Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Empty Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος

Την / Το Πεμ Σεπ 19, 2019 8:05 am
Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος

Ποίημα τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ἐδέσσης Ἰωήλ
Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Xatzi110

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ ἐξῆς τροπάρια

Ἦχος δ΄. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τὸν ὑπερθαύμαστον Χριστοῦ ἀθλοφόρον, καὶ Ἐκκλησίας νεομάρτυρα θεῖον, ὑμνολογοῦντες εἴπωμεν, ἐκ βάθους ψυχῇς, ἅγιε Θεόδωρε, Μυτιλήνης τὸ κλέος, ταῖς λιταῖς σου φύλαττε, ἐκ παγίδων βελίαρ, τοὺς ἐκζητοῦντας δύναμιν τὴν σήν, καὶ προστασίαν,  ἐν βίῳ πανόλβιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
Νεομάρτυς Θεόδωρε νῦν φύλαξον με. Ἰωήλ

Ὠδὴ α΄ Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας

Νοΐ καὶ τῇ γλώττῃ ἐπιθυμῶ, ὁμοῦ καὶ καρδία, ἀνυμνῆσαι ἱκετικῶς, Θεόδωρον μάρτυρα Κυρίου, ὡς ἂν πρεσβείαις αὐτοῦ σκεπασθήσομαι.

Ἑπόμενος μάρτυς τοῖς παλαιοῖς, Θεόδωρε ὃντως, πρὸ βημάτων δικαστικῶν, Χριστὸν ὠμολόγησας θεόφρον, ὃν ὑπὲρ πάντων ἀνθρώπων ἱκέτευε.

Ὀθνείαν ἀλλοίωσιν ἀθλητά, ἀπέπτυσας τάχει, τῆς ἀρνήσεως τοῦ Χριστοῦ, διὸ καὶ ἡμᾶς ταῖς σαῖς πρεσβείαις, τοὺς χλιαροὺς ἀναθέρμανον ἅγιε.

Θεοτοκίον.
Μαρία τὸ ὄνομα τὸ γλυκύ, ὁμοῦ καὶ τὸ πρᾶγμα, μὴ παρίδης εὐχετικῶς, φυλάττουσα πάντας τοὺς σοὺς δούλους, ἀπὸ παντοίας τοῦ βίου στενώσεως.


Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος.
Ἀσθενείας ποικίλας, καὶ ψυχικὸν τάραχον, ταῖς ἰκετηρίαις σου μάκαρ, ἠμῶν θεράπευσον, καὶ πρὸς τὰ ἄνω τὸν νοῦν, καὶ τὴν καρδίαν ὁδήγει, τῶν μακαριζόντων σε, μάρτυς Θεόδωρε.

Ραπισθείς ὑπὸ πλάνου, καὶ πονηροῦ δαίμονος, πίστιν ἀπηρνήσω θεόφρον, τὴν ἀληθεύουσαν, ἀλλ' ὑπέρ ταύτης λαμπρῶς, μετ' οὐ πολὺ ἠγωνίσω, ἣν ἐν τῇ καρδίᾳ μου, αὔξανε ἅγιε.

Τὴν ἀχλὺν ἀκηδίας, ἐκ τῆς ψυχῆς ἔπαρον, τῶν ἱκετευόντων σὲ μάρτυς, Χριστοῦ Θεόδωρε, καὶ τὴν ἐγρήγορσιν δός, αὐτοῖς λιταῖς σου ἁγίαις, ὅπως διανύσωσι, τρίβον τὴν εὔθετον.

Ὑπερβάς θελημάτων, τῶν τοῦ Χριστοῦ Πάναγνε, ἔπεσον ἐν λάκκῳ πταισμάτων, πολλῶν ὁ δείλαιος, διό ὁδήγησον, καμὲ πρεσβείαις σου μῆτερ, ὡς ἂν τὰ σωτήρια, πράξω ἐντάλματα.

Διάσωσον, τροπαιοφόρε Θεόδωρε μάρτυς θεῖε, ἐκ κινδύνων πολυειδῶν καὶ στενώσεων, τοὺς ἐκζητοῦντας ἐνθέως, τὴν σὴν προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τo κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τῷ ὄρει ποτέ, τοῦ Ἄθωνος προσέδραμες, εὐρεῖν τῆς ψυχῆς, τὴν ἀληθῆ εἰρήνευσιν, τὸν μῶμον ἀποπτυσάμενος, τῆς Χριστοῦ ἀπαρνήσεως, διὸ μὴ παραλίπης καὶ ἡμῶν, στηρίζων εὐχαῖς πίστιν Θεόδωρε.


Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Στεναγμῶν μου τῶν ἔνδοθεν, κόπασον τὸ ρεῦμα, μάρτυς Θεόδωρε, καὶ χορήγει ταῖς πρεσβείαις σου, βίον γαληναῖον καὶ θεάρεστον.

Θεωρὸς ὤν ἐλλάμψεων, μάρτυς ἀπορρήτων, καὶ καταστάσεων, ἐκ τοῦ λάκκου μὲ ἀνάγαγε, τῶν ἀμπλακημάτων τῇ δυνάμει σου.

Ἐπαισχύνομαι ἅγιε, διά τὸν ἄχρι τοῦδε, τοῦ χρόνου βίον μου, ἀλλὰ πρόφθασον πρεσβείαις σου, καὶ παράσχου χεῖρα βοηθείας μοί.

Θεοτοκίον.
Ὁλοτρόπως Πανάχραντε, ὄντως ἐμολύνθην ταῖς παραβάσεσι, ἐντολῶν τοῦ θείου τόκου σου, ὅθεν με λιταῖς σου ἀποκάθαρον.


Ὠδὴ ε'. Φώτισον ἡμᾶς.
Δεῦτε οἱ πιστοί, ἐν τῇ Λέσβῳ ἱκετεύσωμεν, τὸν Θεόδωρον χατζῆν τὸν ἀθλητήν, ἐξαιτούμενοι αὐτοῦ θάρσος καὶ δύναμιν.

Ὢφθησαν ἡμῖν, τὰ σὰ λείψανα Θεόδωρε, ὥσπερ πλοῦτος οὐρανίων δωρεῶν, ὃν μὴ παύση διανέμων τοῖς τιμῶσί σε.

Ρείθροις μυστικοῖς, στεφανῖτα καταδρόσισον, τοὺς ἐν θλίψεσι πεσόντας χαλεπαῖς, καὶ πυρί φλογιζομένους περιστάσεων.

Θεοτοκίον.
Ἔπαρον ἁγνή, τάς σάς χεῖρας καὶ ἱκέτευσον, τὸν Υἱόν σου καὶ Δεσπότην τοῦ παντός, ὑπὲρ πάντων τῶν ὑμνούντων τὸ σὸν ὄνομα.


Ὠδὴ στ'. Τὴν δέησιν.
Φρυάγματα, ὡσεὶ χνοῦν ἐκλέπτυνον, τοῦ ἐχθροῦ τὰ κατ' ἐμοῦ κινηθέντα, καὶ ταῖς πρεσβείαις σου χάρισαι μάρτυς, τῆς ταπεινώσεως δῶρον Θεόδωρε, ὡς ἂν νικήσω εὐχερῶς, τὸν ὑπερήφανον ὄφιν πανεύφημε.

Ὑπότροπος, ἀθλητὰ γεγένημαι, ἐν παγίσι τοῦ ἐχθροῦ καταπέσας, καὶ συντριβείς ἁμαρτίας τῷ βέλει,  ἀδυνατῶ ἀνακύψαι Θεόδωρε, διὸ τῆ ̒ρώμη σου καμοί, παραστάτης Θεόδωρε φάνηθι.

Λιμώττουσαν, τὴν ψυχήν μου ψώμισον, τῶν ἁγίων πρεσβειῶν σου σιτίας, καὶ τῷ χειμάρρῳ χαρίτων σου ταύτην, τῆς Μυτιλήνης Θεόδωρε ἄρδευσον, σὺ γὰρ ἐκτήσω ἀληθῶς, πρὸς Θεὸν παρρησίαν καὶ δύναμιν.

Θεοτοκίον.
Ἀνύμφευτε, Μαριὰμ Πανάχραντε, ὀλισθήσασαν εἰς βάθη κακίας, ἐμὴν καρδίαν ἀνάσυρον τάχει, ταῖς πρὸς τὸν Πλάστην πυκναῖς ἰκεσίαις σου, σὺ γὰρ τὸ γένος τῶν βροτῶν, τῇ λοχείᾳ σου μῆτερ ἀνέπλασας.


Διάσωσον, τροπαιοφόρε Θεόδωρε μάρτυς θεῖε, ἐκ κινδύνων πολυειδῶν καὶ στενώσεων, τοὺς ἐκζητοῦντας ἐνθέως, τὴν σὴν προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἰμάτων σου.

Ὁμολογίαις λαμπραῖς διεκήρυξας, τῆς Ἐκκλησίας τὰ ἅγια δόγματα, ἐν Μυτιλήνῃ Θεόδωρε ἅγιε, καθυπομείνας ἀνδρείως τὰ βάσανα, διό σου τὴν μνήμην γεραίρομεν.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἐξανθήσει.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-16).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἅγιε Θεόδωρε, τῆς Μυτιλήνης ἡ δόξα, Ἐκκλησίας στόλισμα, καὶ μαρτύρων νέων τὸ ἐγκαλλώπισμα, πρὸς Θεὸν πάντοτε, πρεσβείαις σου αἴτει, τῆς ψυχῆς ἡμῶν τὸ  εὔτονον, καὶ τὴν εἰρήνευσιν, ἐκ τῶν πειρασμῶν τοῦ ἀλάστορος, ὁμοῦ δὲ καὶ τοῦ σώματος, μάκαρ τὴν ὑγείαν καὶ εὔκλειαν, σύ γὰρ ἐπ' ἐσχάτων, τὸ στέφος ἐκομίσω ἀθλητῶν, καὶ παρρησίαν πανεύφημε, πρὸς τὸν ὑπεράγαθον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ξηρασίαν νοός μου, ἐκ τοῦ πλήθους πταισμάτων καὶ ἁμαρτάδων δεινῶν, τῇ δρόσῳ πρεσβειῶν σου, Θεόδωρε παμμάκαρ, εἰς ζωὴν μεταποίησον, ἵνα τιμῶμεν ἀεί, τὴν ἔνδοξόν σου μνήμην.

Ὁ ἐχθρὸς με πειράζει, λογισμοῖς τῆς πορνείας καὶ ἀκρασίας ὁμοῦ, διὸ τὴν ἀρωγήν σου, Θεόδωρε αἰτοῦμαι, ὅπως εὕρω διέξοδον, ἐκ τῶν ἀφύκτων δεσμῶν, βελίαρ τοῦ ἀρχαίου.

Νυσταγμὸν ἀμελείας, ἀκηδίας τὸν τρόπον, καὶ ἀκοσμίαν νοός, σαρκὸς ἐπαναστάσεις, καὶ πᾶσαν ἀρρωστίαν, τῆς ψυχῆς καὶ τοῦ σώματος, Θεόδωρε ἀφ' ἠμῶν, κατάργησον ταχέως.

Θεοτοκίον.
Μητροπάρθενε κόρη, ἡ ἐντός σου δεχθεῖσα τὸν ποιητὴν τοῦ παντός, χαρίτωσον λιταῖς σου, ἡμᾶς τοὺς ὀρθοδόξους, τοὺς πιστῶς ἀνυμνοῦντας σε, καὶ ἐγκαρδίως ἁγνή, τιμῶντας τὸν Υἱόν σου.


Ὠδὴ η'. Τὸν Βασιλέα.
Ἐν σοί καυχᾶται, τῆς Βαρειᾶς ἐνορία, καὶ αἰτεῖται νεομάρτυς ἡ χορεία, τῶν πιστῶν ἀνθρώπων, τὴν σὴν ἐπιστασίαν.

Νῦν πρὸ λειψάνων, καὶ τῆς εἰκόνος σου μάρτυς, τάς ἱκέτιδας ὑψοῦμεν πάντες χεῖρας, ἵνα ἐκ παντοίων, κίνδυνων λυτρωθῶμεν.

Χαρὰν παράσχου, ταῖς σαῖς ἁγίαις πρεσβείαις, τοῖς πενθοῦσιν ἐκ δεινῶν πολλῶν θεόφρον, καὶ ἐπιζητοῦσι, τὴν σὴν παρηγορίαν.

Θεοτοκίον.
Νυκτί Παρθένε, ἐκ τῶν πολλῶν πειρασμῶν μου, νῦν καλύπτομαι ἀντιβολῶν ὁ τάλας, φέγγει πρεσβειῶν σου, καταύγασον με μῆτερ.


Ὠδὴ θ'. Κυρίως Θεοτόκον.
Ίξῷ τοῦ πτερνοσκόπου, μάρτυς συνελήφθην, ἐν τῇ παγίδι ἀνόμων μου πράξεων, διὸ πρὸς σὲ καταφεύγω, κλεινέ Θεόδωρε.

Ὡς ἔχων παρρησίαν, νέων τὴν χορείαν, μὴ διαλίπης ἀεὶ τῇ δυνάμει σου,  περιφρουρῶν νεομάρτυς, Χριστοῦ Θεόδωρε.

Ἡ νῆσος μάρτυς Λέσβος, ὡς καὶ πάσα κώμη, πρὸ τῆς σοροῦ τῶν ὀστῶν σου Θεόδωρε, καθικετεύει ἐνθέως, τὴν θείαν χάριν σου.

Θεοτοκίον.
Λιμὴν τῶν κεκμηκότων, καὶ παρηγορία, τῶν ἀλγουμενων γενοῦ Θεονύμφευτε, σὺ γὰρ ὑπάρχεις Παρθένε, ἠμῶν τὸ στήριγμα.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις ἐνορίας τῆς Βαρειᾶς, μάρτυς ὁ προστάτης, καὶ θησαύρισμα ἱερόν, χαίροις τὸ ταμεῖον, τῶν ὑπὲρ νοῦν χαρίτων, δι' ὧν καταπλουτίζεις, ἡμᾶς Θεόδωρε.

Χαίροις ἀθλοφόρων τῶν παλαιῶν, μάρτυς ὄντως ἴσος, καὶ ὁμόγνωμος ἀληθῶς, χαίροις καὶ τῶν νέων, Χριστοῦ τροπαιοφόρων, προσθήκη λαμπροτάτη, σεμνὲ Θεόδωρε.

Τήρησον ἀτρώτους ἐκ τῶν βελῶν, τοῦ δεινοῦ βελίαρ, ἰκεσίαις σου ἱεραῖς, τῶν πιστῶν τὰ πλήθη, τὰ ἐστηκότα μάρτυς, πρὸ τῶν σεπτῶν ὀστῶν σου, καὶ σὲ γεραίροντα.

Ἅγιε Θεόδωρε ἀθλητά, τοὺς νενοσηκότας, καὶ ἀλγοῦντας νυχθημερόν, ἐκ ποικίλων νόσων, θεράπευσον εὐχαίς σου, παρέχων ἰατρείας, τούτοις τὸ χάρισμα.

Ἔχων ἐν τοῖς στέρνοις σου τὸν Χριστόν, μάρτυς ἐλευθέρως, διεκήρυξας πανταχοῦ, δόγματα τὰ θεῖα, αὐτοῦ καὶ ἀληθείας, καὶ ἀνεδείχθης πάντων, σεμνὸν ὑπόδειγμα.

Μνήσθητι Θεόδωρε καὶ ἡμῶν, τῶν ἐν κατανύξει, καὶ ἐκ βάθους τῶν καρδιῶν, ψαλλόντων σοι θεόφρον, τοὺς ὕμνους ἱκεσίας, καὶ αἰτουμένων πάντων, τὴν σὴν βοήθειαν.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β'. Ὃτε ἐκ τοῦ ξύλου.

Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, πάσης Μυτιλήνης τὸ κλέος, καὶ σεμνολόγημα, Βαρειᾶς τὸ καύχημα, καὶ ἡ βοήθεια, ἀληθῶς ἀναδέδειξαι, Θεόδωρε μάκαρ, ὅθεν ἐκβοῶμεν σοι, ταῖς ἱεραῖς σου λιταῖς, πάσης ἐπήρειας δαιμόνων, καὶ ἐξ ἀδοκήτων κινδύνων,
σῷζε τοὺς θερμῶς παρακαλοῦντὰς σε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης