Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγίαν Ισαπόστολον Νίνα  Empty Παρακλητικός Κανών εις την Αγίαν Ισαπόστολον Νίνα

Την / Το Τετ 28 Αυγ 2019 - 22:56
Παρακλητικός Κανών εις την Αγίαν Ισαπόστολον Νίνα

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Αγίαν Ισαπόστολον Νίνα  C_c_co10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Είτα τά τροπάρια ταΰτα.

Ήχος δ’. Ο ὐψωθείς ἐν τῶ Σταυρῶ.

Τοῦ Παρακλήτου λαμπρυνθείσα τη αἴγλη, τῶν Αποστόλων ἐμιμήσω τὸν ζήλον, καὶ τὸν Χριστόν τοῖς ἔθνεσιν ἐκήρυξας, Νίνα ‘Ισαπόστολε, ἐν δυνάμει τη θεία˙ ὄθεν δυσωπούμεν σὲ, ἐκτενώς ἐκδυσώπει, ὐπέρ ἠμῶν τὸν πάντων Ποιητήν, τὴς Ιβηρίας, ἀγία Φωτίστρια.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ημάς Κυρίω Νίνα προσάγοις. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Ηλίου ἀκτίσι τοῦ νοητοῦ, Νίνα λαμπομένη, τοῦ νοός μου τὸν σκοτασμόν, δίωξον ταῖς σαῖς ἰκετηρίαις, καὶ πρὸς το φῶς ἀρετῶν με ὀδήγησον.

Μοναῖς κατοικούσα τῶν ουρανῶν, Νίνα μακαρία,’ Ισαπόστολε τοῦ Χριστοῦ, μη παύση Κυρίω δὐσωπούσα, ἀμαρτιών ἠμῖν δοῦνα συγχώρησιν.

‘Αγγέλων συνοῦσα θείοις χοροίς, Νίνα θεηγόρε, κἀθικέτευε ἐκτενῶς, λυτροῦσθαι ἠμᾶς πάσης ἀνάγκης, τοῦς ἀδιστάκτω ψυχή προσιόντάς σοὶ.

Θεοτοκίον.
Σαρκί ὀμιλήσας ἐκ τῶν ἀγνῶν, αἰμάτων σου Κόρη, ὸ τῶν ὄλων Δημιουργός, διπλούς ἐκ σου ὤφθη τοιῖς ἀνθρώποις, καὶ τὴν ἀρχαίαν ἀράν ἐξηφάνισεν.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Καταφύγιον θείον, γενοῦ ἠμῖν πάνσεμνε, τοῖς εἰλικρινῶς προσιοῦσι, τὴ ἀντιλήψει σου, πάσαν ἐπήρειαν, τἠν καθ’ ἠμῶν κινουμένην, Νίναν ἀποτρέπουσα, του πολεμήτορος.

Υψηλή διανοία, καὶ ταπεινῶ πνεῦματι, πρὸς τὴν Ιβηρίαν δραμοῦσα, Χριστόν ἐκήρυξας˙ ὀν καθικέτευε, τὸν ὐπερήφανον ὄφιν, καθ’ ἠμῶν μαινόμενον, Νίνα συντρίβεσθαι.

Ρῶμην θείαν λαβοῦσα, ἐν τὴ ψυχή πάνσεμνε, πᾶσαν τὴν ἰσχύν του Βελίαρ, καταπεπάτηκας, ἐν ἀσθενεία σαρκός˙ ὄθεν αυτόῦ της μανίας, Νίνα ἀπολύτρωσαι, τοῦς σὲ γεραίροντας.

Θεοτοκίον.
‘Ιλασμόν ἠμῖν αῖτει, καὶ τῶν παθῶν λῦτρωσιν, ὴ τὸ ἰλαστήριον πάντων, Χριστόν κυήσασα, Παρθένε Άχραντε, καὶ του δολίου τὰ κέντρα, καθ’ ἠμῶν ματαίωσον, τὴ σὴ χρηστότητι.

Διάσωσον πάσης ἀνάγκης, καὶ βλάβης ταὶς σαὶς πρεσβείαις, τοὺς ἐν πίστει τὴ σὴ πρεσβεία προστρέχοντας, ὢ Ἰσαπόστολε Νίνα ἐκδυσωποῦμεν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν  χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πολλήν πρὸς Χριστόν, ῶς θεία ‘Ισαπόστολε, πλουτοῦσα σεμνή, τὴν παρρησίαν πρέσβευε, ρῦεσθαι πάσης θλίψεως, καὶ δεινῶν προσβολῶν του ἀλάστορος, τοῦς προσιόντας σοὶ Νίνα πιστῶς, καὶ μέλποντας τὰ σὰ προτερήματα.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
‘΄Ως Χριστοῦ Ἰσαπόστολος, σῦν τοῖς Ἀποστόλοις Νίνα ἰκέτευε, πειρασμῶν παντοίων ρῦεσθαι, τοῦς εἰλικρινώς σὲ μακαρίζοντας.

Νόμον θείον ἐξέφηνας, τοῖς ἐν Ἰβηρία τὴ πολιτεία σου˙ ὄθεν πάσης ἀνομίας με, Νίνα Ἰσαπόστολε ἀπάλλαξον.

Ιησοὺν τὸν πανάγιον, ὀν ἐν Ἰβηρία Νίνα ἐδόξασας, κἀθικέτευε λυτροῦσθαι με, πάσης ἀδοξίας τὴς τοῦ χείρονος.

Θεοτοκίον.
Νεκρωθέντα τοῖς πταίσμασι, ζῶωσόν με Κόρη τὴ σὴ χρηστότητι, καὶ ζωήν πρὸς τὴν ἐνάρετον, ἴθυνον καὶ σῶσον με Πανάμωμε.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Άνωθεν ἠμῖν, τοῖς πιστῶς ὐμνολογοῦσι σε, δίδου Νίνα τὴν ἀντίληψιν τὴν σὴν, ἐν ειρήνη σὐντηροῦσα τὴν ζωήν ἠμῶν.

Πᾶσης προσβολής, του δολίου πὀλεμήτορος, ἀσινείς ἠμᾶς συντήρησον σεμνή, ἐξαιτούσα ἠμῶν Νίνα παθῶν ἴασιν.

Ρείθροιος μυστικοῖς, τῶν σεπτῶν σου παρακλήσεων, κἀταδρόσισον ἠμᾶς τοῦς τὴ φλογί, φλεγομένους τῶν παθῶν Νίνα και θλίψεων.

Θεοτοκίον.
Όρμῶ γαληνῶ, καθοδήγησον με Δέσποινα, ἐκ θαλάσσης χαλεπῶν ἀμαρτιών, καὶ εἰρήνευσον Παρθένε τὴν καρδίαν μου.


Ωδή στ’. Την δέησιν.
Σοφίαν, τὴν θεϊκήν κεκτημένη, ἐν τἠ χῶρα, τῶν Ἰβήρων ἐπέστης, καὶ εὐσεβείας τὸ φῶς διαυγάζεις, λόγοις καὶ ἔργοις καὶ θαῦμασιν ἄπασι˙ διὸ κατάῦγασον καμέ, τῶ φωτί τὴς αῦλου ἐλλάμψεως.

Ἀπάτης, τὴς τῶν ειδῶλων ἐλέγχεις, τὴν ἀσθένειαν τοῖς θαῦμασι Νίνα˙ διὸ ἠμᾶς ἀσθενείας ἀπάσης, κατά ψυχήν τε καὶ σῶμα˙ ἀπάλλαξον, καὶ δίδου ρῶσιν καὶ ἰσχῦν, τοῦ ποἰείν του Κυρίου τὸ θέλημα.

Γενναίως, ἐν τῶ Σταυρῶ ρωννυμένη, ὸν ὴ Πάναγνος σοι δέδωκε Κόρη, θαυματουργοίς παραδόξως ῶ Νίνα, καὶ του Σωτήρος ἐκφαίνεις τὴν δῦναμιν˙ διὸ δυνάμωσον καμέ, κατά πᾶσης μανίας τοῦ δράκοντος.

Θεοτοκίον.
Ο θρόνος, ὸ ἐπηρμένος τὴς δόξης, του τῶν ὄλων βασιλέων καὶ Κτίστου, Παρθενομήτορ Υπέραγνε Κόρη, τῶν πεπτωκυίαν ψυχήν μου εἴς βόθυνον, ἀμαρτιῶν τε καὶ παθῶν, πρὸς γνησίαν μετάνοιαν ἔγειρον.

Διάσωσον πάσης ἀνάγκης και βλάβης ταῖς σαῖς πρεσβεῖαις, τοῦς ἐν πίστει τὴ σὴ πρεσβεία, προστρέχοντας, ῶ Ἰσαπόστολε Νίνα ἐκδυσωποῦμεν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Τὴς εὐσεβείας τὸν δρόμον τελέσασα, ἐν Ἰβηρία σεμνή Ἰσαπόστολε, τὴς ἄνω Σιῶν κατηξίωσαι, Νίνα ἀεί τῶ Σωτήρι πρεσβεύουσα, διδόναι ἠμῖν θείον ἐλεος.


Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13)

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.


Δόξα.
Ταῖς τὴς σὴς Ἀγίας Ίσαποστόλου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σταυρόν Θείον δέδεξαι, ἐν ὀπτασία, ἀρρήτω, ἐκ τὴς Θεομήτορος, ῶς ὄπλον ἀήττητον Νίνα ἔνδοξε, καὶ ἰσχύν ἄμαχον, ἐξ αὐτοῦ λαβοῦσα, παραδόξως ἐνδιέπρεψας, λόγοις καὶ θαῦμασιν, ἐν τἠ Ἰβηρία, θεόπνευστε˙ διὸ σε ἰκετεύομεν, ῶς τὴς ἄνω δόξης, μετέχουσα, πάσης ἀδοξίας, παθῶν φθαροποιῶν ρῦσαι ἠμᾶς, καὶ ἐκ Θεοῦ ἠμῖν αίτησαι, τῶν πταισμάτων ἄφεσιν.

Σώσον ο Θεός τον λαόν σου….

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰησοῦν τὸν Σωτήρα, καὶ Θεὸν τῶν ἁπάντων Νίνα ἱκέτευε, παθῶν ἐπικρατείας, καὶ πάσης ἁμαρτίας, ἐκλυτροῦσθαι κραυγάζουσι , Ο  τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἰ.

Σωτηρίαν ἐξαίτει, καὶ ποικίλων κινδύνων τὴν ἀπολύτρωσιν, ὢ Νίνα θεοφόρε, τοὶς πόθω σὲ τιμώσι, καὶ βοώσιν ἑκάστοτε. Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἰ.

Γεωργεὶν ἐν Κυρίῳ, μετανοίας ἀξίως καρποὺς ἐνίσχυσον, ὢ Νίνα μακαρία, τοὺς σὲ ὑμνολογοῦντας, καὶ πιστῶς ἀνακράζοντας? Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἰ.

Ὠδὴ ἠ’. Τὸν βασιλέα.
Ράβδον πλουτοῦσα, Νίνα δυνάμεως θείας, ὅνπερ ἔσχηκας Σταυρὸν ἐν ταὶς χερσί σου, ἔδειξας τοὶς πάσι, Χριστοῦ τὴν θείαν χάριν.

Ἀσθενημάτων, κατὰ ψυχὴν τὲ καὶ σῶμα, ταὶς πρεσβείαις σου πρὸς τὸν Δεσπότην πάντων, ρύου ἀεὶ Νίνα, τοὺς σὲ ἀνευφημούντας.

Σύντριψον Νίνα, τὴν καθ’ ἠμῶν δυναστείαν, τοῦ ἀλάστορος ταὶς πρὸς Χριστὸν λιταίς σου, καὶ ἐξαίτει πάσιν, εἰρήνην εἰς τῷ βίῳ.

Ἴδε Παρθένε, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοὶ ταχείαν θεραπείαν, ὡς τῆς συμπαθείας, πηγὴ δαψιλεστάτη.


Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Μεγάλως δοξασθεῖσα παρὰ τοῦ Κυρίου, ὡς ἰσαπόστολος Νίνα θεόκλητος, μεγάλων πόνων ἁπάλλατε τὴν ζωὴν ἠμῶν.

Ὁσίως καὶ δικαίως ἐν τῇ Ἰβηρίᾳ, Νίνα θεόφρον τὸν βίον ἀνύσασα, ἐν ὀσιότητι πάση ἠμᾶς περίφραξον.

Ὑπέρτερον τὸν νοῦν μου, ἐκ τῆς προσπαθείας, τὴν τῶν γηΐνων ἀπέργασαι δέομαι, καὶ φωτισμῶ τοῦτον θείω Νίνα καταύγασον.

Ὑπέραγνε Παρθένε, Κεχαριτωμένη, τὴν ἄναγνόν μου καρδίαν ἀπόπλυνον, τὴ μυστικὴ ἐπομβρία τῆς σῆς χρηστότητος.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν δεξαμένη ἐν τῇ Σιῶν, Νίνα ἐν καρδίᾳ, ἐπτερώθης πόθω Χριστῷ, καὶ ἐν Ἰβηρίᾳ, μετὰ σπουδῆς δραμοῦσα, τῆς εὐσεβείας ὤφθης, κῆρυξ θεόσοφος.

Τὸν Σταυρὸν κατέχουσα ἐν χερσίν, ὂν ἡ Θεοτόκος, ἐποφθείσα σοὶ μυστικῶς, δέδωκεν ὢ Νίνα, ἐκφαίνεις παραδόξως, τοῦ Σταυρωθέντος πάσι, τὴν θείαν δύναμιν.

Λόγοις τὲ καὶ θαύμασιν ἱεροίς, τοῦ Εὐαγγελίου, διαλάμπεις τοὶς ἐν νυκτί, Νίνα θεοφόρε, τὴν ἔλλαμψιν τὴν θείαν, καὶ λύεις τῶν εἰδώλων, πάσαν σκοτόμαιναν.

Ὤφθης ἰσαπόστολος θαυμαστή, ὡς τῶν Ἀποστόλων, δεξαμένη τὸ θεῖον φῶς, καὶ ἐν Ἰβηρίᾳ, ἐκλάμψασα ὢ Νίνα, ἐπήρθης πρὸς τὴν δόξαν, τὴν ὑπερκόσμιον.

Χαίροις Ἰβηρία θεία λαμπάς, Νίνα μακαρία, Ἰσαπόστολε τοῦ Χριστοῦ? χαίροις ἀληθείας, ἐμφανεστάτη στήλη, διώκουσα τοῦ ψεύδους, τὴν ἀμαυρότητα.

Δόξης ἀπολαύουσα Τριλαμπούς, Νίνα σὺν Ἀγγέλοις, καὶ Ἁγίων πάντων χοροίς, πρέσβευε ἀπαύστως, ρύεσθαι πάσης βλάβης, τοὺς τὴ σεπτὴ πρεσβεία σου καταφεύγοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.

Θείας ἀπολαύουσα ζωῆς, καὶ κατατρυφώσα ἀπαύστως, τῶν ὑπὲρ νοῦν ἀμοιβῶν, Νίνα ἰσαπόστολε Χριστὸν ἱκέτευε, πειρασμῶν καὶ κακώσεων, καὶ πάσης ὀδύνης, καὶ πικρᾶς συμπτώσεως, ρύεσθαι πάντοτε, πάντας τοὺς πιστῶς σὲ τιμώντας, καὶ ἐκδεχομένους ὑψόθεν, τὴν θὲρμην και θείαν σου αντίληψιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Γερασίμου πρόσδεξαι Νίνα θεόφρον
Τὴν παροῦσαν δέησιν ὡς λιτὴν θεία.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης