Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγία Νεομάρτυρα Αργυρή την εκ Προύσης Empty Παρακλητικός Κανών εις την Αγία Νεομάρτυρα Αργυρή την εκ Προύσης

Την / Το Πεμ Σεπ 19, 2019 1:51 am
Παρακλητικός Κανών εις την Αγία Ένδοξον και Σωφρονεστάτη Νεομάρτυρα Αργυρή την εκ Προύσης

Ποίημα Αθανασίου ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις την Αγία Νεομάρτυρα Αργυρή την εκ Προύσης Aaa12

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῆς σωφροσύνης τήν στολήν ἐνδυθεῖσα, ἀκολασίας κατεπάτησας ὄφιν, καί πλάνην ἐμυκτήρισας τῆς Ἄγαρ κραταιῶς, ὅθεν ἐμαρτύρησας ἐν βασάνοις ποικίλοις, καί Χριστόν ἐδόξασας, Ὄν δυσώπει δοθῆναι, τοῖς σέ τιμῶσι θεία Ἀργυρή, τήν σωφροσύνην, καί βίου ἁγνότητα.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι, εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ὸ Κανῶν

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Τριάδα ἱκέτευε ἐκτενῶς, ὑπέρ τῶν σέ πόθω, ἀνυμνούντων, ὤ Ἀργυρή, αἰτοῦσα ἐν βίω σωφροσύνην, καί καρδιῶν σταθεράν καθαρότητα.

Ἠγάπησας σφόδρα τόν Ἰησοῦν, διδάσκαλον θεῖον, τῆς ἁγνότητος Ἀργυρή, Ὄν αἴτει πολλή τή παρρησία, τηρεῖν ἠμᾶς ἐν ἁγνότητι πάντοτε.

Νικήσασα ὄφιν τόν δολερόν, θελήσαντα, Μάρτυς, σέ χωρίσαι τοῦ Ἰησοῦ, αὐτοῦ ψυχωλέθρους ἐπηρρείας, τάς καθ’ ἠμῶν ταῖς εὐχαίς σου διάλυε.

Θεοτοκίον
Σύ μήτηρ ὑπάρχουσα ἀληθῶς, πιστῶν κατά χάριν, τόν γλυκύτατον Ἰησοῦν, μή παύση πρεσβεύουσα δοθῆναι, ἠμίν ἁγνότητα, παναγνέ Δέσποινα.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ὡς ὑπερκάλλος νύμφη, τοῦ Ἰησοῦ ἤρνησαι, βίαν ὠμοτάτην βαρβάρου, ὤ ἀργυρώνυμε• διό μοί χάρισαι, ἀρνεῖσθαι βίαν τυράννου, σώματος ὠθοῦντος μέ, εἰς Χριστοῦ ἄρνησιν.

Φαιδροτάτη καρδία, πρό δικαστῶν ἔστηκας, καί Χριστοῦ θεότητα, Μάρτυς, καθωμολόγησας, Ὄν καταξίωσον, ἠμᾶς λατρεύειν ὡς πρέπει, ὅπως τήν οὐράνιον, εὔρωμεν ἄνεσιν.

Ρήτωρ ὤφθης γενναίως, ἀγαρηνούς δείξασα, Ἀργυρή, κείμενους ἐν σκότει, θείοις σου ρήμασιν• ὅθεν τους σέβοντας, σού τήν ἀοίδιμον μνήμην, ἐν Χριστοῦ πορεύεσθαι, φωτί ἀξίωσον.

Θεοτοκίον
Οὐρανός ἀνεδείχθης, πνευματικός Δέσποινα, Ἥλιον Χριστόν ἐν γαστρί σου, ἀγνῶς βαστάσασα, Οὗ τοῖς αὐγάσμασι, ψυχᾶς πιστῶν δεῖξον ἄλλους, οὐρανούς φωτίζουσα, τούτους πρεσβείαις σου.


Διάσωσον, ὤ Ἀργυρή, τούς τιμώντας σέ πόθω, ἀπό πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καί χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τήν λύσιν.

Ἐπίβλεψον, ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Ὡς νύμφη Χριστοῦ καί μάρτυς γενναιόψυχος, Αὐτόν Ἀργυρή, ἀεί καθικέτευε, ὅπως σκέπη ἅπαντας, τούς τιμώντας τήν θείαν μνήμην σου, καί τήν ἁγνότητα ψυχῶν, ταῖς πρεσβείαις σου χαρίζηται.


Ὠδή δ΄. Εἰσακήκοα, Κύριε
Συζυγίαν ἐτήρησας, ἄμωμον ἐκ φθόνου τοῦ πολεμήτορος, διό Μάρτυς τήρει πάντοτε, εὐλαβεῖς συζύγους ἐν ἁγνότητι.

Ὑποτάξασα ἅπαν σου, νόημα Κυρίω βασάνους ἤνεγκας, Ἀργυρή, Ὄν καθικέτευε, τήν ὑπομονήν ἠμίν χαρίζεσθαι.

Νίκην ἤνεγκας παντιμε, κατά μισοάγνου σφοδρῶς σέ παίσαντος, διό δίδου τήν ἁγνότητα, πάσιν, Ἀργυρή, τοῖς δεομένοις σου.

Θεοτοκίον
Ἠλευθέρωσας Ἄχραντε, γένος τῶν ἀνθρώπων δεσμῶν τοῦ ὄφεως, οὗ ἰοῦ μέ ἀποκάθαρον, τοῦ καταμολύνοντος καρδίαν μου.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Νόσους ψυχικόυς, καί τοῦ σώματος θεράπευσον, ὤ Ἀργυρή τῶν ἀνυμνούντων σέ, Ἰατρόν καθικετεύουσα, Ἰησοῦν δί’ Ὄν καλῶς ἐνήθλησας.

Ἄγαρ σκοτεινῆς, πλάνην ἤλεγξας πανεύφημε, τῷ φωτισμῶ Ἁγίου Πνεύματος, ὄν παρασχου, καί ψυχαῖς τῶν πίστει ἀνυμνούντων σέ.

Ρύσαι τοῦ ἐχθροῦ, Ἀργυρή μάρτυς τρισόλβιε, τούς ἐν δικτύοις κινδυνεύουσι, τούτου πλακῆναι, τοῖς ψυχωλεθρίοις μηχανεύμασι.

Θεοτοκίον
Γνῶσιν ἀληθῆ, τοῦ Κυρίου δός Πανάμωμε, τοῖς ἀνυμνούσί σου τήν ἄφθορον, κυοφορίαν, καί μεγαλυνόντων θείαν δόξαν σου.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ὑπέμεινας, Ἀργυρή ἐν ἔτεσι, τάς βασάνους τῶν ἀθέων βαρβάρων, ἐν τή εἱρκτή, καί ἀπείληφας στέφος, τοῦ μαρτυρίου γενναία ἐνστάσει σου• διό ἠμίν ὑπομονήν, ἐν τοῖς βίου δεινοῖς, Μάρτυς, δώρησαι.

Ρητόρων σέ, ὑπερτέραν ἔγνωμεν, σιωπή αὐτούς νικήσασαν, Μάρτυς, καί γάρ τά σά, πολυχρόνια πάθη τοῖς χριστωνύμοις ἀγλώττως κηρύττουσι, πῶς δεῖ βιοῦν ἐν πειρασμοῖς, Ἀργυρή νεομάρτυς χριστόαθλε.

Ἡ χάρις σέ, τοῦ Ἁγίου Πνεύματος, ὡς ὑπέσχετο Σωτήρ ἐδυνάμου, καί ἀσθενές, Ἀργυρή της σαρκός σου, ὥσπερ χαλκοῦν ἀνδριάντα ἀνέδειξεν, ἤν Χάριν πρέσβευε ἠμᾶς, δυναμοῦν ἐν τοῦ βίου ταῖς θλίψεσι.

Θεοτοκίον
Διδάσκαλον, παρθενίας ἔτεκες, ὤ Παρθένε Θεοτόκε Μαρία, Οὗ ἀκλινῶς, ἐπορεύθη ὀπίσω, ἡ Ἀργυρή τήν ἁγνείαν προκρίνασα, προσκαίρου βίου ἡδονῆς, ἤς πικρίας σούς δούλους ἐκλύτρωσαι.


Διάσωσον, ὤ Ἀργυρή, τούς τιμῶντας σέ πόθω, ἀπό πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καί χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τήν λύσιν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

 

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν

Συζυγίας φανεῖσα ὑπέρμαχος, τῆς ἁγνείας κανών ἀναδέδειξαι, σή ἀθλήσει, περιστερά Κυρίου Ἀργυρή, διό, φύλαττε καλῶς, ἀπό ἐχθροῦ ἐπιβουλῆς, συζυγίας τῶν δούλων σου, ὅπως σωφρόνως ζῶντες, τύχωσι τῶν βραβείων, ἄπερ ὑπέσχετο ἠμίν, ὁ ἁγνείας Διδάσκαλος.

Προκείμενον
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (Κέφ. κέ΄ 1-13).

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην, ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἴτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δέ ἤσαν ἐξ αὐτῶν φρόνιμοι, καί αἵ πέντε μωραί, αἴτινες μωραί, λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἵ δέ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετά τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δέ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καί ἐκάθευδον. Μέσης δέ νυκτός κραυγή γέγονεν. Ἰδού ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἵ παρθένοι ἐκεῖναι, καί ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἵ δέ μωραί ταῖς φρονίμοις εἶπον, Δότε ἠμίν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἵ λαμπάδες ἠμῶν σβέννυνται. Ἀπεκρίθησαν δέ αἵ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσει ἠμίν καί ὑμίν, πορεύεσθε δέ μᾶλλον πρός τούς πωλοῦντας, καί ἀγοράσατε ἐαυταῖς. Ἀπερχομένων δέ αὐτῶν ἀγορᾶσαι, ἦλθεν ὁ νυμφίος, καί αἵ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα. Ὕστερον δέ ἔρχονται καί αἵ λοιπαί παρθένοι, λέγουσαι, Κύριε, Κύριε, ἀνοιξον ἠμίν. Ὁ δέ ἀποκριθεῖς εἶπεν, Ἀμήν λέγω ὑμίν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὔν, ὅτι οὐκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὥραν, ἐν ἡ ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀργυρῆς ἁγίας, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός....
Προσόμοιον
Ἦχος Πλ. β’. Ὅλην ἀποθέμενοι

Καθαρόν κειμήλιον, τῆς σωφροσύνης δειχθεῖσα, Ἀργυρή πανένδοξε, ἐν βασάνοις εἴληφας τό βραβεϊόν σου• διό ἰκετεύομεν, κλῖνόν σου τά ὦτα, καί ἐπάκουσον τῶν δούλων σου, χάριν παρέχουσα, ψυχικῆς αὐτοῖς καθαρότητος, φυλάττουσα τόν τίμιον, γάμον προσβολῶν τοῦ ἀλάστορος, ὅπως ἐναθλοῦντες, μαρτύριον ἀγάπης τοῦ Χριστοῦ, ταῖς σαῖς εὐχαῖς ἐπιτύχωμεν, Παραδείσου ἅπαντες.

Σῶσον ὁ Θεός τόν λαόν σου

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Οὐδαμῶς σου δουλεία, ἡ τοῦ σώματος Μάρτυς Χριστοῦ ἠλάττωσε, ἀγάπην ἀλλά μᾶλλον, ὡς πῦρ ηὔξησε ταύτην, ἤν Παρασχου τοῖς ὅσοι σου, μνήμην τελοῦμεν πιστῶς, ὤ Ἀργυρή θεοφρον.

Σταθεράν ἐπεδείξω, τήν σήν γνώμην βασάνοις οὖσα τρισόλβιε, ὡς πύργος ἐπί πέτραν, τῷ ἔρωτι Δεσπότου, τάς σᾶς βάσεις κατέχουσα, ὄν ταῖς ψυχαῖς Ἀργυρή, ἠμίν ἔνθες εὐχαίς σου.

Ἡ ἀνδρεία ψυχή σου, ὡς ἀμνάς τοῦ Δεσπότου ὅλη ἐκκέκαυται, ἀγάπη ὑπέρ φύσιν, δί’ ἤς βασάνων θλίψεις, Ἀργυρή καθυπέμεινας• διό βοήθει ἠμίν, ἐν θλίψει κλονουμένοις.

Θεοτοκίον
Μεθ’ ἠμῶν μεῖνον, Μῆτερ, ἐν καιρῶ ὅταν βέλη ἐχθροῦ προσβάλλωσι, σᾶ τέκνα καί ὁ λύχνος, ὑπομονῆς οὐ φέγγη, ἀλλά σκότος ἐπέρχεται, ἀπελπισμοῦ φοβεροῦ, ὄν λύε τῷ φωτί σου.


Ὠδή ἡ΄. Τόν Βασιλέα
Ἰδού ἐπέστη, ἡμέρα ὄτε ἡ χρεία, βοηθείας Ἀργυρή νεομάρτυς• σπεῦσον, δίδου χείρα, σοῖς δούλοις συμπαθείας.

Νοῦν ἀτακτούντα, καί λογισμοῖς μισοάγνοις, πολεμούμενον χαλίνωσον Μάρτυς, μνήμην τοῦ Κυρίου, αὐτῶ χαριζομένη.

Δεσμούς ἀφύκτους, τῆς δολερᾶς ἁμαρτίας, συμπνιγούσης ψυχᾶς τῶν ἱκετῶν σου, Ἀργυρή εὐχαίς σου, διάλυε ταχέως.

Θεοτοκίον
Ὡς ὑπερβάσα, τή σωφροσύνη γυναίκας, γενεῶν ἁπασῶν, Ἁγνή Παρθένε, δίδου σωφροσύνην, τοῖς πόθω σέ ὑμνούσι.


Ὠδή β΄. Κυρίως Θεοτόκον
Ρεόντων παριδοῦσα, Ἀργυρή νῦν βλέπεις, ἅ ὀφθαλμοί τῶν ἀνθρώπων οὐ βλέπουσι, ὧν καταξίωσον πάντας, τούς ἀνυμνοῦντας σέ.

Ὁ ὄφις ἐπατήθη, Ἀργυρή σοῖς ἄθλοις, καί ἀπολαύεις προσώπου Νυμφίου σου, Ὄν καί ἠμᾶς εὔχου Μάρτυς, ἰδεῖν ὀψέποτε.

Ναούς τῆς σωφροσύνης, καί ἁγνείας δεῖξον, τούς νεανίας ἐν πόθω τιμώντας σέ, ὤ Ἀργυρή καί παγίδων, ἐχθροῦ ἐκλύτρωσαι.

Θεοτοκίον
Ἀμόλυντε Παρθένε, τούς ἐν σωφροσύνη, καί καθαρότητι ζώντας ἐνίσχυσον, σύν Ἀργυρή τῷ Δεσπότη, καθικετεύουσαι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε ὦ Νεομάρτυς, τὸν ἀειμακάριστον καὶ θεοδόξαστον, τὸν προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν διὰ ἀγάπην τοῦ Ἰησοῦ, μαρτυρίου χλαῖναν, ἐνδυθέντα περιχαρῶς, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ ἐν Παραδείσου, Χριστὸν τὸν ζωοδότην, καὶ πάντων Κύριον.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μάρτυς τοῦ Κυρίου πανευκλεής, Ἀργυρή τρισμάκαρ, διαφύλαττε τούς τό σόν, σκῆνος προσκυνοῦντας, ἐν πίστει τέ καί πόθω, ἐκ βλάβης τέ παντοίας, παθῶν καί θλίψεων.

Ἄστρον ἀνατέταλκε φαεινόν, ἐκ τῆς Βιθυνίας, ἡ πολυάθλος τοῦ Χριστοῦ, μάρτυς καί φωτίζει, πιστῶν ἅπαν τό πλῆθος, ἡ Ἀργυρή ἤν πόθω, ἀνευφημήσωμεν.

Ἔτερα νεοσύνθετα
Χαίροις σωφροσύνης οἶκος λαμπρός, καί ἁγνείας σκῆνος, δί’ ἀγάπην τοῦ Ἰησοῦ, ἄπερ δίδου δῶρον, τοῖς σέ ἀνευφημούσιν, ὤ Ἀργυρή θεοφρον, γυναίων καύχημα.

Τούς ἐν γάμω ὄντας τήρει καλῶς, σωφρονούντας Μάρτυς, καί ἀγνεύοντας ἐν Χριστῷ, ὡς καί σύ τήν πίστιν, ἐτήρησας τοῦ γάμου, δί’ ὅ καί ἀνεδείχθης, θύμα ἁγνότητος.

Τούς προσερχομένους πανευλαβῶς, σῶ ναῶ ἐν Λέσβω, καταξίωσον Ἀργυρή, ἐν Χριστοῦ ἁγνεία, ζῆσαι ἐν βίω τούτω, καί θείας βασιλείας, μετόχους ποίησον.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἴτα ἐκτενής καί ἀπόλυσιν μεθ’ ἤν τό ἑξῆς.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Χαῖροις, νεομάρτυς Ἀργυρή, χαῖροις καί εὐήκοος γίνου τῶν αἰτουμένων σέ, σωφροσύνην χάρισαι, τοῖς ἐν τοῦ γάμου δεσμοῖς, ἐλευθέροις ἁγνότητα, ὑγείαν τοῖς ὅσοι, ἀσθενούσι σώματι, καί τή ψυχή σαῖς εὐχαῖς- πάντας δέ ἀναδεῖξον σκεύη, Ἰησοῦ χρυσά καί εὐώδη, ὥσπερ σύ ὑπήρξας, χριστοστέφανε.

Ἔτερον Ὄμοιον
Ὥσπερ ἐν ὀράσει ἱερεῖ, ὤφθης τούς στεφάνους κρατοῦσα, καί ἐξεζήτησας, οὕτως εἰκονίζειν σέ, ὤ Ἀργυρή τους πιστούς, κεφαλάς στέψον ἄνωθεν, τῶν νυμφευομένων, καί αὐτούς συντήρησον, τιμίω γάμω καλῶς, ἴνα πειρασμούς ἐκνικῶντες, πάσης σαρκικῆς ἁμαρτίας, ἐκ Θεοῦ στεφθῶσιν ὥσπερ μάρτυρες.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον

Γενού προστάτις, Ἀργυρή, τῶν τιμώντων σου
τήν χρισταγάπητον καί σωφρόαγνον μνήμην.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης