Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1682
https://www.proseyxi.com

Παρακλητικός Κανών εις το Ανώνυμο πλήθος των Ποντίων Νεομαρτύρων Empty Παρακλητικός Κανών εις το Ανώνυμο πλήθος των Ποντίων Νεομαρτύρων

Την / Το Τετ Αυγ 28, 2019 10:02 am
Παρακλητικός Κανών εις το Ανώνυμο πλήθος των Ποντίων Νεομαρτύρων


'Η μνήμη αυτών τιμάται τή ΙΘ'Μαίου.

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια.



Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τό έξης:

’Ήχος δ΄. '0 ύψωθείς έν τῶ Σταυρῶ.

Νεομαρτύρων άνωνύμων Ποντίων τόν θεοσύλλεκτον τιμήσωμεν δήμον κραυγάζοντες* μή παύσησθε Χριστόν έκτενώς δυσωποΰντες, "Αγιοι, άθληταί τροπαιοΰχοι, πέμψαι τοίς έν θλίψεσι ζοφεραίς εύσεβέσι χαράν ύψόθεν και των λυπηρών διώξαι πόρρψ ημών τήν σκοτόμαιναν.

Δόξα. Τό αυτό.
Καί νυν. Θεοτοκίον.

Ου σιωπήσομέν ποτέ, Θεοτόκε,τάς δυναστείας σου λαλείν οι ανάξιοι. Εί μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ήμάς έρρύσατο έκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νυν έλευθέρους;
Ούκ άποστώμεν, Δέσποινα, έκ σου* σούς γάρ δούλους σῶζεις άεί έκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ὸ Κανών, οὔ ὴ ἀκροστιχίς:
" ΠΟΝΤΙΟΙΣ ΑΝΑΤΕΙΛΟΝ, ΣΩΤΕΡ, ΗΜΑΡ ΕΛΕΥΘΕΡΟΝ. X. "

’Ωδή α.' Ήχος πλ. δ΄. ‘Υγράν διοδεύσας.

Ποντίοις άνάτειλον, Λυτρωτά,ἐλεύθερον ἤμαρ καί ταχεΐαν έπιστροφήν είς πάνσεπτα πάτρια έδάφη θερμαίς λιταίς άφανών νεοάθλων σου.

‘Οδόν τής ἀθλήσεως ἀκλινώς προκρίναντες πάντες ἀπαρνήσεως ζοφεράς τής πίστεως, Πόντιοι γενναίοι,Χριστόν ήμίν τόν Θεόν ἰλεώσασθε.

Νεόδρεπτα κρίνα τῆς εὐανθοῦς ἀρούρης τοῦ Πόντου,τούς προστρέχοντας νῦν ὐμῖν ἐμπλήσατε θείας εὐωδίας καί καρτερίας ἀφάτου, δεόμεθα.


Τειχίσατε, ἄγιοι ἀφανείς του Πόντου, πρεσβείαις Θεοτόκου, του Σουμελᾶ κλείσματος θείου, εὐσεβοῦντας ὐμῶν ἀόκνοις πρός Κτίστην ἐντεύξεσι.

Θεοτοκίον
Ίλέωσαι Κύριον τόν Θεόν ἠμῖν, Θεοτόκε,μάνδρας σέμνωμα Σουμελᾶ, Σωφρόνιος ἤνπερ καί Βαρνάβας τή θεϊκή συνεργείς ἐδομησαν.


’Ωδή γ' Ουρανίας άψίδος.
Ούρανόφωτον σέλας τῆς τοῦ Χριστοῦ πίστεως πάντων νεοάθλων Ποντίων, ζόφον ἐκδίωξον τὴς ἀνανδρείας ἠμῶν ῶς ἀνδρική παρρησία ύπομείναν θάνατον ἄγαν κατώδυνον.

Ίκετεύομεν πόθω,περικλεεῖς μάρτυρες,πόλεις καὶ τὰς κώμας τοῦ Πόντου οὶ ἀγιάσαντες ὐμῶν αιμάτων ροαίς, ἠμᾶς ἐμπλήσατε θάρρους ΄Αγαρ τρῶσαι φρύαγμα τέκνων τὸ ἄειθες.

Σθεναρῶς ἀντιστήναι επιβουλή, "Αγιοι,"Αγαρ ταῶν υἰῶν τῶν βεβήλων καταξιώσατε τοὺς ἀνυμνοῦντας ὐμᾶς,Ποντίων ἴα εὐώδη, μάρτυρες πανένδοξοι νέοι τῆς πίστεως.

Θεοτοκίον
’Ακριτών χριστωνύμων τὸ ἀρραγές τείχισμα, Μῆτερ τοῦ Θεοῦ γλυκυτάτη, Σουμελιώτισσα, ρΰσαι ἠμᾶς συμφορῶν καὶ έπιστρέψαι Ποντίους εὶς πατρωαν, Δέσποινα, χθόνα ἀξίωσον.



Διάσωσον,τῶν ἀνωνύμων μαρτύρων πληθύς Ποντίων,σαῖς πρεσβείαις πρὸς τὸν Χριστόν τοῦς πάσχοντας πρόσφυγας καί στένοντας, οἴμοι, πικρῶς ἐν ξένη.

Έπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,ἐπί τἠν ἐμήν χαλεπήν του σώματος κάκωσιν καὶ ίασαι τὴς ψυχῆς μου τὸ ἄλγος.



Αἴτησις καὶ τὸ Κάθισμα.
"Ηχος β’. Πρεσβεία θερμή.

Μαρτύρων Χριστοῦ Ποντίων θεῖον σύνταγμα, κτανθέν ἰταμῶς χερσίν ἀνόμων ἐν ἔτεσιν ἐσχάτοις, ἀνώνυμοι ἀθλοφόροι, Χριστόν ἰκετεύσατε λυτροῦσθαι γένος ἄπαν εὐσεβών κινδύνων, δεινῶν και περιστάσεων.


’Ωδή δ'. Είσακήκοα, Κύριε.
Νεαυγέστατον πύρσευμα ἀφανών Ποντίων μαρτύρων πίστεως, τούς κειμένους καταφώτισον ἐν σκιᾶ δουλείας καί περιστάεων.

’Απειράριθμοι μάρτυρες,οί χερσί κτανθέντες ἐχθρών τὴς πίστεως ἐν τῶ Πόντω ὤσπερ σφάγια, νίκας κατ’ἐχθρῶν πιστοῖς δωρήσασθε.

Ταῖς ὐμῶν παρακλήσεσιν, ἀφανεις, πρός Κύριον, νεομάρτυρες, τὰς πληγάς ώς συμπαθέστατοι τῶν ψυχῶν Ποντίων ἰατρεύσατε.

Θεοτοκίον
Εὐὶλάτου Παντάνακτος Μήτερ καί Ποντίων, Σουμελιῶτισσα, ἀρωγέ, ὐψόθεν ἔπιδε καί ἠμῶν ἀπόσμηξον τά δάκρυα.


’φδή ε.' Φώτισον ή μάς.
’Ίδετε δεινά τῶν Ποντίων, οὶ ἐκλάμψαντες ἐν τῆ χῶρα ταύτη ἄρτι, ἀθληταί,καί ήμιν ύπομονήν και πίστιν δίδοτε.

Λάμψατε ἠμῖν τοῖς μακράν εὐρισκομένοις νῦν φῶς πατρώων ἐστιῶν ἐπιστροφής τηλαυγές, φωσφόροι Πόντιοι ανώνυμοι.

"Ομιλε σεπτέ δοξασάντων ταῖς ἐκχύσεσι τῶν αιμάτων ἄρτι Κύριον, ἀεί ἐν τω Πόντω σούς ὀμαίμονας ἐπόπτευε.

Θεοτοκίον
Νύκτα ζοφεράν,ἀγλαή Σουμελιώτισσα,στεναγμῶν καὶ τυραννίδος τοῦ ἐχθροῦ ἀφ’ἠμῶν τῶν προστρεχόντων σοι ἐκδίωξον.


’Ωδή στ’. Τὴν δέησιν.
Σαλπίσατε τὸν παιᾶνα, μάρτυρες, τὴς τροπώσεως τῶν Άγαρ ἐκγόνων καὶ νίκης τρόπαιον στήσατε τάχος Χριστιανῶν ’Ορθοδόξων, πανεύφημοι,Ποντίων δήμοι ἀφανείς σύν Χριστῶ οὶ ἀεί εὐφραινόμενοι.

‘Ως ἔχοντες παρρησίαν, ἄγιοι,Τραπεζοῦντος, ’Αμασείας, Σινώπης, ’Αργυρουπόλεως τε Κοτυώρων καὶ τῶν περάτων τοῦ Πόντου ανώνυμοι,τὸν Λυτρωτήν ὐπέρ ἠμῶν μὴ ἐλλίπητε καθικετεύοντες.

Τό πάμφωτον νέφος ἀνυμνήσωμεν ταῶν Ποντίων ἀνωνύμων μαρτύρων, ἰεραρχῶν, μοναχῶν, ιερέων καὶ φιλοθέου λαοῦ ἀνακράζοντες’ ἐλευθερίας ὐετόν ἐν δουλεία κειμένοις ὀμβρίσατε.

Θεοτοκίον
Εύφρόσυνον ἤμαρ ἐξανάτειλον ταῖς χορείαις τῶν Ποντίων προσφύγων,Σουμελιώτισσα, πάγκαλε Μῆτερ τοῦ Λυτρωτοῦ, καὶ τὸν ζόφον ἀπέλασον τῶν λυπηρῶν καὶ συμφορῶν ἀφ’ἠμῶν ταῖς ἀπαύστοις πρεσβείαις σου.


Διάσωσον τῶν ἀνωνύμων μαρτύρων πληθύς Ποντίων,σαῖς πρεσβείαις πρός τὸν Χριστόν τούς πάσχοντας πρόσφυγας καὶ στένοντας, οἴμοι, πικρῶς ἐν ξένη.

Άχραντε,ἠ διά λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἠμερῶν τεκοῦσα δυσώπησον ὠς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
’Ήχος β.' Τοῖς τῶν αἰμάτων σου.

Νεομαρτύρων χορεία, πανεύφημε, σεμνῶν Ποντίων ἠδύπνευστα λείρια, ἀνώνυμον πλήθος στερρόψυχον, δυςῶπει Χριστόν πέμψαι ἄπασιν ἠμῖν θείαν χάριν καὶ ἔλεος.


Προκείμενον.
Θαυμαστός ό Θεός ἐν τοῖς Άγίοις Αὐτοῦ.
Στίχος. Τοῖς 'Αγίοις τοῖς ἐν τῆ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὸ Κύριος.

Εύαγγέλιον Λουκ ιη'2-8.

Εῖπεν ὸ Κύριος τὴν παραβολήν ταύτην. Κριτής τις ἠν ἔν τινι πόλει τὸν θεόν μὴ φοβούμενος καὶ ἀνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δε τις ῆν ἐν τὴ πόλει ἐκείνη και ἤρχετο πρός αυτόν λέ γουσα ἐκδίκησόν με από του ἄντιδικου μου. Καί ούκ ἠθέλησεν ἐπί χρόνον μετά δὲ ταῦτα είπεν ἐν ἐαυτῶ εὶ και τὸν θεόν οὺ φοβούμαι και άνθρωπον οὺκ ὲντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἴνα μὴ εὶς τέλος ὲρχομένη ὐποπιάζη με. Είπε δέ ὸ Κύριος* ὰκούσατε τὶ ὸ κριτής τὴς αδικίας λέγει* ὸ δὲ θεός οὺ μἠ ποιήση τὴν ἐκδίκησιν των ἐκλεκτῶν αὐτοῦ τῶν βοῶντων πρός αὐτόν ημέρας και νυκτός, και μακροθυμῶν ἐπ’αὐτοίς; Λέγω ὐμίν ὸτι ποιήσει τὴν έκδίκησιν αυτῶν ἐν τάχει.

Δόξα.
Ταίς τών άθλοφόρων πρεσβείαις, Έλεήμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νύν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Έλεήμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Έλεῆμον, ἐλέησόν με, ὸ θεός, κατά τὸ μέγα έλεός Σου καὶ κατά τὸ πλήθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ὰνόμημά μου.
Προσόμοιον.
Ήχος πλ. β’. "Ολην ἀποθέμενοι.

Πόντιοι ἀνώνυμοι καὶ ἀφανείς ἀθλοφόροι,οὶ ἐχθρῶν πατήσαντες
ἐπηρμένον φρύαγμα καὶ ἀάθλήσαντες ὤσπερ ἀσώματοι ἔν ἐσχάτοις χρόνοις, ἐκτενώς καθικετεύσατε Χριστόν τὸν Κύριον γένει τῶ ἠμῶν βλάβης ρύεσθαι τού ὄφεως, κακώσεων τῶν ἐπερχομένων καὶ θλίψεων,ἰνα κατά χρέος ὐμνούντες τὴν ἐξ ὔψους ἀρωγήν ὐμῶν ὲκάστοτε μέλπωμεν τὴν ὐμῶν ἐνάθλησιν.


Σώσον, ό θεός, τόν λαόν Σου....

’Ωδή ζ'. Οί ἐκ τὴς Ίουδαίας.

Ραντισμῶ, ἀθλοφόροι ἀφανείς νέοι Πόντου, ὐμῶν ἐντεύξεων πρός τὸν ἀγωνοθέτην καὶ Λυτρωτήν τοῦ κόσμου τούς χορούς ἀγιάσατε τών μελωδούντων ὐμῶν τὴν ἀρετήν καί τόλμην.

‘Ηλιόφωτε δήμε ἀνωνύμων Ποντίων μαρτύρων πίστεως,Χριστού τὴς ‘Εκκλησίας τὸ νοητόν φαιδρύνας εὐψυχία στερέωμα, τὴς ἀθυμίας ἠμῶν ἐξάλειψον τὰ νέφη.

Μαρτυρίου ταῖς τρίβοις διὰ πίστιν ἀγίαν ἀκολουθήσαντες, δεινῶς αἰωρηθέντες ἀγχόνη ἠ κτανθέντες ξίφει, Πόντιοι μάρτυρες, ἠμᾶς τὴ πίστει Χριστοῦ στηρίξατε τῆ θεία.

Θεοτοκίον
’Αδελφούς κεκρυμμένους διὰ φόβον τυράννων ἐχθρῶν τὴς πίστεως ἠμῶν τούς ἐν τῶ Πόντω δεσμά τὰ της δουλείας χαλεπῶς ὐπομένοντας, του Σουμελά θαυμαστή, ἐπίβλεψον, Παρθένε.


‘Ωδή η’. Τὸν Βασιλέα.
’Ρύσασθε πάντας τής τοῦ ἐχθροῦ τυραννίδος,ἀθλοφόροι ἀνώνυμοι Πόντου, οι τὴς τῶν ἀνόμων μή πτήξαντες μανίας.

"Ανδρες, γυναίκες και ἀπειρόκακα βρέφη,νέφος θεῖον μαρτύρων τοῦ Πόντου,ἴτε παραστάται ἠμῶν ἐν βίου ζάλαις.

Λάμψαντες θάρσει ψυχῆς ὼς σέλας ἐν Πόντω φωτοφόρον διώξατε ζόφον ἄτολμίας πάντων ὐμῶν προσφύγων, θεῖοι.

Θεοτοκίον
'Υπέρ Ποντίων ἀπανταχού γῆς οἰκούντων,Σουμελᾶ Θεοτόκε, δυσῶπει τόν σεπτόν Υίόν σου καὶ Λυτρωτήν τοῦ κόσμου.


’Ωδή θ’. Κυρίως Θεοτόκον.
Ποντίων ἀνωνύμων ἀθλητών χορείαν άνευφημήσωμεν κράζοντες* μάρτυρες, ἠμῖν διδόναι εἰρήνην Χριστῶ πρεσβεύσατε.

'Ομήγυριν Ποντίων ἀφανῶν ἀγίων έἐδαφισάντων υἰών "Αγαρ φρύαγμα ἀνευφημούντες πρεσβείας αὐτῶν αἰτούμεθα.

Νεόφωτοι φωστήρες οὶ ἐν τὴ 'Εώα ἀρτιφανώς ἀνατείλαντες, μάρτυρες, δουλείας πόρρω τὴν ζόφωσιν ἀπελάσατε.

Θεοτοκίον
Χαρίτων θείων φρέαρ, δός πιεῖν τὸ ύδωρ τὴς σωτηρίας σοῖς δούλοις, πανύμνητε, Σουμελιώτισσα Μῆτερ, τό διειδέστατον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ἀνωνύμων πανευκλεῶν ἀθλητῶν χορεία, ὴ ἐν Πόντω ἀρτιφανῶς λάμψασα ἐνστάσει στερρᾶ καὶ μαρτυρίω καὶ πάσαν ’Εκκλησίαν καταγλαῖσασα.

Τἠν ἐξ ιερέων, ἰεραρχῶν, μοναστῶν καὶ πλήθους ἀνωνῦμων χριστιανῶν συγκειμένην, δεῦτε, πανένδοξον χορείαν Ποντίων ἀθλοφόρων ἐγκωμιάσωμεν.
Σέλας τὸ νεόφωτον τὴς Χριστοῦ ’Εκκλησίας πάντες ἀνυμνήσωμεν ἐκτενώς, ἀθλητάς Ποντίους γνωστούς καὶ ἀνωνύμους, τοῦς λάμψαντας ἀνδρεία καὶ καρτερότητι.

Μάκτρω τῶν ἐνθέρμων ὐμῶν εὐχῶν θλίψεις τῶν προσφύγων ἀποσμήξατε τῶν ὐμῶν, ἀφανείς γενναίοι νεόαθλοι, Κυρίου τὸ ὄνομα οὶ πίστει ὀμολογήσαντες.

Τήν Σουμελιώτισσαν εὐλαβώς Θεοτόκον πάντες σὺν 'Αγίων ἐπιφανῶν δήμω καὶ μαρτύρων νεοφανῶν χορείαις οὶ Πόντιοι ἐκθύμως ἀνευφημήσωμεν.

Οί χερσί κτανθέντες "Αγαρ υἰῶν ἰταμώς ἐν χρόνοις τοῖς ἐσχάτοις διὰ Χριστοῦ πίστιν τὴν ἀγίαν ἐν Πόντω, δυσωπεῖτε τὸν Κτίστην καταπέμψαι ἄπασιν ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

και τό Άπολυτίκιον.
"Ήχος πλ. α’. Τόν συνάναρχον Λόγον.

’Ανωνύμων μαρτύρων Ποντίων σύλλογον τῶν ἐν ἐσχάτοις τοῖς χρόνοις ἀποκτανθέντων χερσί μιαιφόνοις τῶν υἰῶν τὴς "Άγαρ μέλψωμεν κράζοντες’ νέοι άθληταί,τοῖς ἰκέταις τοῖς ὐμῶν
βραβεύσατε οὐρανόθεν χαράν καὶ δύναμιν τρῶσαι ἐχθρῶν ἀπίστων άπαν φρύαγμα.


’Εκτενής καί Άπόλυσις, μεθ’ήν ψάλλομεν τό έξης

’Ήχος β.' "Οτε έκ του Ξύλου.

Δήμον ἀνωνύμων ἀθλητῶν,ἀφανῶν Ποντίων ἀγίων φωσφόρον σύνταγμα,
σύναξιν φιλόθεον ἐγκωμιάσωμεν οὶ πιστοί ἀνακράζοντες* μὴ παύσησθε, θεῖοι μάρτυρες, πρεσβεύοντες ταῶ Πανοικτίρμονι
νίκας κατ’ἀπίστων δωρῆσαι γένει χριστωνύμω καὶ στέψαι πάντας τοὺς πιστούς ἀφθίτω στέμματι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον

Δύναμιν ψυχῆς Χαραλάμπους συζύγω,
Παρέση, δωρήσασθε, μάρτυρες Πόντου.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης