Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1682
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Γεώργιο Καρσλίδη ο Ομολογητής Empty Παρακλητικός Κανών εις τον Όσιο Γεώργιο Καρσλίδη ο Ομολογητής

Την / Το Τετ Αυγ 28, 2019 11:09 am
Παρακλητικός Κανών εις τον εν Οσίοις Θεοφόρον Πατέρα ημών Γεώργιον Τουπικλήν Καρσλίδη τον Ομολογητήν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Όσιο Γεώργιο Καρσλίδη ο Ομολογητής Soaa_a10
Εορτάζει στις 4 Νοεμβρίου εκάστου έτους

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῆς κατανύξεως εὐχῆς ἀσιγήτου, σκληραγωγίας τῆς σαρκός, ἀπααθείας, ἁπλότητος καί νήψεως φανόν νεαυγή μέλψωμεν Γεώργιον. Ἀναλήψεως μάνδρας ἀσκητήν καί κτίτορα ἐνθεώτατιν ὕμνοις καί τάς αὐτοῦ πρός Κύριον λιτᾶς οἱ ἐν ἀναγκαις ταχύ αἰτησώμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης

Θείας χάριτος ρείθρν, θεοφόρον Γεώργιον, καί κροῦνον θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες• δομῆτορ Ἀναλήψεως μονῆς καί Δράμας ἀντιλῆπτορ καί φρουρέ, μέ ἐλλίπης ἱκετεύων τόν μεγαλύναντα σέ πάτερ ὅσιε. Δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σέ ἀσκητῶν πυξίον δείξαντι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἷ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί ό Κανών, οὔ ή Άκροστιχίς*
«Γεώργιε ὄσιε, εὐλόγει ημάς οὐρανόθεν.Χ.»

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Γεώργιε, ἄστρον νεολαμπές Χριστοῦ Ἐκκλησίας, Ἀναλήψεως τῆς μονῆς δομῆτορ ἐν Δράμα, οὐρανόθεν τους εὐλαβῶς σέ τιμώντας ἐπόπτευε.

Εὐλόγει, Γεώργιε θαυμαστέ, τοῦ σέ ἀνυμνοῦντας ὡς ὁσίων νεοφανῶν φωστήρα τόν λάμψαντα ἐν κόσμω σκληραγωγίας ἀκτίσι καί νήψεως.

Ὠράϊσον πλήθει τῶν ἀρετῶν ἠμῶν τάς καρδίας τῶν σπευδόντων ταῖς σαῖς λιταῖς ἐν πτώσει βίου ψυχοκτόνοις καί συμφοραῖς καί ἀναγκαις, Γεώργιε.

Θεοτοκίον.
Ρανίδας δακρύων μου τῶν πολλῶν ἀποσμηξον τάχος μανδηλίω σῶν προσευχῶν πρός Κύριον, τόν μονογενῆ σου Υἱόν καί Λόγον Θεοῦ, Μητροπάρθενε.


Ὠδή γ΄. Οὐράνιας ἁψίδος
Γεωργήσας πλουσίως τῆς ἀρετῆς ἄσταχυν συντονία, πάτερ ἀγώνων, σκληραγωγία σου καί ἀενάω εὐχή εὖρες, Γεώργιε, χάριν τόν καρπόν σής χάριτος πέμπειν σοῖς προσφυγξιν.


Ἰαμάτων χειμάρρους ἡ σή σορός, ὅσιε, ὤφθη τῶν τιμίων λειψάνων, ἤν ἀπεκάλυψαν ἄρτι λαγῶνες τῆς γής, ἐγκρατευτά θεοφόρε, ἀσκητά Γεώργιε, Πόντου ἐκβλάστημα.


Εἰρηνεύεις τόν βίον, σή δαψιλεῖ χάριτι, τῶν πολεμουμένων, τρισμάκαρ, ὁ τόν εἰρήναρχον ὁμολογήσας Χριστόν καί δί’ Αὐτόν ὑπομείνας φυλακήν καί βάσανο, πάτερ Γεώργιε.

Θεοτοκίον.
Οὐρανῶν ὑπερτέρα, σῶν οἰκετῶν φρόνημα, Κεχαριτωμένη, Κυρίου Μῆτερ, οὐράνωσον, τῶν ἀνυμνούντων λαμπρῶς τάς ἀρετᾶς Γεωργίου, Δράμας τοῦ κοσμήτορος καί ἀντιλήπτορος.


Ἁγίασον πιστῶν χορείας τιμώντων σέ κατά χρέος, εὐγεώργητον ὡς ἀγρόν, Γεώργιε, νήψεως εὐχῆς ἀσιγήτου καί ἀπαθείας.

Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Πατέρων σεπτῶν της πίστεως θησαύρισμα, ψυχῶν ἀπλανές οἰακοστρόφε, σκήνωμα εὐπρεπές της χάριτος καί νεόδμητε πύργε συνέσεως, Χριστόν τόν φιλάνθρωπον, Γεώργιε.


Ὠδή δ΄. Εἰσακήκοα, Κύριε

Σωφροσύνης κειμήλιον καί λαμπρόν παλάτιον ὁσιότητος, σωφρονεῖν ἠμᾶς ἀξίωσον ἐπικαλουμένους σέ, Γεώργιε.

Ἰσχυρούς τόν ἀλάστορα πολεμῆσαι πάντας ἠμᾶς ἀναδεῖξον, ὁ αὐτοῦ τά πανουργεύματα λύσας σαῖς ἀσκήσεσι, Γεώργιε.

Εὐσυμπάθητον Κύριον δυσωπεῖν μή παύση ἀεί, Γεώργιε, ὑπέρ πάντων τῶν ὑμνούντων σέ ὡς ὁσίων νέων σεμνολόγημα.

Θεοτοκίον.
Ἐκ τοῦ ὕψους τῆς δόξης σου πάντας περοφρούρει τούς ἀνημνούντας σέ καί περισκεπε καί φύλαττε πρόσφυγας τούς σούς, Θεογεννήτρια.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ὕμνοις σέ φαιδροῖς καταστέφοντες λειψάνων σου προσκυνοῦμεν χαριτόβρυτον σορόν ἐν μονή τῆς Ἀναλήψεως, Γεώργιε.
Λύπης τήν ἀχλύν καί σκοτόμαιναν τῶν θλίψεων δασκέδασον αὐγαῖς σῶν προσευχῶν, σέλας νέων ἀσκητῶν, σεμνέ Γεώργιε.

Ὅσιε Χριστοῦ, θαυματόβρυτε Γεώργιε, καταπράϋνον παθῶν ἠμῶν ὁρμᾶς χαμαιζήλων τῶν ἐκθύμως μελωδούντων σέ.

Θεοτοκίον.
Γῆθεν πρός νομάς οὐρανοῦ ἠμᾶς ἀνάγαγε, τούς προστρέχοντας τή σή ἐπισκοπῆ καί πρεσβεία, ἀγλαή Θεογεννήτρια.


Ὠδή στ΄. Τήν δέησιν
Ἐπάκουσον ἱκετῶν, Γεώργιε, τῶν θερμῶν σου καί παρασχου σήν χάριν ἐνί ἐκάστω τῶν ἀσπαζομένων τήν τῶν λειψάνων σου θήκην τήν πάνσεπτον, ἐν Ἀναλήψεως μονή, ἤν ἐκ βάθρων ἀνήγειρας, ὅσιε.

Ἰάσεων κρήνη ὤφθης ἄφθονος ἐν ζωή καί μετά πότμον, θεοφρον, ὁ ἰατρός τῶν ψυχῶν καί σωμάτων τῶν Δραμινῶν ἀσθενούντων, Γεώργιε, καί τῶν σπευδόντων εὐσεβῶν πανταχόθεν τή θεία σου χάριτι.

Ἡ θήκη σου τῶν ὀστέων πέφηνε μυροθήκη πανευωδής θαυμάτων καί ἁγιάσματος κρήνη τοῖς πόθω καί κατανυξει ψυχῆς ρποσπελάζουσιν αὐτή, ὁσίων καλλονλη καί Ποντίων περίβλεπτον καύχημα.

Θεοτοκίον.
Μνημόνευε τῶν μακαριζόντων, Θεοτόκε, εἰς αἰώνας αἰώνων καί Γεωργίου ὁσίου τήν μνήμην ἐπιτελούντων, τοῦ Δράμας ἀκέστορος καί Ἀναλήψεως μονῆς ταχινοῦ ἀρωγοῦ καί συλλήπτορος.


Ἁγίασον πιστῶν χορείας τιμώντων σέ κατά χρέος, εὐγεώργητιν ὡς ἀγρόν, Γεώργιε, νήψεως, εὐχῆς ἀσιγήτου καί ἀπαθείας.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. τοῖς τῶν αἱμάτων σου

Ἀργυρουπόλεως ἔνθεον βλάστημα καί Γεωργίας σεπτόν ἐνδιαίτημα, ὁ ἐν τή Δράμα ἀσκήσας ὡς ἄσαρκος καί ἁγιάσας μονήν Ἀναλήψεως, ἠμῶν ἴσθι φύλαξ, Γεώργιε.

Καί εὐθύς τό Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Τό Εὐαγγέλιον Ματθαίου (Κεφ. ἴα΄ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταίς, πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰμή ὁ Υἱός, καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμί καί ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός ….
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Ὄλβε πολυτίμητε τοῦ πανσθενοῦς Παρακλήτου, ἀσκητά Γεώργιε, Δράμας φύλαξ ἄγρυπνε, ὁ ἐν ἔτεσι λόγοις καί πράξεσι λάμψας τοῖς ἐσχάτοις ὡς ἀειλαμπέστατος καί ἁμαρύγμασι τῶν ἀσκητικῶν παλαισμάτων σου φώτισας τῶν προσφύγων σου τάς ψυχᾶς, παθῶν πόρρω δίωξον ζόφωσιν, φωσφόρε δομῆτορ Ἀναλήψεως μονῆς, ὁ πάσι νέμων ἰάματα τοῖς ἀνεφημούσι σέ.

Σῶσον ὁ Θεός τόν λαόν σου…
Κύριε, ἐλέησον (12 φορές)
Ἀποπληροῦμεν τὰς λοιπᾶς ὠδᾶς τοῦ Κανόνος.


Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἀσκητά ἐλεῆμον, προσφορᾶς ἐκμαγεῖον πρός χρείας ἔχοντας, Γεώργιε, ἀγάπης καί συμπαθείας κέρας, σούς ἰκέτας ἀξίωσον κατανοεῖν ἐνδεῶν ἀναγκας καί πενήτων.

Σωφροσύνης ταμεῖον καί συνέσεως βάθρον, σεπτέ Γεώργιε, ὑπέμεινας βασάνους, πολλᾶς ἐν Γεωργία δί’ ἀγάπην τοῦ Κτίσαντις. Ώ καί πρεσβεύεις θερμῶς ὑπέρ τῶν ἱκετῶν σου.

Ὁδηγός πλανωμένων σταθηρός καί ἰθύντωρ πιστῶν πρός θέωσιν ὀφθεῖς, ἐχειραγώγεις λαόν πρός σωτηρίαν, ὑπέρ οὗ νῦν τόν Κύριον ἐκδυσωπεῖς ἐκτενῶς, Γεώργιε ἀπμμάκαρ.

Θεοτοκίον.
Ὑπερόπτας προσύλων τούς οἰκέτας σου δεῖξον, Θεογεννήτρια, καί ζηλωτᾶς ἀρρεύστων Γεώργιος ὁ θεῖος, ἄπερ ἄρτι ἐζήλωσε, ὁ ἀσκητής ὁ σοφόας Ταξιαρχῶν τῆς Δράμα.


Ὠδή ἡ΄. Τόν Βασιλέα
Ροαῖς ἱδρώτων καί ἀειρρύτων δακρύων ὁ ἐκπλύνας στολήν τῆς ψυχῆς σου, πλῦνον μου καρδίας, Γεώργιε, τόν ρύπον.

Ἀσθενειῶν μου ταχύ ἀπέλασον ἄλγος, ταχινέ ἰατρέ ἀσθενούντων, σοί καταφευγόντων, Γεώργιε, ἐν νόσοις.

Ναέ χαρίτων τοῦ Παρακλήτου, τά βάθη καρδίων ὁ γινώσκων, κοπρίας κάθαρον παθῶν μέ, Γεώργιε, βοῶ σοί.

Θεοτοκίον.
Οὐρανοδρόμον ὑποδειξόν μοί πορείαν, Θεότοκε, τῷ σέ ἀνυμνούντι ὡς πιστῶν ἁπάντων ἰθύντειραν πρός πόλον.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων μυροθήκη πέλει σῶν λειψάνων ἡ χαριτόβρυτος θήκη, Γεώργιε, ἤν εὐλαβῶς προσκυνοῦντες σέ μακαρίζομεν.

Εὐχαίς σου ἀσιγήτοις σκέπε σούς ἰκέτας, οὖς οὐρανόθεν ἀεί ἐπισκίαζε, σημειοφόρε, ὁσίων φανέ, Γεώργιε.

Ναέ ἠγιασμένε ἀρετῆς, νηστείας σκληραγωγίας, εὐχῆς, καί χρηστότητος, ὑπέρ ἠμῶν ἐκδυσώπει Χριστόν, Γεώργιε.

Θεοτοκίον.
Χαρᾶς ἠμῶν καρδίας πλῆσον, Θεοτόκε, νῦν Γεωργίου τιμώντων τά σκάμματα καί ὁλοθύμως, Παρθένε, μακαριζόντων σέ.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ταπεινώσεως λαμπηδών, χαίροις, ἐναρέτου πολιτείας ὁ ἀκρεμῶν, χαίροις, τῶν ὁσίων πατέρων κοσμότης τῶν ἄρτι ἐκλαμψάνων, μάκαρ Γεώργιε.

Κτίτορ Ἀναλήψεως τῆς μονῆς τῆς σεπτῆς ἐν Δράμα, ὁ ἀσκήσει καί προσευχή θεωθεῖς ἀρτίως, Γεώργιε, ἀξίως παντοίων ἰαμάτων χάριν ἀπείληφας.

Χαίροις, Πόντου ἔρνος νεοθαλές, χαίροις, ἴον Δράμας μυροβόλον καί εὐανθές, χαίροις, μυροθήκη, Γεώργιε, θαυμάτων, Χριστόν τῶν ἀγαπώντων θεῖον κιννάμωμον.

Σκέπε τάς χορείας μοναζουσῶν τῆς σεπτῆς μονῆς σου, Ἀναλήψεως τοῦ Χριστοῦ, ἀσκουμένων κλέος, Γεώργιε, τῶν νέων καί ρύου σούς ἰκέτας πόνων καί θλίψεων.

Θήκην προσκυνοῦντες τήν ἱεράν σῶν σεπτῶν λειψάνων, τήν ὑπάρχουσαν θαυμαστῶς ἰαμάτων κρήνην σέ ἀνυμνολογοῦμεν, Γεώργιε, ὁσίων νέων καλλώπισμα.

Πάντας καταξίωσον τῆς σύν σοῖ χαρμονῆς ἐν πόλω καί ἀφθίτου ἐν οὐρανοῖς εὐφροσύνης, πάτερ Γεώργιε, πατέρων τῶν νεαυγῶν ἀκρότης καί γέρας παντιμον.

Χαίροις ἱερέων ἡ καλλονή καί τῶν μοναζόντων τύπος θεῖος ἐν ἀρετή, χαίροις ὁ τῆς Σίψας θερμότατος προστάτης, Γεώργιε παμμάκαρ, Ὁσίων σύσκηνε.

Ἐκ τοῦ ὅρους, Σῶτερ, τῶν ἐλαιῶν, σαρκί ἀνελήφθης, καθορόντων τῶν Μαθητῶν. Ὅθεν σου τήν θείαν, Ἀνάληψιν ὑμνοῦμεν, δί’ ἤς ἠμᾶς πρός δόξαν, ὕψωσας ἄρρηκτον.

Σήμερον ἡ παναγνός Μαριάμ, τῷ ναῶ προσάγει, ὥσπερ βρέφος τόν Ποιητή. Ὄν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεόν αὐτόν κηρύττει κάν σάρκα εἴληψε.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Εἴτα τά Ἀπολυτίκια
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον

Ἀναλήψεως μάνδρας σεπτόν δομήτορα, χαροποιοῦ πένθους μύστην, καρδιακῆς προσευχῆς, ταπεινώσεως καί νήψεως τό ἔσοπτρον, ὕμνοις, Γεώργιον, πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος βοῶντες φρούρει θεόθεν, σημειοφόρε, τούς ἰκέτας σου.

Ἕτερον.
Ἦχος δ΄. Ταχύ προκατάλαβε…

Ἐκ Πόντου ἀνέτειλας, ὥσπερ ἀστήρ φαεινός, τήν Δράμαν ἐφώτισας, ταῖς διδαχαίς σου σοφέ, τή ἰσαγγέλω πολιτεία σου. Ὅθεν τοῖς προσιούσι, τή ἁγία Μονή σου, νέμεις εἰρήνην, καί παντοίας ἰάσεις’ ὡς ἔχων παρρησίαν πρός Χριστόν, Γεώργιε, πατήρ ἠμῶν Ὅσιε.

εκτενής και απόλυσις, μεθ’ ην ψάλλομεν το εξής:

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Φύλαξ Ἀναλήψεως μονῆς ἄγρυπνε καί Δράμας ἀκέστορ, νεοφανές ἀσκητά, χάριτος, Γεώργιε, λαμπτήρ φανότατε καί ἰάσεων χείμαρρε, τούς σοί προσιόντας ρύσαι βλάβης ὄφεως, κινδύνων, θλίψεων, πόνων καί στενώσεων ὄμβρω τῶν δεήσεών σου πρός Κτίστην καί Θεόν ἠμῶν τόν εὐσυμπάθητον.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Δίστιχον
Ἱεράρχην Δράμας, Γεώργιε, Παῦλον,
σκέπε καί φύλαττε, βοᾶ Χαραλάμπης.


Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης