Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1682
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν Empty Παρακλητικός Κανών εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν

Την / Το Σαβ Αυγ 31, 2019 8:59 am
Παρακλητικός Κανών εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Παρακλητικός Κανών εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν Kyrill11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Α᾿λεξανδρείας ὁ σοφὸς ἀρχιθύτης, Βασιλευούσης ὁ λαμπρὸς κυβερνήτης, Πατριαρχῶν ὦ Κύριλλε, ἡ θεία καλλονή, ἀρετῶν κοσμούμενος, μυστικῇ εὐκοσμίᾳ, τοῦ Χριστοῦ τοῖς στίγμασιν, ἱερῶς ἐλαμπρύνθης• ὃν ἐκδυσώπει Πάτερ ἐκτενῶς, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις• «Κυρίλλου».

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Χριστοῦ παραστάδος ἀξιωθείς, ὡς Ἱερομάρτυς, Πάτερ Κύριλλε εὐκλεής, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Θεὸν μεγαλύνας ἐπὶ τῆς γῆς, ταῖς ποιμαντικαῖς σου, Πάτερ Κύριλλε ἀρεταῖς, αὐτὸν μὴ ἐλλίπῃς ἱκετεύων, ἵνα ῥυσθῶμεν παθῶν τῆς χειρώσεως.

Τρυφῆς κοινωνήσας τῆς θεϊκῆς, ὡς ἐν πατριάρχαις, Μάρτυς Κύριλλε εὐκλεής, πρεσβεύων μὴ παύσῃ τοῦ δοθῆναι, παραπτωμάτων ἡμῖν τὴν συγχώρησιν.

Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
'Εκκλησίας ἐδείχθης, Ἀρχιερεὺς πάνσοφος, καὶ περικλεὴς Ἀθλοφόρος, τοῦ Παντοκράτορος, στῦλος τῆς πίστεως, καὶ Ὀρθοδόξων προστάτης• διὰ τοῦτο πάντες σε, τιμῶμεν Κύριλλε.

Τὸν Χριστὸν ἀγαπήσας, ἀπὸ παιδὸς Κύριλλε, τοῦ Εὐαγγελίου τῷ λόγῳ, σαυτὸν ἐῤῥύθμισας• ὅθεν ἀξίωσον, ἔνθεον βίον ἀνύειν, τοὺς ἀνευφημοῦντάς σου, τὰ προτερήματα.

Οὐρανῶν βασιλείας, ἀξιωθεὶς Κύριλλε, οἷα μιμητὴς τοῦ Δεσπότου, θεομακάριστος, ἡμᾶς δεόμεθα, τοὺς ἐπὶ γῆς σε τιμῶντας, ἀπὸ πάσης λύτρωσαι, νόσου καὶ θλίψεως.

Θεοτοκίον.
'Υπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.


Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε Πάτερ θεόφρον Ἱερομάρτυς.

'Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Λαοῦ τοῦ πιστοῦ, ἀξίως προϊστάμενος, Μαρτύρων τιμῆς, καὶ δόξης κατηξίωσαι• διὰ τοῦτο πρέσβευε, τῷ Δεσπότῃ ἔνδοξε Κύριλλε, ἵνα ἐχθρῶν ῥυσθῶμεν ἀπειλῆς, οἱ ὕμνον κροτοῦντες σοὶ ἐπάξιον.


Ὠιδὴ δ’. Εἰσακήκοα Κύριε.
Τῆς σοφίας δεξάμενος, Κύριλλε τὴν ἔλλαμψιν ἐν καρδίᾳ σου, ὡς φωστὴρ ἐν στερεώματι, τῷ τῆς Ἐκκλησίας ἐξανέτειλας.

Εἰρηναῖον καὶ ἄλυπον, βίον ἐν σεμνότητι καταξίωσον, διανύειν ἡμᾶς Κύριλλε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Σηπεδόνας τοῦ σώματος, καὶ ψυχῆς νοσήματα τῶν τιμώντων σε, χειρουργίᾳ τῆς σῆς χάριτος, ἴασαι τελείως Πάτερ Κύριλλε.

Θεοτοκίον.
Ρυπωθέντα τοῖς πταίσμασι, ῥείθροις με ἀπόπλυνον τῆς σῆς χάριτος, ἵνα Μῆτερ Ἀειπάρθενε, τόκον σου δοξάζω τὸν ἀμόλυντον.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Στῦλος ἀῤῥαγής, εὐσεβείας ἀναδέδειξαι, Πάτερ Κύριλλε ἐν βίῳ σου παντί, ὑπὲρ ταύτης σθεναρῶς ἀγωνισάμενος.

Φώτισον ἡμῶν, τῶν πιστῶν τρισμάκαρ Κύριλλε, τὰς καρδίας τῇ φαιδρᾷ μαρμαρυγῇ, τῆς δοθείσης σοι ὑψόθεν θείας χάριτος.

Νεῦσον συμπαθῶς, ταῖς λιταῖς τῶν προσιόντων σοι, Πάτερ Κύριλλε λυτρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως.

Θεοτοκίον.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.


Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
'Υψώμασιν ὀρθοδόξοις Κύριλλε, ὡς σοφὸς Ἀρχιερεὺς διαπρέπων, ἐν διδαχαῖς σου τρισμάκαρ καὶ ἔργοις, τῶν κακοδόξων καθεῖλες τὸ φρύαγμα, καὶ ἐστερέωσας τοῦ σοῦ, θεολέκτου ποιμνίου τὸ φρόνημα.

'Επάκουσον θεομάκαρ Κύριλλε, τῆς δεήσεως ἡμῶν Πάτερ ταύτης, καὶ τυραννίδος παθῶν ἀκαθέκτων, δεῦρο ἡμᾶς ἀπαλλάττων βοῶντάς σοι• Πατριαρχῶν χαίροις κανών, καὶ Μαρτύρων τερπνὸν ἐγκαλλώπισμα.

Προστρέχομεν, εὐσεβῶς σοι Κύριλλε, καὶ βοῶμέν σοι ἐκ βάθους καρδίας• Ἱερομάρτυς Χριστοῦ βακτηρίᾳ, τῆς ἀληθῶς κραταιᾶς προστασίας σου, πρὸς σωτηρίου τὴν νομήν, τοὺς εἰς σὲ ἀφορῶντας ὁδήγησον.

Θεοτοκίον.
Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν τῆς χάριτος τὸ φῶς, τῇ ζοφώδῃ ψυχῇ μου ἀνάτειλον.


Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε Πάτερ θεόφρον Ἱερομάρτυς.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

'Ιεραρχίας κοσμήσας τὸ ἔνδυμα, τοῦ μαρτυρίου σου Πάτερ τοῖς στίγμασι, Χριστὸς ὁ Θεός σε ἐδόξασεν, ὃν παῤῥησίᾳ ἱκέτευε Κύριλλε, σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.


Προκείμενον. Ἦχος δ΄.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.(Κεφ. ι’ 16)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων• γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων• παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε• δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον• καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου• ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

῾Ο Ν΄.
Δόξα.
Ταῖς τοῦ ῾Ιεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίον οὐρανόφρονα, δι̉ ἀρετῆς κεκτημένος, Ἱεράρχης γέγονας, Ἐκκλησίας ὅσιος, παμμακάριστε• ὡς δὲ χρηστότατος, ποιμὴν Ὀρθοδόξων, τοῦ ποιμνίου προϊστάμενος, πρὸς τὸ μαρτύριον, ἐν ἀγαλλιάσει ἐχώρησας, καὶ φρύαγμα ἐπάτησας, τῶν ἐχθρῶν τῆς πίστεως Κύριλλε. Ὅθεν τοὺς ὑμνοῦντας, τοὺς ἄθλους καὶ ἀγῶνάς σου πιστῶς, τῆς προστασίας σου πάντοτε, δίδου τὰ γνωρίσματα.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μαρτυρίου τὸν δρόμον, διανύσας προθύμως, ὁ θεοφόρος ποιμήν, τὴν μάνδραν ἐν ὑψίστοις, ἐπέβης τῶν Μαρτύρων, ἔνθα νῦν ἀγαλλόμενος, μὴ διαλλίπῃς ἡμῶν, Κύριλλε μνημονεύων.

Ἔχοντές σε ἐν βίῳ, ἀληθῆ παραστάτην, σπεύδομεν Πάτερ σοφέ, πρεσβείας σου ἁγίας, τῇ κραταιᾷ δυνάμει, ἱκετεύοντες Κύριλλε• Ἄνωθεν σκέπε ἡμᾶς, Ἅγιε καὶ εὐλόγει.

Ἴερῶν σου λειψάνων, τὴν μυρίπνοον θήκην, ὡς θησαυρὸν τιμαλφῆ, Μονὴ τῆς Ἀγκαράθου, ἐν κόλποις κεκτημένη, ἐπαγάλλεται Κύριλλε• αὐτὴν οὖν φρούρει ἀεί, καὶ φύλαττε εὐχαῖς σου.

Θεοτοκίον.
Λυτρωτὴν τοῖς ἀνθρώποις, ὑπὲρ φύσιν Παρθένε, ἀπογεννήσασα, παθῶν τῆς τυραννίδος, εὐσπλάγχνως λύτρωσαί με, ἵνα πίστει κραυγάζω σοι• Χαῖρε Μαρία Ἁγνή, Κυρία τῶν Ἀγγέλων.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Ἀγκαράθου, ἀγαλλιᾶται ἡ Μάνδρα, Πάτερ Κύριλλε κατέχουσα ἐν κόλποις, τῶν ἡγιασμένων, λειψάνων σου τὴν θήκην.

Θεῖος προστάτης, γενοῦ καὶ ἄγρυπνος φύλαξ, τοῖς προστρέχουσι τῇ θείᾳ σου πρεσβείᾳ, Κύριλλε παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσιν.

'Επίνευσόν μου, ὡς εὐμενὴς τῇ δεήσει, Πάτερ Κύριλλε Χριστοῦ Ἱερομάρτυς, εἰρήνην παρέχων, τελείᾳ τῇ ψυχῇ μου.

Θεοτοκίον.
Ὄλον με πλῆσον, τῆς θεαυγοῦς χάριτός σου, ἀπελαύνουσα τὸ σκότος τῶν κακῶν μου, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ποιμάνας τὸν λαόν σου, Κύριλλε ἀξίως, μαρτυρικῶς πρὸς Θεόν ἐξεδήμησας, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐφημούντων σε.

Βοήθει ἐν τοῦ βίου, ταῖς ταλαιπωρίαις, καὶ χαλεπαῖς περιστάσεσι Κύριλλε, τοὺς εὐλαβῶς προσιόντας, τῇ ἀντιλήψει σου.

'Ο πάντων Ὀρθοδόξων, μέγιστος προστάτης, καὶ ἀντιλήπτωρ ταχύτατος Κύριλλε, τῆς ἀρωγῆς σου τὴν χάριν, ἡμῖν πρυτάνευσον.

Θεοτοκίον.
'Υπέραγνε Μαρία, Κεχαριτωμένη, ἁμαρτημάτων αἰσχρῶν ἀποκάθαρον, τοῦ μολυσμοῦ τὰς καρδίας, τῶν προστρεχόντων σοι.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Κρητονήσου ἄνθος τερπνόν, καὶ ᾿Αλεξανδρείας, Ποιμενάρχης περικλεής• Χαίροις Πατριάρχης, σοφὸς τῆς Κωνσταντίνου, καὶ Ἐκκλησίας στῦλος, ἔνδοξε Κύριλλε.

Θρόνῳ διαπρέψας ἐν ὑψηλῷ, δόξῃ μαρτυρίου, ἐλαμπρύνθης περιφανῶς, Κύριλλε καὶ ὤφθης, φωστὴρ τῆς Ἐκκλησίας, φωτίζων καὶ λαμπρύνων, τοὺς προσιόντας σοι.

Χαίροις τῶν Πατέρων ὁ ζηλωτής, καὶ Ὀρθοδοξίας, ὁ γενναῖος προασπιστής• χαίροις εὐσεβείας, διδάσκαλος θεόπνους, Πατριαρχῶν τὸ κλέος, Ὅσιε Κύριλλε.

Πρέσβευε Κυρίῳ διηνεκῶς, τῷ δοξάσαντί σε, ἐν ὑψίστοις ὑπὲρ ἡμῶν, τῶν ἀσπαζομένων, λειψάνων σου τὴν θήκην, ἐξ ἧς ἐκβλύζει ῥεῖθρον, χάριτος Κύριλλε.

Δεῦτε εὐσεβάστως οἱ εὐσεβεῖς, ᾄδοντες τὸν ὕμνον, τῷ Κυρίλλῳ τῷ εὐκλεεῖ, ὅτι ἐν καθέδρᾳ, Πατριαρχῶν ἐμπρέψας, Μαρτύρων ἀνεδείχθη, θεῖος ὁμότροπος.

Ε῎χων παῤῥησίαν πρὸς τὸν Θεόν, ὡς Ἱερομάρτυς, Πάτερ Κύριλλε θαυμαστός, προστάτευε πάντων, τῶν σὲ ὑμνολογούντων, κινδύνων ἐκ παντοίων, αὐτοὺς ῥυόμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δόκιμος ἐργάτης γεγονώς, σὺ τοῦ μυστικοῦ ἀμπελῶνος, τῆς Ἐκκλησίας Χριστοῦ, ὤφθης καλλιέρημα, Θεῷ εὐπρόσδεκτον, καὶ αὐτοῦ εἰσελήλυθας, ἐν τῇ βασιλείᾳ, διαλάμπων στίγμασι, τοῦ μαρτυρίου σου. Ὅθεν παῤῥησίαν ὡς ἔχων, Κύριλλε παμμάκαρ ἐξαίτει, ἔλεος καὶ χάριν τοῖς ὑμνοῦσί σε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κύριλλον προστρέχοντα τῇ ἀρωγῇ σου,
Κύριλλε περίσῳζε κακῶν παντοίων.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης