Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1433
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων Empty Παρακλητικός Κανών εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων

Την / Το Σαβ Αυγ 31, 2019 9:54 am
Παρακλητικός Κανών εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων

Ποίημα ‘Αντωνίου Μάρκου
Παρακλητικός Κανών εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων Aaaaao10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Καππαδοκίας τῆς κλεινῆς τόν προστάτην, δεῦτε φιλέορτοι τά νῦν συνελθόντες, πνευματικοῖς τοῖς ἄσμασιν ὑμνήσωμεν φαιδρῶς· Ἀλέξανδρον τόν Μάρτυρα, ἅμα σεπτόν Ἀρχιθύτην, παρ’ αὐτοῦ αἰτούμενοι ὀφλημάτων τήν λύσιν· τῶν αἰτουμένων τούτου εὐσεβῶς, θείαν πρεσβείαν, θερμήν τε ἀντίληψιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· ΑΛΕΞΑΝΔΡΟΝ ΣΙΩΝΙΤΗΝ ΑΝΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Ἄνεσιν καί ὑγείαν δίδου ἡμῖν, Ἀλέξανδρε Πάτερ, Ὀρθοδόξων ὁ βοηθός· τῇ σκέπῃ γάρ τῶν θείων πρεσβειῶν σου, πάντες προσφεύγομεν ἐν περιστάσεσι.

Λύτρωσιν δώρησαι τῶν ψυχῶν ἅμα καί σωμάτων, Καισαρείας γόνε λαμπρέ καί Καππαδοκίας, ὦ προστάτα καί πάσης πλάνης διῶκτα, Ἀλέξανδρε.

Ἑλλάδος τῷ γόνῳ καί τῆς Σίων τῷ θείῳ Ποιμένι νῦν προσπίπτομεν οἱ πιστοί, αἰτούμενοι θείας βοηθείας παρά Κυρίου, αὐτοῦ ταῖς δεήσεσι.

Θεοτοκίον.
Ξενίζει ὁ τόκος Σου, Μαριάμ, Ὅν ὁ Ἱεράρχης διά βίου ἀκολουθῶν, τούς κατακλυσμῷ τῆς ἁμαρτίας, Εὐαγγελίου τῷ ἀγκίστρῳ ἀνήλκησεν.


ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ἀξίωσον πάντας ἰδεῖν τοῦ Πνεύματος, Ὅσιε, ἐφ’ ἡμᾶς ἐξ οὐρανῶν εὐλογίαν καί τήν στεῥέωσιν, ἐν τῇ ἀγάπῃ Χριστοῦ, ὑπέρ ἡμῶν τοῦ παθόντος, σαῖς θερμαῖς δεήσεσι, θείοις τε ἐντεύξεσι.

Νεύσει θείου ἐλέους καθικετεύομεν, Ἅγιε, πᾶσι αὐγασθῆναι τοῖς πόθῳ σοί καταφεύγουσι καί τοῖς τιμῶσι τήν σήν μνήμην καί θείαν εἰκόνα καί λαβεῖν τήν ἴασιν ταῖς σαῖς δεήσεσι.

Δεῦρο, Πάτερ, τούς πόθῳ ὑπό τήν σκέπην σου σπεύδοντας καί γονυκλινῶς αἰτουμένους τήν σήν ἀντίληψιν· μή ἐπιλάθου, φωστήρ Καππαδοκίας σῶν τέκνων καί τῆς Σιωνίτιδος μητρός, Ἀλέξανδρε.

Θεοτοκίον.
Ῥῦσαι πάντας, Παρθένε, τούς Σά θαυμάσια ψάλλοντας· χαῖρε τῶν παρθένων ἡ δόξα, ἡμῶν τό στήριγμα· τῇ ἱκεσίᾳ, Σεμνή, σεπτοῦ Πατρός Ἀλεξάνδρου, πάντας περιφρούρησον, Βηλθεεμίτισσα.


Διάσωσον τοῦ Ἱεράρχου πρεσβείαις Παντελεήμον, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.

Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί Ἀλεξάνδρου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.

Ἀλεξάνδρου τῇ πρεσβείᾳ νῦν προσπίπτομεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτοῦ αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.


ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ὀρθοδόξων προστάτην, Καππαδοκίας γόνον τόν ἐνδοξότατον, ἀνυμνήσωμεν θεόφρονες, τόν οὐρανοβάμονα Ἀλέξανδρον.

Ναοῦ τοῦ θείου Κυρίου πιστός θεράπων Μάρτυς Ἀλέξανδρε ἀνεδείχθης· τήν εἰκόνα σου ὅθεν μετά πόθου ἀσπαζόμεθα.

Σῶσον, Πάτερ, τούς θείᾳ τά νῦν εἰκόνι σου κύπτουσι καί δυνάμει τῇ τοῦ Πνεύματος, ῥῦσαι προσβολῶν τῶν τοῦ ἀλάστορος.

Θεοτοκίον.
Ἴδε, Κόρη, τούς δούλους Σου καί τήν μητρικήν Σου ἀγκάλην ἄνοιξον, τήν βεβαίαν Σου παρέχουσα σώζουσαν ἡμᾶς θερμήν ἀντίληψιν.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὦ τῆς πρός ἡμᾶς τοῖς προσπίπτουσι σῇ χάριτι, ἐπομβρίας οὐρανίου ἱλασμοῦ, τοῖς ἱκέταις σου, Ἀλέξανδρε θεόληπτε.

Νίκην ἐκ Θεοῦ ταῖς εὐχαῖς Σου ἡμῖν δώρησαι, τοῦ Βελίαρ καταργῶν τάς προσβολάς, ὡς Κυρίου Ἀρχιθύτης, Πάτερ Ἅγιε.

Ἴασαι ἡμῶν τάς πληγάς θείαις πρεσβείαις σου, τοῖς προστρέχουσι σῇ σκέπῃ τῇ σεπτῇ καί ἀντιλήψει σου τῇ θείᾳ, Πάτερ Ὅσιε.

Θεοτοκίον.
Τήν ὑπέρ ἡμῶν μεσιτείαν Σου αἰτούμεθα, ἧν προσάγαγε Ἀλεξάνδρου ταῖς λιταῖς, πρός τόν Κύριον Ὅν ἔτεκες, Πανύμνητε.


ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἤρθη ἀφ’ ἡμῶν τῆς ψυχῆς πᾶσα σκοτόμαινα, τῇ πρεσβείᾳ τοῦ σεμνοῦ Ἀρχιθύτου, τοῦ τῶν πιστῶν ἱλαροῦ ποδηγέτου, τῶν ἐν ἀνάγκαις προθύμου ἀντιλήπτορος, τῶν προσπιπτόντων ἐπ’ αὐτῷ καί ἐκζητούντων αὐτοῦ τήν βοήθειαν.

Νενίκηται ἡ ἐν ἡμῖν ἐσχάτη ἔκπτωσις, τοῦ Κυρίου σεπτέ Ἱεράρχα· ὡς εἰληφώς γάρ πλουσίαν τήν χάριν τοῦ θεραπεύειν τά πάθη καί τραύματα καί τάς ὀδύνας τῆς ψυχῆς ἡμῶν διώκεις τήν ζόφωσιν, ἔνδοξε.

Ἆρον τόν κλοιόν πειρασμῶν, Πάτερ Ἀλέξανδρε, σαῖς ἐμπύροις πρός τόν Κύριον πρεσβείαις· θαυματουργεῖν γάρ ἐκομίσω τήν χάριν καί δωρεάν τήν τοῦ Πνεύματος, Ὅσιε· διό ὡς προστάτης ἀληθῶς, Καππαδοκίας ἁπάσης τεμίμησαι.

Θεοτοκίον.
Ναῷ Σου θείῳ προσφεύγομεν, Κόρη, καί μετά πίστεως οἱ δούλοι Σου βοῶμεν· Χριστόν δυσώπει Σοῦ δεόμεθα, Μῆτερ, τοῦ ἐλεῆσαι ἡμᾶς τούς προστρέχοντας, ὑπό τήν σκέπην τήν σεπτήν Σοῦ τῆς Μητρός Του, Μαρία Θεόνυμφε.


Διάσωσον τοῦ Ἱεράρχου πρεσβείαις Παντελεήμον, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.

Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί Ἀλεξάνδρου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς, καί λύτρωσαι τόν λαόν Σου.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Μεσιτείᾳ θείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις Ἀλεξάνδρου καί ἀπαύστοις δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς· ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν σεπτὴν ἀγαθότητα· δέχου τήν μεσιτείαν τῆς παναχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.

Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ι΄ 1-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής• ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ• ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς• ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ ᾽Ιησοῦς· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί• ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα• δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου…

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…
Δεῦτε τόν Ἀλέξανδρον, τόν τῆς Σιών Ἀρχιθύτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως. Τῷ Θεῶ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος· καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν· χαῖρε σοὶ βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως Μάρτυς τιμιώτατε.


ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὕμνος ἡ σή ἐφάνη βιοτή τῷ Θεῷ σου, διό Ἀλέξανδρε, Σιών πέλεις τό κλέος, ἐν σοὶ δὲ ἐγκαυχάται, ἧ καί ψάλλει κραυγάζουσα· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Μέγιστα ἠργάσω ἐν μέσῳ τοῦ σταδίου ἀγωνισάμενος, πάτερ Ἀλέξανδρε, ὅτε τοῖς θηρίοις ἀγρίοις ἐπερρίφθης καί ἀπαύστως ἐκραύγαζες· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Νόσων καί κινδύνων ἰατρός ἐδόθης, Πάτερ, τῷ κόσμῳ, διό θεράπευσον τραύματα καί πληγάς τε ἡμῶν τάς ἀοράτους, ὅπως ἀεὶ ἐκβοώμεν Σοι· ὁ Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Θεοτοκίον.
Ὦ Μῆτερ Θεοτόκε, ἐπαίρουσα μή παύῃς χεῖρας Υἱῷ Σου Ἁγνή· ἀνάψυξον, Παρθένε, ψυχάς πεπυρωμένας, τῶν μετά πόθου ψαλλόντων Σοι· χαῖρε οὐράνιε λιμήν πάντων τῶν σωζομένων.


ᾨδή η΄. Τόν Βασιλέα.
Ἁγίων, Πάτερ, ἐμιμήσω τόν βίον, διό χαρίτων πλησθείς παρά Κυρίου, προστάτης πάντων ἡμῶν καί ἔφορος νῦν πέλεις.

Ναός καί εἰκόνα τοῦ θείου Ἀλεξάνδρου, ἱατρεῖον πρόκεινται τοῖς πᾶσι τοῖς αὐτοῦ τιμῶσι τήν θειωτάτην μνήμην.

Τήνδε πληροῦντες ᾠδήν Ἀλεξάνδρου, ἐλπίζομεν τυχεῖν αὐτοῦ πρεσβείαις, ἐν μετανοίᾳ* τοῦ μακαρίου τέλους.

Θεοτοκίον.
Ὦ φῶς μοι δίδου, ψυχῆς ἀορασίαν, φωταγωγοῦσα Σύ, φωτός ἀκτίστου Μῆτερ, τοῦ δεομένου τυχεῖν τοῦ Σοῦ ἐλέους.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Νικῆσαι διαβόλου δόκανα καί παγίδας τῇ σῇ πρεσβείᾳ αἰτούμεθα, Ἀλέξανδρε· οἱ τὴν σὴν μνήμην τιμῶντες Μαρτύρων σύσκηνε.
Ἴδε μου τήν πτωχείαν τοῦ ταῦτα στιχουργοῦντος καί σαῖς πρεσβείαις πρός Κύριον, Ἅγιε, ἐμὴν ψυχὴν καταπλούτισον Πνεύματος χάρισι.

Ὁδόν τῆς μετανοίας ἀξίωσον βαδῖσαι καί τό χειρόγραφον, μάκαρ, διάρρηξον τῆς ἁμαρτίας, τοῦ σὴν μνήμην πᾶσι κηρύττοντος.

Θεοτοκίον.
Σωτῆραν ἡ τεκοῦσα, Παρθένε Θεοτόκε, σύν Ἀλεξάνδρῳ Κυρίῳ πρεσβεύσατε, ἵνα δωρήσηται ἡμῖν, ἁμαρτιῶν τὴν ἄφεσιν.


Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε νῦν τιμήσωμεν οἱ πιστοί, Ἀλέξανδρον θεῖον, τόν τῆς Πίστεως ὁδηγόν, τόν ἐν τῷ σταδίῳ Κύριον τόν Σωτῆρα κηρύξαντα ἐν μέσῳ, Θεόν σαρκούμενον.

Χαίροις Πάτερ ἅγιε θαυμαστέ, μύστα τῆς Παιδείας, τῶν Γραμμάτων προνοητά· χαίροις Καισαρείας ὁ γόνος τε καί Μάρτυς καί Ἱεροσολύμων ποιμήν ὁ ἔνδοξος.

Ἐν Ἀλεξανδρείᾳ ὁ τῆς Σχολῆς τάς τρίβους ἰθύνας πρός τῆς Πίστεως τάς πηγάς, ὁδήγησον, μάκαρ, καί τήν ἡμῶν παιδείαν, πρός πόαν Παρακλήτου, θεῖε Ἀλέξανδρε.

Μαρτυρίου αἵματι τήν στολήν ψυχῆς πορφυρώσας, νῦν χορεύεις ἐν οὐρανοῖς, μετά τῶν Ἁγίων Μαρτύρων Ἱεράρχα, ὅθεν ἡμῖν ἐκεῖθεν πίστιν ἐπόμβρισον.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἀπόλυσις. Τῶν δέ Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τοῦ Ἱερομάρτυρος καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔνθεος ἐδείχθης μιμητής τῶν σῶν ἐξαιρέτων προτύπων, τοῦ θείου Κλήμεντος, Ναρκίσου τε Μάρτυρος, Ἀγγέλου τοῦ τῆς Σιών, ὧν τήν χάριν ἐκέκτεισω καί τούτων τήν θέαν ἀπολαύεις σήμερον ἐν οὐρανοῖς παροικῶν· ὅθεν, σοῦ δεόμεθα, Πάτερ, τῆς τοῦ Παραδείσου εὐκλείας τυχεῖν ἡμᾶς εὐχαῖς σου καταξίωσον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης