Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας Empty Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας

Την / Το Δευ Σεπ 16, 2019 8:53 am
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Γεώργιον ο εν Ιωαννίνοις αθλήσας Szoese10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ ἑξῆς

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τοῦ Νεομάρτυρος τῷ Θείω Τεμένει, οἱ συνεχόμενοι παθῶν ταῖς ὀδύναις, προσέλθωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, Ἅγιε Γεώργιε, ἰατρέ τῶν νοσούντων, σπεῦσον καί ἁπάλλαξον, τῆς παρούσης ἀνάγκης, τούς ἐκζητούντας πίστει ἀκλινεῖ, τήν σήν βοήθειαν Μάρτυς ἑκάστοτε.

Δόξα. Ὅμοιον.
Ὡς πολιοῦχον καί θερμοτατον ρύστην, καί ἀρωγόν καί βοηθόν ἐν ἀναγκαις, πλουτοῦντες Γεώργιε βοῶμεν σοί θερμῶς, Σκέπε ἠμᾶς πάντοτε, τῶν ἐν βίω κινδύνων, φύλαττε τήν πόλιν σου, ἐν εἰρήνη τελεία, καί τάς αἰτήσεις πλήρου συμπαθῶς, τῶν εὐλαβῶς προσφοιτώντων τῷ οἴκω σου.

Καί νῦν. Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι, εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Kαὶ ὸ Κανῶν

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἰάσεις παρέχων παντοδαπᾶς, ψυχῶν καί σωμάτων, θεραπεύεις πάθη δεινά, Γεώργιε νέε Ἀθλοφόρε, τοῖς προσιούσι θερμῶς τή πρεσβεία σου.

Ἀθλήσας νομίμως ὑπέρ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, τῶν θαυμάτων τή δωρεά, καί πάσι παρέχεις τάς αἰτήσεις, τοῖς προσφοιτῶσι τῷ Οἴκω σου Ἅγιε.

Σωμάτων ὀδύνας τάς χαλεπᾶς, ἰᾶσαι ταχέως, Νεομάρτυς θαυματουργέ, καί μέλη συσφίγγεις παρεθέντα, τή δεδομένη θεόθεν σοί χάριτι.

Θεοτοκίον
Ἐκύησας Κόρη σωματικῶς, τόν ἄσαρκον Λόγον, ὑπέρ λόγον δίχα τροπῆς, δίο τῶν παθῶν τῆς ἀλογίας, τήν μολυνθεῖσαν καρδίαν μου κάθαρον.


Ὠδή γ’. Οὐρανίας Ἁψίδος
Ἰαμάτων σέ κρήνην, ὡς ἀληθῶς ἔδειξε, κόσμω τῆς ζωῆς ὁ ταμίας, Μάρτυς Γεώργιε, ὅθεν τά νάματα, καί τά γλυκύτατα ρεῖθρα, πάσης παρακλήσεως, βλύσον τοῖς πάσχουσι.

Σωτηρίας σέ πύργον, καί ἀσφαλῆ πρόβολον, τῶν Ἰωαννίνων ἡ πόλις, ἔχουσα Ἅγιε, πάσης στενώσεως, καί δυσπραγίας καί βλάβης, ρύεται Γεώργιε, τή προστασία σου.

Δυσχερείας ἁπάσης, καί χαλεπῶν θλίψεων, καί φθοροποιῶν ἀλγηδόνων, καί περιστάσεων, λύτρωσαι Ἅγιε, τούς ἀδιστάκτω καρδία, σπεύδοντας Γεώργιε, τῷ Θεῶ τάφω σου.

Θεοτοκίον
Ἰατρόν καί Σωτήρα, τόν τοῦ παντός τέξασα, Λόγον τόν τό εἶναι τοῖς πάσιν, Ἁγνή παρέχοντα, ἴασαι δέομαι, τήν ἀσθενοῦσαν ψυχήν μου, τή σή ἀγαθότητι, μόνη Πανύμνητε.


Διάσωσον ἀπό κινδύνων καί πόνων καί νοσημάτων, τούς ἐν πίστει τή σή προστρέχοντας χάριτι, καί σέ τιμώντας Γεώργιε Νεομάρτυς.

Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή

Προστάτης θερμός, καί μέγα καταφύγιον, ἐδόθης ὑμίν, παρά Θεοῦ Γεώργιε, διο ἠμᾶς ἁπάλλαξον, πολυτρόπων κινδύνων καί θλίψεων, καί τήν ὑγείαν χορήγει ἀεί, τοῖς κάμνουσι πόνοις τέ καί πάθεσι.


Ὠδή δ’. Εἰσακήκοα Κύριε
Δωρεάν Μάρτυς οἴκτειρον, τούς προσερχομένους τῷ σεπτῶ οἴκω σου, καί παρασχου τά αἰτήματα, τά κατά ψυχήν καί σῶμα Ἅγιε.

Ὀδυνῶν ἀπολύτρωσαι, τούς συνεχομένους νόσοις καί πάθεσι, καί δαιμόνων τήν ἐπήρειαν, ἐξ ἠμῶν ἀπέλασον Γεώργιε.

Ἰατρεῖον ἀδάπανον, πάσης ἀσθενείας, πάσης κακώσεως, ἡ σορός ἡ τῶν λειψάνων σου, ὤφθη θείω Πνεύματι Γεώργιε.

Θεοτοκίον
Ἡ τόν Ἤλιον λάμψασα, τῆς δικαιοσύνης ἠμίν ἐν σώματι, λάμπρυνόν μου τή διάνοιαν, τήν ἐσκοτισμένην Μητροπάρθενε.


Ὠδή ἐ’. Φώτισον ἠμᾶς
Σκέπασον ἠμᾶς, ἐπηρείας τοῦ ἀλάστορος, καί κατάβαλε αὐτοῦ τάς μηχανᾶς, ἄς τεκταίνει καθ’ ἠμῶν Μάρτυς Γεώργιε.

Νάμα μυστικόν, εὐφροσύνης καί χρηστότητος, ὁ σός τάφος ἀναβλύζων νοερῶς, κατευφραίνει τάς ψυχᾶς ἠμῶν Γεώργιε.

Ἔχει σέ θερμόν, ἀντιλήπτορα Γεώργιε, ὁ λαός Ἰωαννίνων ὁ πιστός, διά τοῦτο ἐγκαυχᾶται τή σή χάριτι.

Θεοτοκίον
Ὅλην μου πρός σέ, ἀνατείνω τήν διάνοιαν, ἴνα τύχω τῆς σῆς χάριτος Ἁγνή? ἄλλ’ ὤ Δέσποινα βοήθει μοί καί σῶσον μέ.


Ὠδή στ’. Τήν δέησιν
Μεγάλως παρά Χριστοῦ ἐδοξάσθης, καί ἰάματα πηγάζεις ποικίλα, καί θεραπεύεις δεινάς ἀσθενείας, καί ἀπελαύνεις ἀκάθαρτα πνεύματα, καί νῦν παρασχου Ἀθλητά, καί ἠμίν τήν σωτήριον χάριν σου.

Ἀλάλοις ὡς τήν φωνήν ἐχαρίσω, καί ἠνώρθωσας πολλούς παραλύτους, καί τοῖς χωλοῖς εὐδρομίαν παρέσχες, οὕτω καί νῦν Νεομάρτυς Γεώργιε, παρασχου ἀπασιν ἠμίν, ἐπελθόντων δεινῶν τήν ἐκλύτρωσιν.

Ρυσθῆναι πειρατηρίων παντοίων, καί στενώσεων ἠμᾶς ἐπωδύνων, καί ἐν εἰρήνη διαγειν τόν βίον, τόν Ποιητήν τῶν ἁπάντων ἱκέτευε, Γεώργιε θαυματουργέ, Νεομάρτυς Χριστοῦ ἀξιάγαστε.

Θεοτοκίον
Τόν πάντων κυοφορήσασα Κτίστην, ἐξ ἁγνῶν σου ὑπέρ φύσιν αἱμάτων, ἐκ τῆς φθορᾶς ἀνακτώμενον κόσμον, φθοροποιῶν λογισμῶν μέ ἁπάλλαξον, καί ρύθμισόν μου τήν ζωήν, Θεοτόκε Ἁγνή θείω ἔρωτι.


Διάσωσον ἀπό κινδύνων καί πόνων καί νοσημάτων τούς ἐν πίστει τή σή προστρέχοντας χάριτι καί σέ τιμώντας Γεώργιε Νεομάρτυς.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

 
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου

Ὡς ἀντιλήπτορα μέγαν Γεώργιε, Ἰωαννίνων ἡ πόλις γεραίρει σέ, καί καυχωμένη τοῖς θείοις σου θαύμασι, τήν σήν ὀξείαν κηρύττει ἀντίληψιν, αὐτῆς γάρ ὑπάρχεις τό στήριγμα.


Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.( Κεφ. Ἰ 16-22)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς, Ἰδού, ἐγώ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσω λύκων, γίνεσθε οὔν φρόνιμοι ὡς οἱ ὄφεις, καί ἀκέραιοι ὡς αἵ περιστεραί. Προσέχετε δέ ἀπό τῶν ἀνθρώπων, παραδώσουσι γάρ ὑμᾶς εἰς συνέδρια, καί ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καί ἐπί ἡγεμόνας δέ καί βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καί τοῖς ἔθνεσιν. Ὅταν δέ παραδιδῶσιν ὑμᾶς, μή μεριμνήσητε πῶς ἤ τί λαλήσητε, δοθήσεται γάρ ὑμίν ἐν ἐκείνη τή ὥρα, τί λαλήσητε. Οὗ γάρ ὑμεῖς ἔστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Πατρός ὑμῶν, τό λαλοῦν ἐν ὑμίν. Παραδώσει δέ ἀδελφός ἀδελφόν εἰς θάνατον, καί πατήρ τέκνον, καί ἐπαναστήσονται τέκνα ἐπί γονεῖς, καί θανατώσουσιν αὐτούς. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου, ὁ δέ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Τάίς του Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός....
Προσόμοιον
Ἦχος Πλ. β’. Ὅλην ἀποθέμενοι

Ἤθλησας στερρότατα, ἐν ταῖς ἐσχάταις ἡμέραις, καί Χριστόν ἐδόξασας, καί ἐχθρόν κατήσχυνας τή ἀθλήσει σου, Ἀθλητά ἔνδοξε, ὅθεν ἐδοξάσθης, ἰαμάτων τοῖς χαρίσμασι, καί νέμεις ἄπασι, ρῶσιν καί ὑγείαν καί ἔλεος, τοῖς πίστει καταφεύγουσι, τῷ σεπτῶ σου τάφω Γεώργιε, καί νῦν ἐκδυσώπει, πταισμάτων ἠμίν δοῦναι ἱλασμόν, καί δυσχερῶν ἀπολύτρωσιν, Χριστόν τόν φιλάνθρωπον.



Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας
Ὑπαχθέντα μέ Μάρτυς, τοῦ ἐχθροῦ τή καία νοΐ ἀγνώμονι, ἐκλύτρωσαι ταχέως, τή σῆ ἐπιστασία, ὁ πολλούς λυτρωσάμενος, ἐκ τυραννίδος πικρᾶς, πνευμάτων ἀκαθάρτων.

Σωμάτων ἀρρωστίας, καί ψυχῶν καχεξίας ἠμᾶς ἁπάλλαξον, καί δίδου εὐρωστίαν, ἠμίν καί εὐεξίαν, καί πταισμάτων συγχώρησιν, ταῖς ἰκεσίαις ταῖς σαῖς, Γεώργιε τρισμάκαρ.

Γεωργία ἀΰλω, τῆς σεπτῆς πρεσβείας Μάρτυς Γεώργιε, γεωργει εὐπραγίαν, καί πάσαν χορηγίαν, ἀγαθῶν ἠμίν πράξεων, καί σωτηρίαν ψυχῆς, καί θείαν εὐφροσύνην.

Θεοτοκίον
Ἐσαρκώθη ἀτρέπτως, ἐξ ἁγνῶν σου αἱμάτων καί ὤφθη ἄνθρωπος, ὁ Πλάστης τῶν ἀνθρώπων, τόν ἄνθρωπον καινίζων, τῆς κατάρας δί’ ἔλεος, ὄν ἐκδυσώπει Ἁγνή, σῶσαι τους σέ ὑμνοῦντας.


Ὠδή ἡ’. Τόν Βασιλέα
Ρῶσιν παρασχου, τοῖς χαλεπῶς ἀσθενούσι, καί ἀνόρθωσιν τοῖς παραλελυμένοις, ὡς λαβῶν τήν χάριν, παρά Κυρίου Μάρτυς.

Ἀρρωστημάτων, σέ ἰατήρα ποικίλων, ὡς πλουτήσαντες Γεώργιε θεόθεν, ἐν πάση ἀνάγκη, τή σή σπεύδομεν σκέπη.

Συντριψον Μάρτυς, τόν καθ’ ἠμῶν οἴα θήρα, ὠρυόμενον ἐχθρόν τόν παλαμναῖον, καί τῆς τούτου βλάβης, ἠμᾶς ἀτρώτους τήρει.

Θεοτοκίον
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, καί κατάνυξιν ἐν τή καρδία δίδου, ὡς ἄν ἀποπλύνω, τόν ρύπον τῆς κακίας.


Ὠδή θ’. Κυρίως Θεοτόκον
Μή παύση ἐποπτεύων, ταύτην σου τήν πόλιν, τήν προσκειμένην θερμῶς τή σή χάριτι, Νεομαρτύρων τό κλέος Μάρτυς Γεώργιε.

Ὁ πάσι τάς αἰτήσεις, νέμων τοῖς φοιτῶσι, τῷ σῶ Τεμένει Γεώργιε Ἅγιε, δίδου ἠμίν ἐν ἀναγκαις τήν σήν βοήθειαν.

Ὑπέρ τῶν σέ τιμώντων, πάντοτε δυσώπει, τήν Παναγίαν Τριάδα Γεώργιε, ὡς ἄν ζωῆς αἰωνίου ἀξιωθείημεν.

Θεοτοκίον
Ὑψίστου Λόγου Μῆτερ, Ἄχραντε Παρθένε, ἁμαρτιῶν καταιγίδος μέ λύτρωσαι, καί πρός ζωῆς ἐναρέτου ὅρμον μέ ἴθυνον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε ὦ Νεομάρτυς, τὸν ἀειμακάριστον καὶ θεοδόξαστον, τὸν προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν διὰ ἀγάπην τοῦ Ἰησοῦ, μαρτυρίου χλαῖναν, ἐνδυθέντα περιχαρῶς, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ ἐν Παραδείσου, Χριστὸν τὸν ζωοδότην, καὶ πάντων Κύριον.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καί λαμπρά προσθήκη, καί ἰσότιμος ἀληθῶς, χαίροις Νεομάρτυς, Γεώργιε θεοφρον, τῆς Ἐκκλησίας ἄστρον νέον καί ἔκλαμπρον.

Πίστει διαπρέπων τή πρός Χριστόν, ἤθλησας νομίμως, ἐν φρονήματι ἀκλινεῖ, καί ἐμεγαλύνθη ἀπείροις θαυμασίοις, γενναῖε Νεομάρτυς ἀξιοθαύμαστε.

Χαίρει κεκτημένη ὡς θησαυρόν, τόν θεῖόν σου τάφον, καί τόν οἶκόν σου τόν σεπτόν, τῶν Ἰωαννίνων, Γεώργιε ἡ πόλις, καί τήν σήν προστασίαν κηρύττει ἄπασι.

Ἄκακος καί μέτριος καί ἁπλούς, πέλων Ἀθλοφόρε, καί ἀκέραιος τή ψυχή, ἤσχυνας ἀνόμων, τό φρύαγμα εἰς τέλος, τή πίστει τοῦ Κυρίου ἀγωνισάμενος.

Ὤφθη ἰατρεῖον πνευματικόν, ὁ σεπτός σου οἶκος, Νεομάρτυς θαυματουργέ, χωλοί γάρ ἰῶνται, καί παραλελυμένοι, προστρέχοντες ἐν τούτω τή ἐπισκέψει σου.

Χαίροις θλιβομένων ἀναψυχή, καί κακουχουμένων, ἡ ταχεία ἀπαλλαγή, χαίροις Νεομάρτυς, Γεώργιε τρισμάκαρ, ἠμῶν πρός τόν Σωτήρα πρέσβυς θερμοτατος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Τό Ἀπολυτίκιον
Ἦχος Πλ. α’. Τόν Συνάναρχον Λόγον

Τόν πανεύφημον μάρτυν Χριστοῦ Γεώργιον, Ἰωαννίνων τό κλέος καί πολιοῦχον στερρόν, ἄσμασιν ἐγκωμίων ἀνευφημήσωμεν, ὅτι ἐνήθλησε λαμπρῶς, καί κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τή δυνάμει, καί νῦν ἀπαύστως πρεσβεύει ὑπέρ τῶν ψυχῶν ἠμῶν.

Εἴτα ἐκτενής καί ἀπόλυσιν μεθ’ ἤν τό ἑξῆς.

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου

Πάντων βοηθός καί ἀρωγός, πέλων Νεομάρτυς Κυρίου, ἀξιοθαύμαστε, νέμεις τά ἰάματα, τοῖς προσιούσι θερμῶς, τῷ ἁγίω Τεμένει σου, καί τοῖς ἐν ἀναγκαις, βοηθεῖς ἑκάστοτε, ὡς συμπαθέστατος, ὅθεν δυσχερείας ἁπάσης, ἠμᾶς ἀσινεῖς διατήρει, Ἀθλητά Γεώργιε δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης