Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Αμοργού Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Αμοργού

Την / Το Δευ Σεπ 16, 2019 11:03 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Αμοργού

Ποίημα Γεωργίου Γαλανόπουλου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Αμοργού Panagi31

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Χοζοβιωτίσσης θεία μάνδρα προστρέξωμεν, ἵνα Εἰκόνα τῆς Πανάγνου τὴν ἔνθρονον, πιστῶς κατασπασώμεθα βοῶντες ψυχῇ, σπεῦσον ὦ πανύμνητε, παντευλόγητε Μῆτερ, καὶ σατᾶν ἀφάνισον, δολοπλόκους παγίδας, καὶ τῶν κινδύνων λύτρωσαι ταχύ, σώζουσα πάντας, πρεσβείαις πρὸς Κύριον.

Δόξα. Καὶ νῦν.  
Ἀχειροποίητον ἐν χάριτι θείᾳ, τὴν Σὴν ἁγίαν Θεοτόκε Εἰκόνα, τῷ θεοφόρῳ Γερμανῷ δεδώρησαι· ᾗ πιστῶς προσπίπτοντες, ἰαμάτων δυνάμεις, ἐξ αὐτῆς λαμβάνομεν, καὶ λυτρούμεθα πάσης, ἐπιφορᾶς ἐν βίῳ χαλεπῆς, τὰ μεγαλεῖά Σου Κόρη κηρύττοντες.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Πόθῳ τῇ Χοζοβιωτίσσῃ ἀνυμνῶ. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Παθῶν με ἀπάλλαξον Μαριάμ, καὶ δός μοι Σὴν χάριν, ἀνυμνῆσαί Σε εὐσεβῶς, τὴν χοροῖς Ἀγγέλων ὑμνουμένην, καὶ ἀθυμίας τὰ νέφη διάλυσον.

Ὀδῦναι τοῦ σώματος καὶ ψυχῆς, παθῶν ψυχοφθόρων, καὶ χρονίων νόσων δεινῶν, κυκλοῦσί με ἄχραντε Παρθένε, ἀλλὰ προστρέχοντα Μάνδρᾳ Σου σῶσόν με.

Θεράπευσον τάχυ ἡμᾶς Ἁγνή, ἐξ ἀῤῥωστημάτων, πειρασμῶν τε δαιμονικῶν, καὶ ῥῦσαι ἐκ πάσης ἁμαρτίας, τοὺς Σὴν Εἰκόνα φιλοῦντας ἐκ πίστεως.

Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχῇ καὶ καρδίᾳ, Χοζοβιώτισσα Μαριάμ, καὶ κάθαρον πάντας μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραιότητος οἶκον ἐμὴν ψυχὴν ποίησον, πρὸς ὑποδοχὴν τοῦ Δεσπότου, ὦ Χοζοβιώτισσα, ἁμαρτημάτων παθῶν, φθοροποιῶν ἀλγηδόνων, ἐξομολογούμενον, κάθαρον Δέσποινα.

Τῇ μονῇ Σου προστρέχω περιχαρῶς Πάναγνε, καὶ τὴν Σὴν Εἰκόνα ἐν πίστει, νῦν κατασπάζομαι, καὶ πόθῳ δέομαι, ὦ Χοζοβιώτισσα Κόρη, τῶν δεινῶν ἐκλύτρωσαι, καὶ τῆς κολάσεως.

Ἡ Εἰκών Σου ἐκβλύζει ὡς Σιλωὰμ νάματα, τοῖς Σὲ ἀνυμνοῦσιν ἀπαύστως, ὦ Χοζοβιώτισσα· ὅθεν τὰ σκάνδαλα, καὶ πειρασμοῖς κακοδόξων, καὶ ἀθέων δόγματα, τάχυ ἀφάνισον.

Εὐλογία ὑπάρχεις τῶν ἀγαθῶν πρόξενος, ἡ ἐλπὶς ἁπάντων καὶ σκέπη Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων σου, τοῖς εὐλαβῶς τῇ Μονῇ Σου, μετὰ πόθου σπεύδουσιν, ἄνθη κομίζοντες.


Διάσωσον, ὦ Χοζοβιώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Μονῇ Σου ἐν πίστει προστρέχοντας, καὶ θείαν Εἰκόνα ἀσπαζομένους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόνα σεπτήν, Παρθένου ἀσπασώμεθα, Μονῆς Ἀμοργοῦ, προστάτιν τε καὶ ἔφορον, οἱ πιστοὶ καὶ εἴπωμεν· Παναγία πρόφθασον σκέπουσα, τοὺς ἀσκουμένους χάριτι τῇ Σῇ, καὶ ῥῦσαι κινδύνων Χοζοβιώτισσα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χοζοβιώτισσα Δέσποινα, Μῆτερ τοῦ Σωτῆρος Αὐτὸν δυσώπησον, τῆς γεέννης πάντας ῥύσασθαι, καὶ πυρὸς ἀσβέστου τοὺς ὑμνοῦντάς Σε.

Ὁλοφύρομαι Ἄφθορε, καὶ θρηνῶν στενάζω ὅ,τι ἡμάρτηκα, καὶ τὸν Εὔσπλαγχνον ἐλύπησα, ἀλλὰ πρέσβυς πάρεσο λυτρούμενον.

Ζήλου θείου με ἔμπλησον, πόθου καὶ ἀγάπης ὦ Χοζοβιώτισσα, ἵνα ὕμνοις τε καὶ ᾄσμασι, κατανύνξει ᾄδω Σε Πανύμνητε.

Ὦ Εἰκὼν πανσεβάσμιε, πάντων Ἀμοργίνων τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους Σε, θλίψεων καὶ νόσων ἐλευθέρωσον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅπλισον Ἁγνή, καὶ Σταυροῦ περιχαράκωσον, ἡμᾶς ἰσχύϊ ἀηττήτῳ Αὐτοῦ, τῇ τοῦ Υἱοῦ Σου, τὸν τροπούμενον τοὺς δαίμονας.

Βλῦσον Μαριάμ, τὴν Σὴν χάριν τοῖς κραυγάζουσι, χαῖρε Χριστὸν ἡ ἀσπόρως τέξασα, παντὸς τοῦ κόσμου, τὸν Σωτῆρα καὶ Παντάνακτα.

Ἴασαι ταχύ, ἀλγηδόνων τοὺς ἱκέτας Σου, ὦ Χοζοβιώτισσα Παρθένε ἁγνή, καὶ τὴν ὑγείαν τοῖς νοσοῦσιν ἄμφω δώρησαι.

Ῥᾶνον δωρεῶν, καὶ χαρίτων Σου Θεόνυμφε, τοὺς Σὴν Εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσι, καὶ μελιῤῥύτοις, ᾠδαῖς Σε νῦν μεγαλύνοντας.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς πρόμαχον, καὶ φρουρὸν κεκτήμεθα, Χοζοβιώτισσα Σὴν θείαν Εἰκόνα, τῆς Ἀμοργοῦ προστασίαν καὶ σκέπην, καὶ Σῆς Μονῆς θησαυρὸν πολυτίμητον, ἡμῶν δὲ πάντων τῶν πιστῶν, σωτηρίαν καὶ πρέσβυν θερμότατον.

Τὴν ἴασιν, ἀσθενοῦσιν Σὺ δίδως, θαυμαστῇ ἀντιλήψει Σου Παρθένε, καὶ πᾶσι τάχυ δωρεῖ τὰ ἰάματα, τοῖς αἰτουμένοις πιστῶς Χοζοβιώτισσα· διὸ βοῶμεν ἐκ ψυχῆς· ῥῦσαι πάντας κινδύνων καὶ θλίψεων.

Ἰσχὺν τὴν Σήν, ὀλιγοψύχοις παράσχου, καὶ τοῦ σώματος ῥῶσιν νοσούντων Κόρη, τῶν πειρασμῶν, λογισμῶν τε κινήσεις, καὶ τῶν παθῶν τὰς ὁρμὰς καταπράϋνον, καῖὶ ῥῶμην χάρισον ψυχῆς, καὶ νοὸς ὀλισθήματα στήριξον.

Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς Εἰκόνος Σου ἡ θέα καὶ μόνον, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, καὶ ταῖς αἰσθήσεσι χαρά, νῦν δωρεῖ τοῖς πιστοῖς Χοζοβιώτισσα.


Διάσωσον, ὦ Χοζοβιώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Μονῇ Σου ἐν πίστει προστρέχοντας, καὶ θείαν Εἰκόνα ἀσπαζομένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία νήσου Ἀμοργοῦ Χοζοβιώτισσα, καὶ Σῆς μάνδρας πέλεις ἡ φρουρὸς καὶ ὑπέρμαχος, πάντας σκέπεις τοὺς ἀνυμνοῦντάς Σε βάθει ψυχῆς, Εἰκόνα φιλοῦντας δὲ πιστῶς, τὴν θαυματόβρυτον Ἁγνή, καὶ Σὲ ὕμνοις γεραίροντας· χαῖρε θερμὴ πρεσβεία, τῶν ἀνθρώπων σωτηρία, χαῖρε τοῖς πλέουσι λιμήν, Θεοτόκε ὁ ἀκύμαντος.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Χοζοβιωτίσσης πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἅπαντες προσέλθωμεν, Χοζοβιωτίσσης τῇ μάνδρᾳ, καὶ Εἰκόνα ἔνθρονον, πιστῶς ἀσπασώμεθα χαριτόβρυτον βρύει γὰρ θαύματα, νόσους διώκουσα, ἀφανίζουσα τοὺς δαίμονας, σκέπει τοὺς πλέοντας, διψῶντας δροσίζει τοῖς ὕδασι, νάματα καταρδεύουσα, τῆς θεογνωσίας τοῖς εὐσεβέσιν, ἐν ᾠδαῖς ὑμνοῦντες, καὶ πόθῳ ἐκζητοῦντες ἐν χαρᾷ, τῆς σωτηρίας αἰτήματα, καὶ πταισμάτων ἄφεσιν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκέπε πιστοὺς Παρθένε καὶ θεόφρονας πόθῳ τοὺς ἀνυμνοῦντας πιστῶς, Εἰκόνα Σου τὴν θείαν, καὶ Σὲ ὁμολογοῦντας, Θεοτόκον καὶ λέγοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίας τὸ νάμα Χοζοβιώτισσα Κόρη δίδου πλουσίως ἡμῖν, Σὸν Τόκον προσκυνοῦντας, καὶ Σὲ ᾠδαῖς ὑμνοῦντας, Παναμώμητε ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἠλιοὺ τοῦ Προφήτου θείῳ ὄρῃ οἰκήσασα Χοζοβιώτισσα, πελάγει ἐπιβλέπεις, καὶ σώζεις ἐκ κινδύνων, ἐν θαλάσσῃ τοὺς πλέοντας, τοὺς Σοὶ βοῶντας πιστῶς· σῶσον ἡμᾶς Παρθένε.

Ἱλασμὸς πρὸς Δεσπότην Ὃν ἐγέννησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς Σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, καὶ πάσης θλίψεως ῥῦσαι, τοὺς πιστῶς τιμῶντας Σὴν Εἰκόνα, καὶ ἀσπαζομένους, αὐτὴν πόθῳ Παρθένε.

Νενοσηκότας, Σῇ θαυμαστῇ ἐνεργείᾳ, πᾶσιν ἴασιν παράσχου Κόρη, καὶ ὑγείαν ἄμφω, δώρησαι Σοῖς ἱκέταις.

Ὑπερυψοῦμεν, τὸν Βασιλέα τῆς δόξης, σὺν Ἀγγέλων χοροῖς Θεοτόκε, Σὲ παρακαλοῦντες, κινδύνων λυτρωθῆναι.

Ὄλισθον πάντα, νοὸς ψυχῆς ὦ Παρθένε, εὐθυγράμμισον χάρισι θείοις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μητέρων καὶ παρθένων, καύχημα καὶ δόξα, εἶ μοναχῶν τὸ ἐντρύφημα Ἄχραντε, πιστῶν ἐλπὶς χαρὰ σκέπη, ὦ Χοζοβιώτισσα.

Νοσοῦντας θεραπεύεις, πλέοντάς τε σώζεις, πεινῶντας μάνα ἐκτρέφεις οὐράνιον, τῆς σωτηρίας τὸ νέκταρ, κιρνῶσα Ἄνασσα.

Ὦ Χοζοβιωτίσσης, μάνδρα κεκτημένη, σεπτὴν Εἰκόνα Παρθένου συγχόρευε, πιστοῖς καὶ νόοις, αὐτὴν μεγαλύνοντας.

Ὑμνοῦμεν Θεοτόκε, χάριν τῶν θαυμάτων, ἣν ἡ Εἰκών Σου παρέχει ἀδάπανον, καὶ μακαρίζομεν πόθῳ, Σὲ Χοζοβιώτισσα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν οἰκοῦσαν ὕψη ἐν τῷ κρημνῷ, ὄρους τοῦ Προφήτου, Ἠλιοὺ ἐν τῇ Ἀμοργῷ, Χοζοβιωτίσσης, τὴν πάνσεπτον Εἰκόνα, προσέλθωμεν καὶ ὕμνοις, ταύτην ὑμνήσωμεν.

Μάνδρα Σου καὶ νῆσον περιφανῆ, σκέπε ὦ Παρθένε, Χοζοβιώτισσα Μαριάμ, ἐκ πειρατηρίων, κινδύνων καὶ ἐφόδων, δαιμόνων ἐπηρείας, νόσων καὶ θλίψεων.

Ἥλιος ἀνέτειλε νοητός, ἐκ Σοῦ Θεοτόκε, ὁ τῆς δόξης Παμβασιλεύς, καὶ δικαιοσύνης, Χριστὸς ὁ Παντεπόπτης· Αὐτὸν οὖν προσκυνοῦμεν, Σὲ μεγαλύνοντες.

Τοὺς ἀσπαζομένους τὴν Σὴν μορφήν, ἐν τῇ σεβασμίᾳ, παλαιφάτῳ θείᾳ Μονῇ, τῆς σεπτῆς Εἰκόνος, δίδου ψυχῆς τὰ κρείττῳ, καὶ ἀγαθῶν τοὺς οἴκους, ἔμπλησον Δέσποινα.

Ῥῦσαι τοὺς ὑμνοῦντάς Σε Μαριάμ, λοιμικῶν κινδύνων, καὶ παράσχου Σὴν δαψιλῆ, χάριν σωτηρίας, τοῖς πίστει αἰτουμένοις, ἄμαχον προστασίαν, θερμὴν τ’ ἀντίληψιν.

Ἴασαι νοσοῦντας Μῆτερ ταχύ, σῶσον ἐκ κινδύνων, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ ἱερωτάτῃ, Μονῇ Σου Θεοτόκε, ἐν Ἀμοργῷ Εἰκόναν, ἀσπαζομένους Σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δέξαι, Χοζοβιώτισσα  Ἁγνή, ὕμνον σὺν ψαλμοῖς καὶ ᾠδαῖς τε, πρὸς Σὲ νῦν περιχαρῶς, ῥόδα τε καὶ δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς Σὴν Εἰκόνα, κατασπαζομένων Σου, βοῶντες Σοὶ ἐκ ψυχῆς· Μῆτερ, σκέπε πάντας καὶ φρούρει, ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζουσα ἡμᾶς ἐκ πάσης θλίψεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης