῥηκτον, τὴν θείαν Σου Εἰκόνα, πλουτοῦσα ἡ Μονή Σου, συγκαλεῖται τοὺς ἅπαντας, ὑμνολογῆσαι τὰς Σάς, πολλὰς εὐεργεσίας.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εἰς πᾶσαν πόλιν, καὶ χώραν Κόρη ἡ χάρις, διελήλυθε τῶν Σῶν πολλῶν θαυμάτων· πάντας γὰρ προφθάνεις, τοὺς σὲ πιστῶς φωνοῦντας.

Ῥῶσιν εὑροῦσα, Εἰκοσιφοίνισσα Κόρη, ἡ συγκύπτουσα γυνὴ τῇ Σῇ δυνάμει, στόματι εὐσήμῳ, κηρύττει Σου τὴν χάριν.

Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, τοὺς προσπίπτοντας τῇ ἀχειροποιήτῳ, Κόρη Σου Εἰκόνι, ῥύου ἐκ πάσης βλάβης.

Σκέπε Παρθένε, δυσχερειῶν ὀλεθρίων, τὴν παροῦσαν Σου Μονὴν τὴν προσκειμένην, τῇ Σῇ προστασίᾳ, ἐν θερμοτάτῃ πίστει.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀναβλύζει, τὸ Σὸν Θεοτόκε, ἀχειροποίητον πᾶσιν ἐκτύπωμα, καὶ εὐφροσύνην καὶ ῥῶσιν πιστοῖς ἑκάστοτε.

Μονήν Σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, Εἰκοσιφοίνισσα Κόρη ἐκ θλίψεων, καὶ ἐξ αὐτῆς ἀποδίωκε ἅπαν σκάνδαλον.

Οἱ πίστει προσιόντες, τῇ ἀχειροτεύκτῳ, Εἰκοσιφοίνισσα Κόρη Εἰκόνι Σου, χαριστηρίους ᾠδάς Σοι θερμῶς προσάγουσιν.

Ὑμνήσας τὰς δυνάμεις, τῆς ἀχειροτεύκτου, Εἰκοσιφοίνισσα Κόρη Εἰκόνος Σου, τὴν Σὴν αἰτοῦμαι ὁ τάλας θερμὴν βοήθειαν.



Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ἀχειροποίητον καὶ σεπτήν, Εἰκόνα προθύμως, προσκυνήσωμεν ἀδελφοί, τῆς ἁγνῆς Παρθένου, ἀπὸ ψυχῆς βοῶντες· χαῖρε Θεογεννῆτορ, Εἰκοσιφοίνισσα.

Τῷ Ὁσίῳ Δέσποινα Γερμανῷ, ὤφθης παραδόξως, καὶ ὑπέδειξας τὴν σεπτήν, ἄχραντε μορφήν Σου, ἐν ξύλῳ τυπωθεῖσαν, ἀχειροπλάστως Κόρη, δυνάμει κρείττονι.

Φοινικοῦν ἐκλάμπουσα πάλαι φῶς, ἡ Εἰκών Σου Κόρη, ἐξεθάμβησε τοὺς πιστούς, ᾗ μετ’ εὐλαβείας, προσπίπτοντες βοῶμεν· χαῖρε Θεοκυῆτορ, Εἰκοσιφοίνισσα.

Θαύματα Εἰκών Σου ἡ θαυμαστή, ἐνεργεῖ Παρθένε, τῇ θερμῇ Σου ἐπισκοπῇ· ὅθεν Σου τὴν χάριν, κηρύττει τὴν πλουσίαν, Μακεδονία πᾶσα, Εἰκοσιφοίνισσα.

Δεῦτε οἱ νοσοῦντες καὶ οἱ δεινοῖς, θλιβομένοις πόνοις, τῇ Εἰκόνι τῇ θαυμαστῇ, Εἰκοσιφοινίσσης, ὡς ἂν τὴν θεραπείαν, ἐκ ταύτης τὴν ταχεῖαν, πίστει κομίσησθε.

Σκέπε ἀπὸ πάσης Κόρη ὀργῆς, ταύτην τὴν Μονήν Σου, καὶ τοὺς σπεύδοντας ἐν αὐτῇ, φύλαττε ἀτρώτους, ἐκ πάσης ἐπηρείας, πληροῦσα τὰς αἰτήσεις, αὐτῶν ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ ἀχειροτεύκτῳ Εἰκόνι, τῇ Σῇ πανάμωμε, ἥνπερ ἐθαυμάστωσεν, ἡ θεία χάρις Σου, πάσης θλίψεως λύτρωσαι, καὶ πάσης ἀνάγκης, ἅπασι παρέχουσα, τὴν Σὴν βοήθειαν· πάντων γὰρ προστάτις ὑπάρχεις, ὦ Εἰκοσιφοίνισσα Κόρη, τῶν καταφευγόντων τῇ πρεσβείᾳ Σου

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης