Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1433
https://www.proseyxi.com

  Χαιρετισμοί εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν Empty Χαιρετισμοί εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν

Την / Το Σαβ Αυγ 31, 2019 9:07 am
Χαιρετισμοί εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
  Χαιρετισμοί εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν Kyrill11      

 Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν Πατριάρχαις ἀθλητὴς ἀκαταγώνιστος, θανατωθεὶς Ἀγαρηνῶν χερσὶ φονόεσσαις, ἀναδέδειξαι, ὦ Κύριλλε, θεηγόρε· ὅθεν στέφος ἀφθαρσίας κομισάμενος, ἱκεσίαις σου μὴ παύσῃ προϊστάμενος, τῶν βοώντων σοι Χαίροις, Πάτερ πολύαθλε.

Οἱ Οἴκοι.
Ἄνωθεν τῶν Ἀγγέλων αἱ δυνάμεις κροτοῦσιν, ἐπάξιόν σοι Πάτερ τὸν ὕμνον (ἐκ γ΄)· ἡμεῖς δὲ ἐπὶ γῆς οἱ πιστοί εὐσεβῶς τιμῶντες τοὺς λαμπροὺς ἄθλους σου, τοῖς ᾄσμασί σε στέφομεν, Κύριλλε, καὶ πιστῶς βοῶμεν

Χαῖρε, ὁ ὅσιος Ποιμενάρχης
χαῖρε,  ὁ ἔνδοξος Πατριάρχης.
Χαῖρε, Κρητονήσου βλαστὸς τιμιώτατος
χαῖρε,  Ἀγκαράθου ἀκτὶς οὐρανόφωτος.
Χαῖρε, Μάρκου ὁ διάδοχος, τῆς Αἰγύπτου ὁ πυρσός
χαῖρε,  Βυζαντίου Πρόεδρος, Ἐκκλησίας ὀφθαλμός.
Χαῖρε, ὅτι καθεῖλες πολεμίων τὸ θράσος
χαῖρε,  ὅτι ὑπῆλθες μαρτυρίου τὸν δρόμον.
Χαῖρε, Ἁγίων πάντων συμμέτοχος
χαῖρε,  Μαρτύρων θεῖος ἐφάμιλλος.
Χαῖρε, σεπτῶν δωρεῶν οἰκονόμος
χαῖρε,  ζωῆς ἀληθοῦς κληρονόμος.

Χαίροις, Πάτερ πολύαθλε.

Βλάστημα ἀνεδείχθης, θεῖον Εὐαγγελίου, ἐκ ῥίζης εὐσεβοῦς ἐξανθήσας, καὶ ὡς καρποφορίαν καλήν, τῷ οὐρανίῳ γεωργῷ Κύριλλε, προσήνεγκας τὰς ἀρετάς, τοῦ βίου σου ἀνακραυγάζων

Ἀλληλούϊα.

Γνώσεως τῆς κατ’ ἄμφω, θησαυρίσας τὸν πλοῦτον, ἀνὴρ ὡς ἀγαθὸς θεομάκαρ, διδαχῆς σου θείας ταῖς αὐγαῖς, τῶν Ὀρθοδόξων τῷ λαῷ Κύριλλε, ὥσπερ φωστὴρ ἀνέτειλας, ἀκούων παρὰ πάντων οὕτως

Χαῖρε, ἀγάπης τὸ ἐκμαγεῖον
χαῖρε,  ἐλπίδος τὸ πρυτανεῖον.
Χαῖρε, εὐσεβοῦς ῥιζουχίας ἀπάνθισμα
χαῖρε,  μυστικῆς γεωργίας ἐκβλάστημα.
Χαῖρε, ὅτι ἠκολούθησας παιδιόθεν τῷ Χριστῷ
χαῖρε,  ὅτι ἐμεγάλυνας ἀρεταῖς σου τὸν Θεόν.
Χαῖρε, ὁ εὐσεβείας ἀληθὴς μυστολέκτης
χαῖρε,  ὁ ἀσεβείας δυνατὸς καθαιρέτης.
Χαῖρε, Χριστοῦ κηρύξας τὸ ὄνομα
χαῖρε,  πιστῶν ὑψώσας τὸ φρόνημα.
Χαῖρε, ψυχὴν πρὸς Θεὸν ἀνατείνας
χαῖρε,  σαρκὸς τὰς ὁρμὰς ἀποκτείνας.

Χαίροις, Πάτερ πολύαθλε.

Δῶρον ὅλον προσῆξας, ἑαυτὸν τῷ Κυρίῳ, τρυφὰς τὰς ἐφημέρους μισήσας• καὶ τὸν σὸν ὡς πάνσοφος Σταυρόν, ἐπωμάδιον ἀναλαβὼν Κύριλλε, Χριστῷ κατηκολούθησας, ἐν βίῳ σου παντὶ κραυγάζων

Ἀλληλούϊα.

Ἔνθους ὅλος ὑπάρχων, Ἀγκαράθου ἐν Μάνδρᾳ, τὸ σχῆμα μοναστῶν ἠμφιάσω, καὶ τὸν παναλάστορα ἐχθρόν, ἀγωνίσμασί σου τοῖς πολλοῖς Κύριλλε, εἰς τέλος ἀπεγύμνωσας• διὸ νῦν παρ’ ἡμῶν ἀκούεις

Χαῖρε, φωστὴρ τῆς θεοσεβείας
χαῖρε,  πρηστὴρ τῆς θεοεχθρίας.
Χαῖρε, Ὀρθοδόξων θεόπνους διδάσκαλος
χαῖρε,  κακοδόξων στεῤῤόφρων πολέμιος.
Χαῖρε, γεωργὸς ἀκάματος ἀρετῶν θεουργικῶν
χαῖρε,  φυτοκόμος ὅσιος ἐννοιῶν πνευματικῶν.
Χαῖρε, ὁ τῶν Λατίνων τὴν ὀφρὺν καταισχύνας
χαῖρε,  ὁ τῶν τυράννων τὴν ἰσχὺν ταπεινώσας.
Χαῖρε, δι’ οὗ ἡ πίστις κεκήρυκται
χαῖρε,  δι’ οὖ ἡ πλάνη πεπάτηται.
Χαῖρε, Θεοῦ τὴν δόξαν ποθήσας
χαῖρε, ρυφὴν ματαίαν μισήσας.

Χαίροις, Πάτερ πολύαθλε.

Ζήλου ἐπουρανίου, πληρωθεὶς τὴν καρδίαν, προσκαίρων τῆς ἀπάτης ἀπέστης, καὶ ζυγῷ Κυρίου τῷ χρηστῷ, ὑποτάξας ὅλον σεαυτὸν Κύριλλε, τῆς Βασιλείας οὐρανῶν, ἐν γῇ ὁδίτης ὤφθης κράζων

Ἀλληλούϊα.

Ἦλθες εἰς γῆν Αἰγύπτου, Μελετίῳ ὑπείκων, τῷ σῷ ὡς νουνεχὴς διδασκάλῳ, καὶ καλῇ ἐν μιμήσει αὐτοῦ, ἐκοπίασας ἵνα λαὸν Κύριλλε, Θεοῦ τὸν περιούσιον, ἐπιστηρίξῃς κράζοντά σοι

Χαῖρε, ὁ δόναξ τῆς ἀληθείας
χαῖρε,  ὁ κῆρυξ τῆς εὐσεβείας.
Χαῖρε, μοναζόντων ὑπόδειγμα ἄριστον
χαῖρε,  Ὀρθοδόξων ἑδραίωμα ἄῤῥηκτον.
Χαῖρε, ὅτι κατανύξεως ἀναβλύζεις γλυκασμόν
χαῖρε,  ὅτι παρακλήσεως ἐπιστάζεις σταλαγμόν.
Χαῖρε, Εὐαγγελίου ἐπουράνιος γλῶσσα
χαῖρε,  Ὀρθοδοξίας θεοδίδακτον στόμα.
Χαῖρε, λαοῦ προστάτης ἀκοίμητος
χαῖρε,  πιστῶν ὑπέρμαχος ἄριστος.
Χαῖρε, Χριστοῦ τὴν πίστιν κηρύξας
χαῖρε,  ἐχθροῦ τὸ θράσος πατήσας.

Χαίροις, Πάτερ πολύαθλε.

Θρόνῳ ἐν περιβλέπτῳ, Μάρκου τοῦ Ἀποστόλου, ἀνῆλθες θεϊκῇ ἐπινεύσει, καὶ Εὐαγγελιστοῦ ἀληθῶς, ἐποίησας ἔργον ἐν αὐτῷ Κύριλλε, ἐμπρέψας τῇ σοφίᾳ σου, καὶ πάντας μελῳδεῖν διδάξας

Ἀλληλούϊα.

Ἱεράρχης ἐδείχθης, θαυμαστὸς Ἐκκλησίας, δυνάμει τοῦ σεπτοῦ Παρακλήτου, καὶ Ποιμὴν κατὰ πάντα καλός, τῆς ποίμνης ἐγένου τοῦ Χριστοῦ Κύριλλε, ἐν ἀγραυλίᾳ πνεύματος• ὅθεν βοῶμέν σοι τοιαῦτα

Χαῖρε, ὁ μέγας ἐν Ἱεράρχαις
χαῖρε,  ὁ θεῖος ἐν Πατριάρχαις.
Χαῖρε, μαθητὴς Μελετίου παμφίλτατος
χαῖρε,  μιμητὴς τοῦ Δεσπότου θεόληπτος.
Χαῖρε, σκήνωμα εὐρύχωρον οὐρανίων ἀρετῶν
χαῖρε,  ἄρωμα μυρίπνοον θεοσδότων δωρεῶν.
Χαῖρε, ὅτι μετῆλθες θαυμαστὴν πολιτείαν
χαῖρε,  ὅτι καθεῖλες δυσσεβῶν πανουργίαν.
Χαῖρε, Χριστοῦ τὸν πόθον δεξάμενος
χαῖρε,  ἐχθροῦ τὰ στίφη τρεψάμενος.
Χαῖρε, ζωῆς ἀληθοῦς θιασώτης
χαῖρε,  ἠθῶν ἁμαρτίας διώκτης.

Χαίροις, Πάτερ πολύαθλε.

Κῆρυξ Ὀρθοδοξίας, καὶ ὑπέρμαχος μέγας, ἐν χάριτι Θεοῦ ἐγνωρίσθης, ὡς Πατέρων Ἁγίων σεπτός, διάδοχος πέλων καὶ ἑσμὸν Κύριλλε, τῶν κακοδόξων ᾔσχυνας, ὡς μὴ εἰδότων ὀρθῶς ψάλλειν

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ, ὡς φωστὴρ ἑωσφόρος, ὁσίας ποιμασίας τοῖς ἔργοις, ἐν Κωνσταντινουπόλει Θεοῦ, μετέθηκέ σε ἡ πρόνοια Κύριλλε, Χριστοῦ φῶς ἀνατέλλοντα, ἐκεῖθεν τοῖς ἀναβοῶσι

Χαῖρε, ὁ ὕμνος τῶν οὐρανίων
χαῖρε,  τὸ χάρμα τῶν ἐπιγείων.
Χαῖρε, τῶν Ἁγίων Πατέρων ὁμότροπος
χαῖρε,  τῶν ἀΰλων Ἀγγέλων συνόμιλος.
Χαῖρε, σάλπιγξ ἱερώτατος σωτηρίων διδαχῶν
χαῖρε,  λύρα εὐηχέστατος θεοφρόνων ἐννοιῶν.
Χαῖρε, ὅτι ἐδείχθης τοῦ λαοῦ παρακλήτωρ
χαῖρε,  ὅτι ὑπάρχεις εὐσεβῶν ἀντιλήπτωρ.
Χαῖρε, Κρητῶν ἐξαίσιον καύχημα
χαῖρε,  πιστῶν ἀτίνακτον στήριγμα.
Χαῖρε, ἑσμὸν κακοδόξων συντρίψας
χαῖρε,  λαὸν Ὀρθοδόξων στηρίξας.

Χαίροις, Πάτερ πολύαθλε.

Μυστηρίων ἁγίων, λειτουργὸς θεοφόρος, ὡράθης τῷ ἀμέμπτῳ σου βίῳ, καὶ θυσίαν εὐώδη σαυτόν, εὐσεβῶς προσῆξας τῷ Θεῷ Κύριλλε, ᾧ ἐκβοῶμεν οἱ πιστοί, ὡς εὐκλεῶς δοξάσαντί σε

Ἀλληλούϊα.

Νέας Ῥώμης τοῦ θρόνου, ἐκλογῇ θεοκρίτῳ, ἐν χρόνοις ἐπιβὰς δυσχειμέροις, παράκλησις καὶ ἀναψυχή, τῆς πικρᾶς δουλείας ἐν δεινοῖς Κύριλλε, στενάζουσιν ἐπέφανας, ἀκούων παρ’ αὐτῶν τοιαῦτα

Χαῖρε, τῆς Κρήτης ἡ φωταυγία
χαῖρε,  τοῦ κόσμου ἡ δᾳδουχία.
Χαῖρε, Ἀλεξάνδρου τοῦ ἄστεως κόσμημα
χαῖρε,  Κωνσταντίνου τῆς πόλεως σέμνωμα.
Χαῖρε, θαυμαστὴ βοήθεια Ὀρθοδόξων τοῦ λαοῦ
χαῖρε,  δυνατὴ κατάπτωσις κακοδόξων τοῦ ἑσμοῦ.
Χαῖρε, ὅτι Ἀγγέλων τὴν ζωὴν ἡμιλλήθης
χαῖρε,  ὅτι Δικαίων ἐν σκηνῇ εἰσῳκίσθης.
Χαῖρε, παθῶν νεκρώσας κινήματα
χαῖρε,  ζωῆς πλουτήσας δωρήματα.
Χαῖρε, φωτὸς οὐρανίου ἐπόπτης
χαῖρε,  Λατίνων ἀπάτης διώκτης.

Χαίροις, Πάτερ πολύαθλε.

Ξένος ὢν τοῖς ἐν κόσμῳ, ᾠκειώθης Κυρίῳ, ταῖς εὐαγγελικαῖς ἀρεταῖς σου• διὸ καὶ ὑπέμεινας στεῤῥῶς, ἐξορίας, θλίψεις, καὶ δεσμὰ Κύριλλε, ἐν πᾶσι χαίρων ἔνδοξε, καὶ ψάλλων τῷ Σωτῆρι πόθῳ

Ἀλληλούϊα.

Ὅλος ἱερωμένος, καὶ καθηγιασμένος, Θεῷ τῷ ἐν Τριάδι ὑπάρχων, χάριτος προέστης τοῦ λαοῦ, Μωσῆς ὥσπερ ἄλλος καὶ αὐτὸν Κύριλλε, τῇ πίστει διεφύλαξας, βοῶντά σοι ἐν εὐφροσύνῃ

Χαῖρε, ὁ μέγιστος τῇ σοφίᾳ
χαῖρε,  ὁ ἔνθεος τῇ φρονήσει.
Χαῖρε, Ἱεράρχης Χριστοῦ πανσεβάσμιος
χαῖρε,  Πατριάρχης λαοῦ θεοπρόβλητος.
Χαῖρε, ὕψος θείας γνώσεως καὶ ἀγάπης θησαυρός
χαῖρε,  βάθος ταπεινώσεως καὶ χρηστότητος κανών.
Χαῖρε, ὅτι μετῆλθες βιοτὴν θαυμασίαν
χαῖρε,  ὅτι ὑπῆλθες ἀκραιφνῆ πολιτείαν.
Χαῖρε, εἰκὼν πραότητος ἔμψυχος
χαῖρε,  λειμὼν συνέσεως εὔοσμος
Χαῖρε, Θεοῦ ὁ πιστὸς ὑπηρέτης
χαῖρε,  λαοῦ ὁ καλὸς ποδηγέτης.

Χαίροις, Πάτερ πολύαθλε.

Πολυτρόπους ἀγῶνας, ἐπὶ γῆς ἐκτελέσας, ὑπὲρ τῆς θεολέκτου σου ποίμνης, Μαρτύρων κἂν ἐν γήρᾳ ὁδόν, ἐν φρονήματι νεανικῷ ἤνυσας, καὶ πρὸς ζωὴν ἀτέρμονα, μετέστης Κύριλλε κραυγάζων

Ἀλληλούϊα.

Ῥώμῃ ἐπουρανίῳ, τὴν φονόεσσαν μῆνιν, οὐδόλως τῶν ἐχθρῶν ἐπτοήθης, ἀλλὰ γόνατα κλίνας τὰ σά, καὶ Θεῷ εὐχόμενος ἐκτενῶς Κύριλλε, ἐδέξω τὴν τελείωσιν, στραγγαλισθείς• ὅθεν βοῶμεν

Χαῖρε, τὸ μύρον τῆς εὐλαβείας
χαῖρε,  τὸ ῥόδον τῆς εὐανδρίας.
Χαῖρε, τῶν Ποιμένων Ποιμὴν ὁ ἀνύστακτος
χαῖρε,  τῶν Πατέρων Πατὴρ ὁ φιλόστοργος.
Χαῖρε, ὅτι τὸ μαρτύριον καθυπέμεινας στεῤῥῶς
χαῖρε,  ὅτι τῇ ἀθλήσει σου ἐξενεύρισας ἐχθρόν.
Χαῖρε, ὁ τῷ Δεσπότῃ εὐσεβῶς ἱερεύσας
χαῖρε,  ὁ πολεμίων τὴν ὀφρὺν διαλύσας.
Χαῖρε, λαμπὰς ἀείφωτος πίστεως
χαῖρε,  ἀστὴρ ἀνέσπερος χάριτος.
Χαῖρε, ζωῆς κοινωνήσας Μαρτύρων
χαῖρε,  τρυφῆς ἀπολαύσας Δικαίων.

Χαίροις, Πάτερ πολύαθλε.

Στολισμῷ μαρτυρίου, τῆς ἀρχιερωσύνης, τὴν χλαῖναν εὐπρεπῶς ὡραΐσας, εἰς τὴν τοῦ Παραδείσου αὐλήν, εὐσταλὴς εἰσῆλθες καὶ φαιδρὸς Κύριλλε, παρὰ Χριστοῦ τὰ ἔπαθλα, δεχόμενος ᾧ μελῳδοῦμεν

Ἀλληλούϊα.

Τῶν Μαρτύρων τῇ δόξῃ, κατακεκοσμημένος, παρίστασαι Χριστοῦ τῇ τραπέζῃ, ἐν τῶν Πρωτοτόκων τῇ σκηνῇ, τῆς ἱερουργίας μυστικῶς Κύριλλε, τῆς ἄνω ἀξιούμενος, καὶ μνημονεύων τῶν βοώντων

Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας
χαῖρε,  τὸ ῥεῖθρον τῆς συμπαθείας.
Χαῖρε, ποταμὸς εὐποιΐας πολύῤῥυτος
χαῖρε,  χορηγὸς ἀγαθῶν πλουσιόδωρος.
Χαῖρε, ὅτι ἐχρημάτισας τῶν ἀφρόνων παιδευτής
χαῖρε,  ὅτι ἀναδέδειξαι τῶν πιστῶν προασπιστής.
Χαῖρε, Ἀλεξανδρείας ὁ καλὸς Ποιμενάρχης
χαῖρε,  τῆς οἰκουμένης ὁ σοφὸς Πατριάρχης.
Χαῖρε, Χριστοῦ ἐξαίσιον μίμημα
χαῖρε,  Πατέρων θεῖον ὁμοίωμα.
Χαῖρε, δι’ οὗ ὁ Σατὰν ἐσοβήθη
χαῖρε,  δι’ οὗ ὁ Θεὸς ἐδοξάσθη.

Χαίροις, Πάτερ πολύαθλε.

Ὕμνον εὐγνωμοσύνης, τὸ Ὀρθόδοξον Γένος, προσᾴδει σοι πολύαθλε Πάτερ• σὲ γὰρ ἐν τοῖς μεγίστοις δεινοῖς, τῆς ἐχθρῶν δουλείας κραταιὸν πρόμαχον, παρὰ Θεοῦ ἐκτήσατο, Κύριλλε, ᾧ πιστῶς βοῶμεν

Ἀλληλούϊα.

Φῶς ὁρῶν ἐν ὑψίστοις, τῆς ἀκτίστου Τριάδος, φωτὸς ὡς ἀληθὴς κληρονόμος, ἐξαίτει σαῖς πρεσβείαις ἀεί, φωτισμὸν τῆς ἄνωθεν σοφὲ χάριτος, ἡμῖν τοῖς ἀγαπῶσί σε, Κύριλλε Πάτερ, καὶ βοῶσι

Χαῖρε, Πατέρων πάντιμον γέρας
χαῖρε,  Ὁσίων πάμφωτον σέλας.
Χαῖρε, τῆς Λατίνων κακίας ὁ ἔλεγχος
χαῖρε,  Ὀρθοδόξων λατρείας ὁ ἔπαινος.
Χαῖρε, πᾶσιν ἱλεούμενος τὸν φιλάνθρωπον Χριστόν
χαῖρε,  πάντας ἐξαιρούμενος θλίψεων παντοδαπῶν.
Χαῖρε, ὁ ἀσθενούντων ἑτοιμότατος ῥύστης
χαῖρε,  ὁ τοῦ λαοῦ σου δαψιλὴς εὐεργέτης.
Χαῖρε, Θεοῦ οὐράνιος ἄνθρωπος
χαῖρε,  ἡμῶν ὁ ἄγρυπνος ἔφορος.
Χαῖρε, δι’ οὗ θεραπεύονται πάθη
χαῖρε,  δι’ οὗ φυγαδεύονται νόσοι.

Χαίροις, Πάτερ πολύαθλε.

Χάριτος οὐρανόθεν, δεδεγμένος τὸν πλοῦτον, ὡς θεῖος Ἱεράρχης καὶ Μάρτυς, χαρισμάτων θείας δωρεάς, ἐκ λειψάνων σου τῶν ἱερῶν Κύριλλε, ἐκβλύζεις ὑπὲρ ἔννοιαν, εὐφραίνων τοὺς πιστῶς βοῶντας

Ἀλληλούϊα.

Ψαλμικῶς ὁ Δεσπότης, τὰ ὀστᾶ σου φυλάξας, ταμεῖον ἰαμάτων ποικίλων, καὶ χάριτος πηγὴν δαψιλῆ, ταῦτα ἀνέδειξε θαυμαστὲ Κύριλλε, τοῖς προσιοῦσιν εὐλαβῶς, καὶ ἐκβοῶσί σοι συμφώνως

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται
χαῖρε,  δι’ οὗ ὁ ἐχθρὸς τροποῦται.
Χαῖρε, Ὀρθοδόξων ὑψώσας τὸ φρόνημα
χαῖρε,  θεομάχων πατήσας τὸ φρύαγμα.
Χαῖρε, τεῖχος ἀπροσμάχητον Ἀγκαράθου τῆς Μονῆς
χαῖρε,  πύργος ἀκατάσειστος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι παρέχεις ἐνεργείας θαυμάτων
χαῖρε,  ὅτι ἀπείργεις πειρασμῶν ἐπιθέσεις.
Χαῖρε, πιστοῖς βραβεύων τὰ κρείττονα
χαῖρε,  αὐτοῖς παρέχων τὰ πρόσφορα.
Χαῖρε, ἀχλὺν ἁμαρτίας σκεδάζων
χαῖρε,  ἡμῶν τὰς καρδίας αὐγάζων.

Χαίροις, Πάτερ πολύαθλε.

Ὦ θεσπέσιε Πάτερ, Κύριλλε θεομάκαρ, Χριστοῦ τῆς Ἐκκλησίας τὸ κλέος (ἐκ γ΄)· τὴν τῶν ὕμνων ταύτην προσφοράν, συμπαθείᾳ σου ἐν πατρικῇ πρόσδεξαι, ῥυόμενος παντὸς κακοῦ, τοὺς ψάλλοντας ἐν μετανοίᾳ

Ἀλληλούϊα.

Δίστιχον.

Κύριλλος ὁ Ῥόδου σοι χαῖρε κραυγάζει,
Κύριλλε, θαυμάζων σου τὰς ἀριστείας.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης