Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1433
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων Empty Χαιρετισμοί εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων

Την / Το Σαβ Αυγ 31, 2019 10:25 am
Χαιρετισμοί εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων

Ποίημα ‘Αντωνίου Μάρκου
Χαιρετισμοί εις τον Άγιο Αλέξανδρο Αρχιεπίσκοπο Ιεροσολύμων Aaaaao10

    Κοντάκιον. Ἦχος  πλ. δ΄.  Τῇ Ὑπερμάχῳ.
Ἀλεξάνδρου οἱ πιστοί τήν μνήμην σήμερον ᾠδαῖς εὐήχοις καί εὐμόλποις μακαρίσωμεν, τοῦ κλεήσαντος τόν θρόνον τῆς Φλανιάδος· ἐν τῇ Πόλει τῇ Ἁγίᾳ εἰς τό ὕστερον καί τῷ Τάφῳ τοῦ Κυρίου ἀναδειξάμενον· πρός ὅν εἴπωμεν χαίροις Πάτερ Ἀλέξανδρε.

Ἀστήρ ἀνεφάνης ἐκ τῆς  Ἐώας, θεόφρον Ἀλέξανδρε Χριστοῦ Ἱεράρχα (γ΄), ἐν  Καισαρείᾳ  ἀγωνισάμενος·  ἐκεῖθεν  δέ  ἀνατείλας,  τῷ  κόσμῳ  αὐγάζεις καί πάντας λυτροῦσαι  τῶν  παθῶν  καί  τῇ  πίστει  στηρίζεις  ἅπαντας·  ὅθεν  τιμῶμεν  σε  ἄδοντες  ταῦτα·

Xαῖρε   Πάτερ, ὁ  Βελίαρ  τῷ  σῷ  ἀγῶνι  πατάξας·
χαῖρε    μάκαρ, ὁ  ἀρετήν  καί  ἀγνοίαν  διδάξας.
Χαῖρε,  ὁ  ὑποστάς  τούς  τῆς  ἀθλήσεως  πόνους·
χαῖρε,   ὁ  φανεῖς  ὑπέρ  τούς  τῆς  φύσεως  νόμους.
Χαῖρε,  ἄνθος  ὡραῖον  τῆς  κλεινῆς Καππαδοκίας·
χαῖρε,   ἀγλάϊσμα  τερπνόν τῆς  Χριστοῦ  Ἐκκλησίας.
Χαῖρε,  Ἱεροσολύμων  ὁ  οὐρανοφθόγγος  ἐρωδιός·
χαῖρε,   κόσμου  ὁ  προστάτης,  οὐρανοδρόμος τε ὁδηγός.
Χαῖρε,  ὁ ὑπάρχων  τῶν Ὀρθοδόξων  λαμπρότης·
χαῖρε,   ὁ τυγχάνων  τῆς Ἐκκλησίας  φαιδρότης.
Χαῖρε,  ἥλιε  ὁλόφωτε  τῆς Ἐκκλησίας  τοῦ  Χριστοῦ·
χαῖρε,   βάθρον ἀρραγέστατον  τοῦ  ποιμνίου  τοῦ  Θεοῦ.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Βασιλείας  οὐρανῶν  τό  ἀείφωτον  ἐκέκτησω  διά  μαρτυρίου, Πάτερ  Ἀλέξανδρε, ἐν  μέσῳ  τοῦ  σταδίου  Χριστόν  ὁμολογήσας  Θεόν  σεσαρκωμένον, εἰς  ἔλεγχον  τυράννων  καί  ἡγεμόνων·  διό  καί  ἀλήκτου  ζωῆς  ἠξιώθης, ἀναβοῶν  Αὐτῷ·

Ἀλληλούϊα.

Γεώργιον Κυρίου  πάντιμον ἀνεδείχθης, Πάτερ  ἀξιάγαστε·  ἐν  Φλαβίᾳ γάρ τό πρῶτον ἐπισκοπεύσας, ἐκεῖσε  τήν  ὑπέρ  Χριστοῦ  μαρτυρίαν ἐν εἰρκτῇ τυραννούμενος  καθομολογήσας· διό οὐρανίῳ φωτί  καταυγάζεις τούς βοῶντας·

Χαῖρε, ὁ  πλάνης  τάς  ἐνέδρας  καθελών·
χαῖρε,  ὁ  τῆς  σαρκός  τάς  ὀρέξεις  ἀνελών.
Χαῖρε, κανών ποιμαντικῆς  διακρίσεως·
χαῖρε,  λαμπάς  ἐνθέου  φρονήματος.
Χαῖρε, ὁ  μεγάλος  ἐν  τῇ  ἀθλήσει·
χαῖρε,  ὁ  μέγιστος  ἐν  τῇ  φρονήσει.
Χαῖρε, κρῖνον  τό  ἐν  Σιών ἐνδόξως  ἀκμάσαν·
χαῖρε,  ὁ  εὐφραίνον  σῇ  δόξῃ  τήν ὑφήλιον  πᾶσαν.
Χαῖρε, ὁ  ἐν  ἄθλοις  στεῤῥός  καί  ἀήττητος·
χαῖρε,  ὁ  ἐν  πόνοις  ἀθλητικοῖς  ὁ  πρόθυμος.
Χαῖρε, δι’ ὅν  ἡ  Ἐκκλησία  χορεύει·
χαῖρε,  πρός  ὅν ἐκβοῶσα  προστρέχει.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Δόξαν  τήν  τοῦ  Σωτῆρος  ὁλοτρόπως  ποθήσας, θέατρον  ἐν  τῷ  κόσμῳ  ἐγεννήθης, ἐν  σταδίῳ  ὑπέρ  Χριστοῦ  θηριομαχήσας· παρειδών  γάρ  τά  τοῦ κόσμου  τερπνά, Χριστῷ  ἀκολουθῆσαι  προέκρινας·  διό  Αὐτῷ   ἀπό  καρδίας  ἀνεβόας·

Ἀλληλούϊα.

Εὐλογοῦμεν Ἀλέξανδρον, Καππαδοκίας τόν γόνον  καί  Σιών  τόν  Ποιμένα· οὗτος  γάρ,  οἷαπερ  μέλισσα  νοητή,  τά  κρείττονα  ζηλῶν,   ἱεραρχίας  διακονίαν ἀνέλαβεν  καί  μαρτυρίου  ἐν  σταδίῳ  ἠξιώθη· δίο  ἀκούει παρ’ ἡμῶν  τοιαῦτα·

Χαῖρε,  ὁ  μωρός  καί  ἀσθενής  διά  Χριστόν·
χαῖρε,   ὁ  ἄτιμος, ὡς  Παῦλος  λέγει, δι’ Αὐτόν.
Χαῖρε,  ἡ  σάλπιγξ  τῆς  εὐσεβείας·
χαῖρε,   ὁ  κῆρυξ  τῆς  ἀληθείας.
Χαῖρε,  ὁ  Σατάν  καταργήσας  τήν  πλάνην·
χαῖρε,   ὁ  πιστοῖς  πλουσίαν  νέμων τήν  χάριν.
Χαῖρε,  ὁ  ἀρνηθείς  τό  φθειρόμενον  σῶμα·
χαῖρε,   ὁ  ἐν  σταδίῳ  ἐκχύσας  τό  αἷμα.
Χαῖρε,  ὁ  διά  σημείων  ὑπό  Θεοῦ  κηρυχθείς·
χαῖρε,   ὁ  τοῦ  ποιμνίου  προστάτης θεῖος φανείς.
Χαῖρε,  ἡ  πολλῶν  ἀσθενῶν  θεραπεία·
χαῖρε,   ὁ  προσαχθείς  τῷ  Τυθέντι  θυσία.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Ζῆλον  θεῖον  ὡς  φλόγα  τῇ  σῇ  ψυχῇ  κεκτημένος, παμμάκαρ  Ἀλέξανδρε,  βιοτῆς  τῆς  προσκαίρου  τά  τερπνά  παρεῖδες  καί  ἀθλήσεως  τήν  ὁδόν  προέκρινας· δι’ ἧς  οὐρανίων    δωρεῶν  ἐγένου  ἄξιος  καί  σωτηρίας,  βοῶν  Κυρίῳ  τό·

Ἀλληλούϊα.

Ἤστραψεν  τῷ  νοητῷ  τῆς  Ἐκκλησίας  στερεώματι Ἀλέξανδρος,  ἀξίως   ἐπισκοπεύσας καί  λαόν  τόν  τοῦ Κυρίου, πόᾳ  τῇ  τοῦ  Πνεύματος  ἐκθρεψάμενος· παιδείας  δέ  δραξάμενος, οὐκ  ὀργίσθη  αὐτῷ  ὁ  Κύριος· διό  μετ’ εὐφροσύνης  λέγομεν·

Χαῖρε,  ἀστήρ  πολύφωτος  τοῦ  νοητοῦ  στερεώματος·
χαῖρε,   ὑψίστη  ἀνόρθωσις  τοῦ  δεινοῦ  ἡμῶν  πτώματος.
Χαῖρε,  τῶν  Παθῶν  τοῦ  Κυρίου  μιμητής  ζωηφόρων·
χαῖρε,   Προπατόρων  τῇ  πίστει  ζηλωτής  θεοφόρων.
Χαῖρε,  πλούτος  θεοδώρητος  ἀρετῶν  ἀθλητικῶν·
χαῖρε,   σκεῦος  πολυτίμητον,  πλῆρες  θείων δωρεῶν.
Χαῖρε,  δι’ ὅν  εὐσεβεῖς  ἀεί  σκιρτῶσι·
χαῖρε,   πρός  ὅν  ἐν  χαρᾷ  νῦν  βοῶσι.
Χαῖρε,  δοχεῖον  τῆς  τοῦ  Πνεύματος  χάριτος·
χαῖρε,   ταμεῖον  τῆς  Αὐτοῦ  ἁγιότητος.
Χαῖρε,  ἐγκρατείας  κανών  ὁ  εὐθύτατος·
χαῖρε,   ἀπαθείας  λειμών  ὁ  μυρίπνος.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Θεοῦ  δῶρον  ἡμῖν  ἐδόθης, Ἀλέξανδρε  ἀξιάγαστε·  ἐπισκοπήν γάρ ἐν  διακρίσει ἐπισκοπεύσας, τῆς ἐν Χριστῷ  παιδείας  προστάτης  ἐδείχθης, ὡς  αὐτῆς  τε  καί  τῆς  θύραθεν  κάτοχος· ἐραστής δέ θείων  πράξεων  ἐφάνης, Κυρίῳ  ψάλλων·
Ἀλληλούϊα.

Ἰδεῖν ἡμέραν  Κυρίου ἐπιποθῶν  μετά  λῆξιν, σοῖς  συντόνοις ἐγκρατείας καμάτοις τόν  Κύριον  εὐηρέστησας  καί  Παραδείσου  τάς  πύλας  σαὐτῷ  ἠνέωξας, Ἀξέξανδρε  θειότατε· διό κατά  χρέος  σοί ἐκβοῶμεν,  ἀπό  καρδίας  ψάλλοντες·

Χαῖρε, δι’ οὗ  ἡ  τοῦ  Πνεύματος  χάρις  δωρεῖται·
χαῖρε,  δι’ οὗ  ἡ  τοῦ  Σατάν  κακία  σοβεῖται.
Χαῖρε, τό  Χριστοῦ  ἐθελούσιον  θῦμα·
χαῖρε,  τό  διαβόλου  καίριον  πλῆγμα.
Χαῖρε, οὗ  ἡ  μνήμη  ἐν  ἡμῖν μακαρία·
χαῖρε,  Ὀρθοδόξων  πιστῶν  προστασία.
Χαῖρε, ἀγάπης  τοῦ  Χριστοῦ  τό  ἔσοπτρον·
χαῖρε,  ἀπάτης  τοῦ   Βελίαρ  τό  δρέπανον.
Χαῖρε, ὁ  ὑπάρχων  τοῦ  Χριστοῦ  εὐωδίᾳ·
χαῖρε,  ὁ  ἐλαύνων  τήν  τῶν  παθῶν  δυσωδίαν.
Χαῖρε, ὅτι  πρός  ὕψος  ἁγιότητος  ἤρθης·
χαῖρε,  ὅτι  πλουσίων  χαρισμάτων  ἐπλήσθης.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Καισαρείας  τῷ βλαστῷ  καί  καυχήματι  καί  Σιών  τόν  Ποιμένα τόν λόγιον, τόν  τοῦ Κλήμεντος  μαθητήν  καί  Ναρκίσσου  διάδοχον,  ἀξιοχρέως τιμῶμεν  οἱ  πιστοί, τῷ  αὐτῷ  ἁγιάσαντι  Κυρίῳ, δι’ Ὅν  τό  αἷμα  ἐξέχεεν,  βοῶντες·

Ἀλληλούϊα.

Λαόν  τόν  τοῦ  Κυρίου  ἐν  διακρίσει ποιμάνας, δι’ ἀθλήσεως  ἀγάπης  τῆς  θείας  ἐδέχθης  τήν  δροσίζουσαν  φλόγαν, Πάτερ  Ἀλέξανδρε,  καί  στεῤῥῶς  μαρτυρίου  τόν  δρόμον  διήνυσας· διό  σοῦ  τά  παλαίσματα  θαυμάζοντες  λέγομεν·

Χαῖρε, δι’ οὗ  οἱ  πιστοί  σκιρτῶσι·
χαῖρε,  δι’ οὗ  οἱ  ἐχθροί  σιγῶσι.
Χαῖρε, ὁ  ζωῆς  τῆς  ἁγίας  διδάσκαλος·
χαῖρε,  ὁ  θεοφόρων  Πατέρων  ἐφάμιλλος.
Χαῖρε, εἰκών  ἔμψυχε  ἀρραγοῦς  καρτερίας·
χαῖρε,  ἄνθος  μυστικόν  οὐρανῶν  εὐθαλείας.
Χαῖρε, ὁδηγός  εὐλαβῶν  θεόσοφος·
χαῖρε,  ὁ φωτί  οὐρανίῳ  θεούμενος.
Χαῖρε, δι’ οὗ  ὁ  Χριστός  ἀνυμνήθη·
χαῖρε,  δι’ οὗ  ὁ  Σατάν  κατηργήθη.
Χαῖρε, ὁ  δεδοξασμένος τῷ ἤθει τῶν  τρόπων·
χαῖρε,  ὁ  λελαμπρυσμένος  τῷ  ὄγκῳ  τῶν  κόπων.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Μέσον ἐν  τῷ σταδίῳ  θηριομαχῶν, Καισαρείας  Ἡγεμόνι  κατενωπίῳ καί  λαοῦ τῇ  ψυχῇ ἐσκοτισμένου, Χριστόν  ὡς  Θεόν  ὁμολόγησας, τιμιώτατε  Πάτερ· διό  ὡς παῤῥησίαν  πρός  Αὐτόν  κεκτημένος, πάσης  βλάβης  διασώζεις τούς  βοῶντας·

Ἀλληλούϊα.

Νίκην  τήν  μόνην καί  μένουσαν  διά  βίου  ζητῶν, ἀθλητικοῖς  ἀγῶσι  τόν  ἀρχαῖον  πτερνιστήν  κατήσχυνας· διό  τάς  ἀριστείας  σου  ἐξυμνοῦντες  καί τάς σάς πρεσβείας  πρός Θεόν ἐξαιτούμενοι, χρεωστικῶς ἐν  τιμῇ  ἐκβοῶμεν σοι  τοιαῦτα·

Χαῖρε, τῆς  ἀγάπης  τῆς  θείας  θησαύρισμα·
χαῖρε,  τῆς  πτωχείας  τοῦ  Λόγου  ἐναύλισμα.
Χαῖρε, ὁ  τοῦ  Χριστοῦ  πράξει  κηρύξας  τό  ὄνομα·
χαῖρε,  ὁ  τῆς  χάριτος  Αὐτοῦ  δειχθείς  τό  σκήνωμα.
Χαῖρε, ὁ  μαρτυρήσας  ἐν  τῷ  σταδίῳ  ἐν  αἵματι·
χαῖρε,  ὁ  ἀγωνισθείς  ὁμολογίας  τῷ  σκάμματι.
Χαῖρε, σύναξις  εὐφρόσυνος  καί  σεπτή  παρεμβολή·
χαῖρε,  πτῶσις  ἡ  τοῦ  δράκοντος  καί  ἡμῶν  καταφυγή.
Χαῖρε, ὁ γεωργίας  καινῆς  τό  λαμπρόν  ἀπάνθισμα·
χαῖρε,  τό  οὐρανίας  πατρίδος  φωτοφόρον  πόλισμα.
Χαῖρε, ὁ ἀστράπτων  βίον ἰσάγγελον·
χαῖρε,  ὁ προχέων  μῦρον  οὐράνιον.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Ξένος τῶν ἐν  τῶ  κόσμῳ  ἀγαθῶν  καί  ἠδέων  καί  πάροικος  τῆς  ὑπ’ οὐρανόν  ὅντως  ἐφάνης, Ἀλέξανδρε  μακάριε, ξενοπρεπῶς  διά  βίου  ἀγωνισάμενος· ὅθεν  Ὀρθόδοξοι  πάντες κατά  χρέος  τιμῶντες  σε, Κυρίῳ  τῷ σέ  ἁγιάσαντι βοῶμεν·

Ἀλληλούϊα.

Ὅλως  ἡγιασμένος  καί  τῷ  αἵματι  λελουσμένος,  ἡμῖν  παρά  Κυρίου  ἐδόθης, εἰς  πρεσβείαν  πρός  Αὐτόν, μακαριώτατε·  παιδείαν  γάρ  καί  ἐπισκοπήν  καί  μαρτύριον  συγκεράσας, ἐν μέσῳ τοῦ  σταδίου, ἰσχύν παρέχεις ἡμῖν  τοῖς  ψάλλουσι·

Χαῖρε, Ναρκίσσου  τοῦ  κλεινοῦ  ὁ  διάδοχος·
χαῖρε,  τῆς  εὐκλείας  ἐκείνου  ὁ  ἰσότιμος.
Χαῖρε, ὁ  μωρός  διά  τήν  χάριν  τοῦ Κυρίου·
χαῖρε,  ὁ  ἐν  σαρκί  κῆρυξ  τοῦ Εὐαγγελίου.
Χαῖρε, κήρυξ διαπρύσιος  τῆς  ἀγάπης  τοῦ  Θεοῦ·
χαῖρε,  μάχαιρα  ἀμφίστομος  τῆς  ἀπάτης  τοῦ  ἐχθροῦ.
Χαῖρε, ἀστήρ  τῆς  ἁγίας  ἡμῶν  Πίστεως·
χαῖρε,  ὀλετήρ  τῆς  ματαίας  φρονήσεως.
Χαῖρε, νόμων  τῶν  τοῦ Πνεύματος ἀσφαλής  ὑφηγητής·
χαῖρε,  τρόπων  κόσμου  σχέσεων  ἀληθής  ἐκμειωτής.
Χαῖρε, Πατέρων  τῶν  πρώτων  διάδοχος·
χαῖρε,  Ἀποστόλων  τόν τρόπον ὁ μέτοχος.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Πατέρων ἐν  τῷ  μέσῳ  ἐν  Παραδείσῳ  ἐντυγχάνων,  ὁμοῦ Μαρτύρων  τῶν  θείων, Ἀλέξανδρε  Πάτερ, ὡς διά  βίου  ἀρετῆς  καί  αἵματος  μαρτυρίου ἁγιασθείς, ἀξιοχρέως  γεραίρεσαι ὑπό  πάντων,  τῶν  τῷ  σέ  δοξάσαντι  Θεῶ  κραυγαζόντων·

Ἀλληλούϊα.

Ῥοῇ  μέλιτος  ἀπό  γλώττης, ὡς Ἀπόστολος  ἄλλος,  εὐσεβείας  τόν  λόγον  κηρύττει, Ἀλέξανδρος  ὁ θεῖος, ὅν  πρῶτον  ἐκεῖνος  ἑαυτῷ  ἐφήρμοσεν, λαῷ  τῷ  τοῦ  Θεοῦ· διό  καί  ἡ Ἐκκλησία  τοῦτον  τιμῶσα, βοᾶ  αὐτῷ  ἐν  χαρᾷ  συμφώνως·

Χαῖρε, στρατιῶτα  τοῦ  Κυρίου  κραταιότατε·
χαῖρε,  καθαιρέτα  τοῦ  διαβόλου  ἐνθεώτατε.
Χαῖρε, ἄνθος  εὐωδέστατον  τῆς  ἀπαθείας·
χαῖρε,  σκεῦος  πολύτιμητον  τῆς  ἀκακίας.
Χαῖρε, τοῦ  Χριστοῦ  ἐκλογίον  τό  θεῖον·
χαῖρε,  τοῦ  ἀκτίστου  φωτός  τό  δοχεῖον.
Χαῖρε, λαμπάς  τῆς  θείας  καθάρσεως·
χαῖρε,  ὁδηγέ  τῆς  ψυχῶν  ἀνατάσεως.
Χαῖρε, τῆς  ἀγάπης  τῆς  οὐρανίου  ταμεῖον·
χαῖρε,  τό  κρειττόνων  ἐν  σαρκί  ἐκμαγεῖον.
Χαῖρε, ὁ  σαρκός  τάς  ἀλγειδόνας  κουφίζων·
χαῖρε,  ὁ  ἁμαρτανόντων  πολιτείαν  ρυθμίζων.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Στέψας  τήν  κορυφήν  σου  ὁ  Χριστός  τῷ  στεφάνῳ, ἐν  Παραδείσῳ μετά Πατέρων ἐνέταξε, Ἀλέξανδρε μάκαρ,  ἔνθα  χορεύεις  Ἁγίων αὐλιζόμενος  δήμοις· ἡμᾶς  ἐκ πάσης  βλάβης  καί  κινδύνου  διάσωζε, τούς τῷ  Κυρίῳ ψάλλοντας·

Ἀλληλούϊα.

Τιμήν ἀπ’ Ἐκκλησίας  ἠξιώθης, παμμάκαρ, δι’ἐγκρατείας  ἐκγυμνασθείς  καί  δι’ αἵματος  τόν  πάλαι  πτερνιστήν  καταισχύνας· διό  τάς  ἀριστείας  σου τιμῶντες, οἱ  τῷ  φωτί  τῶν  πρεσβειῶν  σου  ἐλπίζοντες, πίστει  ἐνθέρμῳ  μέλπομεν·

Χαῖρε, ὁ  πλουτήσας  Πατέρων  τήν  ἔλλαμψιν·
χαῖρε,  ὁ  ζηλώσας  Μαρτύρων  τήν  κατάστασιν.
Χαῖρε, δι’ οὗ  εὐσεβεῖς  φωταυγοῦνται·
χαῖρε,  δι’ οὗ  δυσσεβεῖς  καταργοῦνται.
Χαῖρε, δόξα  καί  ἀντίληψις  Ὀρθοδόξων  εὐσεβῶν·
χαῖρε,  σκέπη  καί  κραταίωμα  τῶν  ὑφ’ ἥλιον  εὐλαβῶν.
Χαῖρε, ὁ  πλησθείς  δωρεῶν  οὐρανίων·
χαῖρε,  ὁ  ἀποστάς  ἐννοιῶν  ἐπιγείων.
Χαῖρε, ὁ  θαυμάτων  τήν  χάριν  δεξάμενος·
χαῖρε,  ὁ  ἀκαθαρσίας  τήν  λύμην  τρεψάμενος.
Χαῖρε, δι’ οὗ  ἡ  Ἁγία  Τριάς  ἀνυμνεῖται·
χαῖρε,  δι’ οὗ  ἡ  πᾶσα  γῆ  φρυκτωρεῖται.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Ὕμνοις  ἐπινικίοις  τήν  σήν  πολιτείαν  καί  ἄθλων  τῶν  μεγίστων τούς πόνους τιμῶμεν, χαιρετιστήριον ὠδήν σοί  προσφέροντες, Ἅγιε· τῷ  δέ  σέ  δοξάσαντι  Θεῷ  τῷ  ἐν  Τριάδι, πανευφροσύνως  ἐν  εὐλαβείᾳ  καί  κατανύξει  ἐκβοῶμεν·  

Ἀλληλούϊα.

Φλέγει  Βελίαρ  τήν  ἰσχύν, ἡ  ἐνοικοῦσα  τῇ  ἁγίᾳ  σου  εἰκόνι  τοῦ Πνεύματος χάρις, Ἀλέξανδρε· ἁγιάζει  δέ  τούς  πίστει  προστρέχοντας  καί  ταύτην  προσκυνοῦντας· διό  μετ’ εὐφροσύνης, ἐν  χαρμονῇ σοι  βοῶμεν·

Χαῖρε, ῥεῖθρον καθαρώτατον  ναμάτων  μυστικῶν·
χαῖρε,  ἄνθος  εὐωδέστατον  Βασιλείας  Οὐρανῶν.
Χαῖρε, ὁ  λυτήρ  συνοχῆς  ψυχοφθόρου·
χαῖρε,  ὁ  δοτήρ  χαρμονῆς  θεοδότου.
Χαῖρε, πύργε  ἄσειστε  τῆς  Ἐκκλησίας·
χαῖρε,  πτῶσις  πολυθόρυβος  τῆς  ἀγνωσίας.
Χαῖρε, δι’ ὅν  ὁ  ἐχθρός  Σατάν  οἰμώζει·
χαῖρε,  δι’ ὅν  εὐσεβεῖς  πιστοί  σκιρτῶσι.
Χαῖρε, ἀηδών  θεοβρύτου  συνάρσεως·
χαῖρε,  λαμπηδών  οὐρανίου  ἐμφάνσεως.
Χαῖρε, ὁ  λόγος  τῆς  Χριστοῦ  Ἐκκλησίας·
χαῖρε,  ἡ  πτωχῶν  πηγή  παραμυθίας.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Χαίρων  τῆς  ζωῆς  τῆς  ἀλήκτου  νῦν ἀπολαύεις, Ἀλέξανδρε μακάριε, σύν  πάσῃ  ψυχῇ  οἷα  τόν  Κύριον  ηὐηρέστησε  καί  πάντα  τά  τῶν  Ἀγγέλων  καί  Δικαίων  συστήματα· ἀπό  πάσης  δέ  λύπης  καί  ὀργῆς  ἡμᾶς  ῥύεσαι,  τούς  πόθῳ  τελοῦντας  τήν  μνήμην σου  καί  Κυρίῳ  ἄδοντας·

Ἀλληλούϊα.

Ψάλλομεν  Ἀλεξάνδρου  τήν  ἀείφωτον δόξαν, ὅς Κυρίου  τῶν  λόγων  ποιητής  ἀνεδείχθη· «ὅστις – γάρ –  θέλει  ὀπίσω  μου  ἐλθεῖν» ἀκούων, ἔσπευσε  τρέχων  καί  διά  βίου Ἐκείνου  μαθητής  ἐνεφάνη·  διό   αὐτοῦ  τά  παλαίσματα  θαυμάζοντες  βοῶμεν·

Χαῖρε, ὁ  τῶν  πόνων  φανείς  ἰσχυρότερος·
χαῖρε,  ὁ  τῶν  ἠδέων  δειχθείς  ἀνώτερος.
Χαῖρε, ὁ  τῶν  παθῶν  τάς  ἀκάνθας  ἐκτίλλων·
χαῖρε,  ὁ  τῶν  ψυχῶν  τάς  ἀρούρας  ἀρδεύων.
Χαῖρε, Χριστοῦ  ἡ  ἁγία  παράταξις·
χαῖρε,  Σατάν  ἡ  τελεία  κατάργησις.
Χαῖρε, ὁ  τοῦ  Σωτῆρος  πιών  τό  ποτήριον·
χαῖρε,  ὁ  τελέσας  καλῶς  τό  μαρτύριον.
Χαῖρε, λαμπηδών  Ἐκκλησίας  τοῦ  Χριστοῦ·
χαῖρε,  προστάτα  τοῦ  θρησκεύοντος  λαοῦ.
Χαῖρε, χαιρετισμοῦ  τοῦ  ἐμοῦ  ὁ  συλλήπτωρ·
χαῖρε,  τῆς  ψυχῆς  τῆς  ἐμῆς  ἀντιλήπτωρ.

Χαίροις  Πάτερ  Ἀλέξανδρε.

Ὦ σεπτέ Ἀρχιθύτα, τῆς Μητρός τῶν Ἐκκλησιῶν Ἄγγελε, Ἀγγέλων  συμπολῖτα  τῶν θείων  (γ΄), σύν  τούτοις  καί  πᾶσι  τοῖς  Ἁγίοις Χριστόν  ἐκδυσωπήσατε, πταισμάτων  διδόναι  ἡμῖν  συγχώρησιν, τοῖς  Αὐτῷ  βοῶσιν·

Ἀλληλούϊα.

Στίχοι·
Πτωχόν  δέχου χαιρετισμόν, τρισμάκαρ,
ὅν  ὑπέρ  τέκνων πτωχός πατήρ  σοί  ἄδει.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης