Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1626
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γουμενίσσης Κιλκίς Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γουμενίσσης Κιλκίς

Την / Το Τρι Αυγ 13, 2019 10:52 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γουμενίσσης Κιλκίς

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γουμενίσσης Κιλκίς Goumen10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.  

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου τῇ παντίμῳ Εἰκόνι, τῆς Γουμενίσσης, ὁ Χριστώνυμος δῆμος προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς• Δέσποινα Γουμένισσα, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς σπεύδοντας, τῇ θερμῇ ἀρωγῇ Σου· καὶ τῷ παρόντι κλήρῳ Σου, Ἁγνή, δίδου εἰρήνην καὶ χάριν καὶ ἔλεος.

Δόξα. Καὶ νῦν. Ὅμοιον.
Τοῖς προσιοῦσι τῷ ἁγίῳ ναῷ Σου, καὶ ἐξαιτοῦσι τὴν θερμήν Σου πρεσβείαν, Θεογεννῆτορ μόνη Ἀειπάρθενε, δίδου ὡς φιλάγαθος, τὰ αἰτήματα πάντα, καὶ παθῶν ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν• Σὺ γὰρ ἡμῶν θερμὴ καταφυγή, καὶ προστασία, καὶ μέγα προσφύγιον.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς•
Δέχου ἡμῶν τὰς δεήσεις Κόρη. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Δοχεῖον ἀνέδειξας μυστικόν, τῆς Σῆς προμηθείας, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ᾗ πίστει Παρθένε προσιόντες, πάσης χαρᾶς καὶ εἰρήνης πληρούμεθα.

Ἐν πάσῃ ἀνάγκῃ καὶ συμφορᾷ, σπεύδομεν Παρθένε, τῷ ναῷ Σου τῷ ἱερῷ, ὡς ἐν ἀσφαλεῖ Κόρη λιμένι, καὶ τρικυμίας ἁπάσης λυτρούμεθα.

Χαράκωμα πέφηνας καὶ ἰσχύς, Κεχαριτωμένη, Γουμενίσσῃ τῇ εὐσεβεῖ• διὸ κατὰ χρέος μεγαλύνει, τῆς Σῆς θερμῆς προστασίας τὰς χάριτας.

Ὁ οἶκος ὁ θεῖος Σου καὶ σεπτός, ἐν ᾧ ἡ Εἰκών Σου, ὥσπερ ῥόδον ἀειθαλές, παρέχει τὴν θείαν εὐωδίαν, καὶ δυσωδίαν παθῶν λύει Ἄχραντε.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὑπερτέρα τῶν ἄνω Ἀγγελικῶν τάξεων, ὤφθης ἀσυγκρίτως Παρθένε, Χριστὸν κυήσασα• ὅθεν ὑπέρτερον, δεῖξον τὸν νοῦν ἡμῶν πάσης, χαμαιζήλου σχέσεως, φόβῳ τῷ κρείττονι.

Ἡ ἁγία Εἰκών Σου ἁγιασμὸν βλύζουσα, πάντας ἁγιάζει Παρθένε, καὶ τὴν ἑξάγιστον, ἐχθροῦ ἐπήρειαν, ἀποσοβεῖ ἐκ τῶν πίστει, προσιόντων πάντοτε, τῇ ἀντιλήψει Σου.

Μεγαλύνομεν Κόρη, τὴν πρὸς ἡμᾶς σκέπην Σου• ὅτι ἐκ μεγάλων κινδύνων καὶ περιστάσεων, λυτροῦσαι πάντοτε, τοὺς ἀκλινῶς ἀφορῶντας, πρὸς τὴν ταχυτάτην Σου, Ἁγνὴ βοήθειαν.

Ὡς ηὐδόκησας Κόρη, ἐπανελθεῖν τάχιστα, τὴν Σὴν ἁρπαγείσαν Εἰκόνα, ἡμῖν τοῖς δούλοις Σου, οὕτως εὐδόκησαν, μένειν αὐτὴν ἐν τῷ μέσῳ, τοῦ λαοῦ Σου πάντοτε, τοῦ πεποιθότος Σοι.


Διάσωσον, Θεογεννῆτορ Γουμένισσα πάσης βλάβης, τοὺς ἐν πίστει τῇ ἀρωγῇ Σου προσπίπτοντας, καὶ ἐκζητοῦντας τὴν θείαν Σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Προστάτις θερμή, τῆς Γουμενίσσης πέφηνας, ἀεὶ τῇ σεπτῇ, Εἰκόνι καυχωμένης Σου, Παρθένε Παναμώμητε, ὡς βλυζούσῃ τὴν ἄφθονον χάριν Σου· ἀλλὰ ἐκ πάσης ὀργῆς καὶ φθορᾶς, ἡμᾶς ἀνωτέρους διαφυλάττε.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, Θεοτόκε Ἀειπάρθενε, τοὺς τῇ Σῇ πρεσβείᾳ καταφεύγοντας.

Τὴν ἁγίαν Εἰκόνα Σου, ἣν πρῴην ἐσύλησαν χεῖρες βέβηλοι, ἐν τῷ μέσῳ ἡμῶν ἔχοντες, εὐφροσύνης Δέσποινα πληρούμεθα.

Ἅπας σπεύδων τῷ οἴκῳ Σου, πάσης ἐκλυτροῦται τάχος κακώσεως• διὰ τοῦτο Ἀειπάρθενε, ἐν Σοὶ ἐγκαυχᾶται ἡ Γουμένισσα.

Στεναγμῶν ἡμᾶς λύτρωσαι, καὶ ἀσθενειῶν καὶ πόνων, Πανύμνητε, καὶ τὴν λύπην διασκέδασον, τὴν καταλαβοῦσαν τὰς ψυχὰς ἡμῶν.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Δέχου εὐμενῶς, τὰς δεήσεις ἡμῶν πάντοτε, καὶ δεινῶν δυσχερειῶν ἀπαλλαγήν, ἡμῖν δίδου Θεοτόκε ὡς φιλάγαθος.

Ἔχει ἀληθῶς, ἡ Γουμένισσα, Πανάχραντε, τὴν ἁγίαν Σου Εἰκόνα καὶ σεπτήν, ὥσπερ μέγα φυλακτήριον καὶ καύχημα.

Ἤνεγκε πικρῶς, τῆς Εἰκόνος Σου τὴν στέρησιν, ὁ λαός Σου Θεοτόκε ὁ πιστός, ἀλλ᾿ αὐτὴν ἀπολαβὼν χαρᾶς πεπλήρωται.

Σκέπη ἀσφαλής, Θεοτόκε ἔσο πάντοτε, τῷ λαῷ τῆς Γουμενίσσης τῷ πιστῷ, καὶ εὐλόγει Παιονίας τὴν περίοικον.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἐπλήσθη, ἀγαλλιάσεως θείας, ὁ λαός Σου ὁπηνίκα Παρθένε, ἐκ τῶν χειρῶν, τῶν κλεπτῶν ἐπανῆλθεν, ἡ θαυμαστή Σου Εἰκὼν καὶ ὑπερτιμος, καὶ ᾔνεσαν χαρμονικῶς, ἐν φωναῖς εὐχαρίστοις τὴν δόξαν Σου.

Ἰάσεις, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἀναβλύζει ἡ ἁγία Εἰκών Σου, καὶ μολυσμὸν τῶν παθῶν ἐκκαθαίρει, τῇ ἐπομβρίᾳ τῆς Σῆς ἀγαθότητος• διὸ κηρύττομεν τὴν Σήν, πρὸς ἡμᾶς ἀρωγὴν Παναμώμητε.

Συνῆλθε, πᾶς ὁ λαὸς Γουμενίσσης, σὺν Ποιμένι τῷ καλῷ Θεοτόκε, καὶ ἐν χαρᾷ ὑπεδέξαντο πάντες, τὴν Σὴν ἁγίαν Εἰκόνα κραυγάζοντες• μεῖνον Παρθένε μεθ᾿ ἡμῶν, ὅτι Σὺ τοῦ λαοῦ Σου προσφύγιον.

Κυμάτων, τῶν ἐν τῷ βίῳ φροντίδων, ἐκλυτρούμεθα ταχέως Παρθένε, ὡς ἐν λιμένι τῷ θείῳ ναῷ Σου, μετ᾿ εὐλαβείας προστρέχοντες πάντοτε• ὅθεν γαλήνης ἀληθοῦς, τὰς ψυχὰς ἡμῶν πλήρωσον Δέσποινα.


Διάσωσον, Θεογεννῆτορ Γουμένισσα πάσης βλάβης, τοὺς ἐν πίστει τῇ ἀρωγῇ Σου προστρέχοντας, καὶ ἐκζητοῦντας τὴν θείαν Σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς αἱμάτων σου.

Ὡς θησαυρὸς θεϊκῆς ἀγαθότητος, καὶ προστασία ἡμῶν καὶ ὑπέρμαχος, ἐκ πάσης ἀνάγκης καὶ θλίψεως, τήρει ἀτρώτους ἡμᾶς Κόρη Πάναγνε· πρὸς Σὲ γὰρ ἀεὶ καταφεύγομεν.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χάριν πολλὴν εὕρομεν, Θεογεννῆτορ Παρθένε• ὅτι ἡμῖν δέδωκας, ὡς πλοῦτον οὐράνιον καὶ ἀκένωτον, καὶ πηγὴν βλύζουσαν, θείαν εὐφροσύνην, τὴν Εἰκόνα Σου τὴν πάντιμον, ᾗ καταφεύγοντες, πάσης δυσχερείας λυτρούμεθα, καὶ πᾶσαν τοῦ ἀλάστορος, καθ᾿ ἡμῶν ἐπήρειαν λύομεν• ἀλλ᾿ ὦ Θεοτόκε, μὴ παύσῃ περιεποῦσα ἡμᾶς, τοὺς ἀδιστάκτως προσπίπτοντας, τῇ θερμῇ πρεσβείᾳ Σου.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ ναός Σου Παρθένε, ὡς παράδεισος ἄλλος προκεῖται ἅπασιν, ἐν ᾧ καθάπερ ξύλον, ζωῆς τὴν Σὴν Εἰκόνα, καθορῶμεν οἱ σπεύδοντες, καὶ ἔργων νεκροποιῶν, λυτρούμεθα τοῦ ἄχθους.

Ῥείθροις τῶν οἰκτιρμῶν Σου, τῶν παθῶν ἡμῶν σβέσον Κόρη τοὺς ἄνθρακας, καὶ ἄναψον τὴν φλόγα, τῆς θεϊκῆς ἀγάπης, ταῖς ψυχαῖς τῶν βοώντων Σοι• χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.

Ἡ ἀνεύρεσις Κόρη, τῆς κλαπείσης Εἰκόνος Σου ἡμῖν γέγονεν, αἰτία φαιδρότατης, χαρᾶς καὶ εὐφροσύνης, καὶ λαμπρὰς πανηγύρεως• Σὺ γὰρ ἀφεῖλες ἡμῶν, τῶν καρδιῶν τὴν λύπην.

Γῆ ἀνήροτος ὤφθης, γεωργήσασα Κόρη ζωῆς τὸν Πρύτανιν• καὶ νῦν τὴν Σὴν Εἰκόνα, γεώργιον εἰργάσω, τῆς πολλῆς Σου χρηστότητος, εἰς εὐφροσύνην ἡμῶν, Ἁγνὴ καὶ σωτηρίαν.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἐπανελθοῦσα, ἐκ τῆς κλοπῆς ἡ Εἰκών Σου, τρανῶς ἔδειξε τὴν πρὸς ἡμᾶς Σου χάριν, ἣν μὴ ἀντανέλῃς, ἐκ τοῦ λαοῦ Σου Κόρη.

Ῥύπων κακίας, τὴν ῥυπωθεῖσαν ψυχήν μου, ἀποκάθαρον Παρθένε Θεοτόκε, νάμασιν ἀΰλοις, τῶν θείων Σου χαρίτων.

Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, ῥῦσαι ἀδοξίας, ἡμᾶς τῆς τῶν χειρόνων.

Σκέπε καὶ σῷζε, ἐπιβουλῆς τοῦ Βελίαρ, τὴν Γουμένισσαν καὶ πάσης ἐπηρείας, Κεχαριτωμένη, ἀνθρώπων κακοτρόπων.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, ταῖς ἐν τῷ βίῳ καὶ χάριν σωτήριον, ὡς ἂν Παρθένε τῶν πόνων ὑπερισχύσωμεν.

Μητράνανδρε Παρθένε, κλέος Γουμενίσσης, καὶ τῆς Ἑλλάδος κραταίωμα ἄσειστον, τῷ εὐσεβοῦντι λαῷ Σου δίδου τὴν χάριν Σου.

Οἱ σπεύδοντες Παρθένε, τῷ σεπτῷ ναῷ Σου, καὶ τῆς μορφῆς Σου τὸ τύπωμα σέβοντες, πάσης ῥυσθείημεν βλάβης καὶ περιστάσεως.

Ὑμνοῦμεν ἀσιγήτως, οἱ ἐν Γουμενίσσῃ, τὴν πρὸς ἡμᾶς Σου Παρθένε χρηστότητα, καὶ τῇ σεπτῇ Σου Εἰκόνι πιστῶς προσπίπτομεν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρει Γουμενίσσης πᾶς ὁ λαός, ἔχων ἐν τῷ μέσῳ, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἥν καὶ ὀνομάζει, Γουμένισσαν Παρθένε, καὶ ἐξ αὐτῆς λαμβάνει, χάριν καὶ ἔλεος.

Ἤνεσαν τὴν δόξαν Σου εὐλαβῶς, ἡνίκα ἀνεῦρον, τὴν Εἰκόνα Σου τὴν σεπτήν, τῶν πιστῶν οἱ δῆμοι, ἥνπερ βεβήλων χεῖρες, ἐσύλησαν Παρθένε, φθόνῳ τοῦ ὄφεως.

Ῥύεται κινδύνων παντοδαπῶν, καὶ πάσης ἀνάγκης, τὸν πιστόν Σου Κόρη λαόν, ἡ ἐκ τῆς Εἰκόνος, τῆς Σῆς βλύζουσα χάρις• διό Σε Θεοτόκε, ἀεὶ δοξάζομεν.

Πάλαι ἀοράτως ἡ Σὴ Εἰκών, ἐν τῷδε τῷ τόπῳ, μετηνέχθη θείᾳ ῥοπῇ, πᾶσαν εὐλογίαν, καὶ χάριν χορηγοῦσα, Παρθένε Θεοτόκε, τοῖς Σὲ δοξάζουσι.

Ὥσπερ διεφύλαξας ἀσινῆ, πάλαι τὸν λαόν Σου, ἐκ παντοίων ἐπιφορῶν, οὕτω καὶ νῦν Κόρη, δεινῶν ἐπερχομένων, ἀτρώτους διατήρει, τούς Σε δοξάζοντας.

Δίδου Γουμενίσσῃ τῇ εὐσεβεῖ, τῇ πιστῶς τιμώσῃ, τὴν Εἰκόνα Σου τὴν σεπτήν, πᾶσαν εὐπραγίαν, εἰρήνην καὶ ὑγείαν, ὡς ταύτης προστασία, Κόρη Πανάχραντε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῇ Σῇ Πανάχραντε, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, ἀσινεῖς διαφυλάττε, τῇ Σῇ ἀντιλήψει, ἴασιν καὶ λύτρωσιν, καὶ φῶς οὐράνιον, πᾶσι χορηγοῦσα Παρθένε, καὶ πλημμελημάτων τὴν λύσιν, ταῖς πρὸς τὸν Υἱόν Σου παρακλήσεσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Δίστιχον.

Γεράσιμον λύτρωσον παθῶν κακίας,
Γουμένισσα Πάναγνε Σοι προσπεσόντα.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης