Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Νικήταν τον Νισύριον Empty Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Νικήταν τον Νισύριον

Την / Το Πεμ Σεπ 19, 2019 8:56 am
Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Νικήταν τον Νισύριον

Ποίημα τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Νικήταν τον Νισύριον Agiosn11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ο῾μολογήσας ἀνδρικῶς τὸν Σωτῆρα, μὴ δειλιάσας τῶν ἐχθρῶν τὴν μανίαν, φερωνυμίᾳ ἔλαμψας, Νικήτα θαυμαστέ• ὅθεν ἐξανέτειλας, ὡς φωστὴρ φωτοβόλος, ἐν ἐσχάτοις ἔτεσι, τῶν θαυμάτων τῇ αἴγλῃ, καταπυρσεύων πάντων τὰς ψυχάς, τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις• «Κυρίλλου».

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Νισύρου ὁ γόνος ὁ εὐκλεής, Νικήτα παμμάκαρ, Νεομάρτυς τοῦ Ἰησοῦ, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, σωθῆναι πάντας τοὺς σὲ μακαρίζοντας.

Τοῖς χειμαζομένοις ἐν συμφοραῖς, καὶ ἐξαιτουμένοις, τὴν ὀξείαν σου ἀρωγήν, πρυτάνευσον ἄνεσιν Νικήτα, τῇ ἐνεργείᾳ τῆς θείας πρεσβείας σου.

Εὐχῶν σου τῇ δρόσῳ τῇ μυστικῇ, Νικήτα παμμάκαρ, καταδρόσισον τὰς ψυχάς, τῶν ἐν κατανύξει σε ὑμνούντων, ὡς εὐσεβείας υἱὸν γνησιώτατον.

Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ε᾿ναθλήσας τῷ ξίφει, ὡς ἀθλητὴς ἄριστος, νίκης ἐκοσμήθης Νικήτα, τῷ διαδήματι. Ὅθεν τὴν ἄκοσμον, καθικετεύω ψυχήν μου, συμπαθῶς ὡραίωσον, τῇ προμηθείᾳ σου.

Ρ῾αθυμίας ἀτόπου, καὶ χαλεποῦς μήνιδος, Μάρτυς Ἀθλοφόρε Νικήτα, πάντας ἀπάλλαξον, τοὺς προσιόντας σοι, καὶ εὐσεβῶς ἐκβοῶντας• Χαῖρε σκεῦος τίμιον, Θεοῦ τῆς χάριτος.

Νέος ἄσωτος ὤφθην, ὁ πονηρὸς ἄνθρωπος, καὶ τῶν ἡδονῶν ταῖς ἀσχέτοις, ὁρμαῖς ὑπέκυψα. Ὅθεν πρεσβείαις σου, ἐλέησόν με Νικήτα, ἵνα μακαρίζω σε, ὡς εὐσυμπάθητον.

Θεοτοκίον.
' Υπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.

Διάσωσον ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

' Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Δεκτὴ προσφορά, Κυρίῳ προσενήνεξαι, τῷ ξίφει τυθείς, ὥσπερ ἀρνίον ἄκακον, Νικήτα παμμακάριστε• διὰ τοῦτο συμφώνως βοῶμέν σοι• Ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, μνημόνευε πάντων τῶν τιμώντων σε.


Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παρακλήτου τῇ χάριτι, Ἅγιε Νικήτα καταλαμπόμενος, εὐσεβῶς ἡμᾶς ἐργάζεσθαι, τοῦ φωτὸς τὰ ἔργα καταξίωσον.

Κακωθέντες τοῖς πάθεσι, ἔνδοξε Νικήτα πιστῶς προστρέχομεν, τῇ δυνάμει τῆς πρεσβείας σου, ὡς ἄν ἀπωλείας λυτρωθείημεν.

Διατήρει ἀπήμονας, ἐξ ἐπιβουλῶν ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τιμῶντάς σου τὴν ἄθλησιν, Ἀθλητὰ Νικήτα παμμακάριστε.

Θεοτοκίον.
Ραντισμῷ Θεονύμφευτε, τῆς ὑπὲρ κατάληψιν εὐσπλαγχνίας σου, τὴν καρδίαν μου ἀνάψυξον, ἵνα εὐγνωμόνως μακαρίζω σε.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, τὴν διάνοιαν μακάριε, τῷ φωτὶ τῆς ἐπιγνώσεως Θεοῦ, τοῦ δοξάζοντός σε Ἅγιε τοῖς θαύμασι.

Γλύκανον ἡμῶν, τῶν ψυχῶν τὰ αἰσθητήρια, ἱκετεύω σε Νικήτα θαυμαστέ, χάριτός σου οὐρανίου τῇ γλυκύτητι.

Ἴλεως γενοῦ, Πολυεύσπλαγχνε τοῖς δούλοις σοι, τοῖς προσάγουσί σοι θεῖον πρεσβευτήν, τὸν ἐπώνυμον τῆς νίκης Νεομάρτυρα.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν• τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.


Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἴσχύι τῆς κραταιᾶς πρεσβείας σου, ἔσο σκέπη ἀσφαλὴς καὶ βεβαία, τῶν Νισυρίων τῇ νήσῳ Νικήτα, ἐγκαυχωμένῃ λαμπρῶς τοῖς σπαργάνοις σου, τῆς προστασίας σου αὐτῇ, ὑπεμφαίνων ἀεὶ τὰ γνωρίσματα.

Διέπρεψας φερωνύμως ἔνδοξε, ἐν τῇ πάλῃ τοῦ σεπτοῦ μαρτυρίου, καὶ ἐν αὐτῇ ἐγνωρίσθης Νικήτα, τῆς εὐσεβείας υἱὸς γνησιώτατος. Ὅθεν ἐνίσχυσον ἡμᾶς, εὐσεβῶς ἐν Χριστῷ πολιτεύεσθαι.

Τυράννων τῶν δυσμενῶν τὴν ἔπαρσιν, Νεομάρτυς τοῦ Κυρίου Νικήτα, ὁ τοῦ Χριστοῦ τῇ δυνάμει πατήσας, ἐν νεαρᾷ ἡλικίᾳ τοῖς ἄθλοις σου, τῆς ὑλοφρόνου τῶν παθῶν, τυραννίδος ἡμᾶς ἐλευθέρωσον.

Θεοτοκίον.
Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.

Διάσωσον ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ω῾ς φερωνύμως τὴν πλάνην νικήσαντα, ἀνευφημοῦντές σε πάντες κραυγάζομεν• Χριστῷ τῷ Παντάνακτι πρέσβευε, ἵνα ἡμῖν τὴν εἰρήνην δωρήσηται, Νικήτα Νισύρου τὸ καύχημα.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων• γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων• παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσητε• δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον• καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου• ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Θείας ἐπιγνώσεως, τὰς μυστικὰς λαμπηδόνας, χάριτι δεξάμενος, τοῦ Ἁγίου Πνεύματος, ἐν καρδίᾳ σου, νύκτα κατέλιπες, τὴν ζοφωδεστάτην, ἀσεβῶν τῆς ματαιότητος, καὶ ἐξανέτειλας, τῇ ἀνατολῇ τῆς ἀθλήσεως, ὡς ἑωσφόρος μέγιστος, τῷ τῆς Ἐκκλησίας πληρώματι. Ὅθεν τὰς καρδίας, καταύγασον Νικήτα καὶ ἡμῶν, τῷ φωτισμῷ τῆς δοθείσης σοι, δωρεᾶς μακάριε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠιδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Α᾿πολαύων τοῦ ξύλου, τῆς ζωῆς ἐν ὑψίστοις, Νικήτα Μάρτυς Χριστοῦ, δυσώπει παῤῥησίᾳ, τὸν Κύριον τῆς δόξης, ἁγιᾶσαι τοὺς ψάλλοντας• Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δεδεγμένος ὑψόθεν, τῶν θαυμάτων τὴν χάριν, Νικήτα Μάρτυς Χριστοῦ, θεράπευσον τὰς νόσους, ψυχῶν τε καὶ σωμάτων, τῶν ἐν πίστει βοώντων σοι• Χαίροις Μαρτύρων φαιδρά, προσθήκη θεομάκαρ.

Μαρτυρίου τελέσας, τὸ ἀγώνισμα Μάρτυς, ἀκαταπλήκτῳ ψυχῇ, μετέλαβες τῆς ἄνω, Νικήτα εὐφροσύνης, ἧς ἡμᾶς καταξίωσον, τοὺς προσιόντας τῇ σῇ, παμμάκαρ ἀντιλήψει.

Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι• Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ο τῆς Νισύρου, γόνος θεόφρον Νικήτα, ἀντιλήψεως σου θείας τῇ μαχαίρᾳ, νέκρωσον σαρκός μου, τὰς ἐμπαθεῖς ὀρέξεις.

Οἰκτείρησόν με, τῇ ἀντιλήψει σου Μάρτυς, τὰ συμφέροντα βραβεύων τῇ ψυχῇ μου, ἵνα σε γεραίρω, τὸν νέον στεφανίτην.

Ρῶσιν χορήγει, καὶ τὴν κατ᾿ ἄμφω ὑγείαν, τοῖς προσπίπτουσι τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀναβλύζει, ἡ χάρις σου Νικήτα.

Θεοτοκίον.
Ὄρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων συμπολίτης, Νικήτα ὑπάρχων, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, ἵνα χαρᾶς τῆς ἀφράστου, κατατρυφήσωμεν.

Ἀξίωσον Νικήτα, θεῖε Νεομάρτυς, τῆς ἁμαρτίας ἐκκλίνειν τὰς τρίβους με, ὡς ἐναθλήσας νομίμως, Χριστοῦ τῷ ἔρωτι.

Ο νέος Ἀθλοφόρος, τοῦ Παμβασιλέως, ταύτην Νικήτα τὴν δέησιν πρόσδεξαι, ἀντιπαρέχων πλουσίως, πᾶσι τὴν χάριν σου.

Θεοτοκίον.
'Υπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους σου.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις Νεομάρτυς τοῦ Ἰησοῦ, ἔνδοξε Νικήτα, ὁ νικήσας μαρτυρικῶς, τυράννων ἀπίστων, ὀφρὺν τὴν ἐπηρμένην, καὶ νίκης φερωνύμως, λαβὼν τὸν στέφανον.

Χαῖροις τῆς Νισύρου θεῖος βλαστός, καὶ τῶν Ἀθλοφόρων, ὁ θεσπέσιος κοινωνός• χαίροις ὁ τὴν Χίον, αἱμάτων σου τιμίων, τοῖς ῥείθροις ἁγιάσας, Νικήτα ἔνδοξε.

Στῦλος ἀπερίτρεπτος ἀληθῶς, ὤφθης τῆς πατρῴας, εὐσεβείας Μάρτυς Χριστοῦ, ἀνδρῶν ἀσεβείας, αἰσχύνας τὴν ἀπάτην, Νικήτα τοῖς ἀγῶσι, τοῦ μαρτυρίου σου.

Πάρεσο ἀκοίμητος βοηθός, ἔνδοξε Νικήτα, Νεομάρτυς τοῦ Ἰησοῦ, τοῖς ὑμνολογοῦσι, λαμπρῶς τὴν ἄθλησίν σου, καὶ ἐπιβοωμένοις, τὴν προστασίαν σου.

Πλάνην τῶν τυράννων καταλιπών, ἔρωτι ἀστέκτῳ, ὡμολόγησας τὸν Χριστόν, ᾧ καὶ προσηνέχθης, εὐπρόσδεκτος θυσία, ἀποτμηθεὶς Νικήτα, ξίφει τὴν κάραν σου.

Θρόνῳ παριστάμενος εὐκλεῶς, τοῦ Παμβασιλέως, οἷα Μάρτυς περιφανής, Νικήτα θεόφρον, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ἐπικαλουμένων, τὴν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ξίφει τὸν αὐχένα σου τμηθείς, ἐν ἐσχάτοις χρόνοις Νικήτα, ὑπὲρ τῆς δό-ξης Χριστοῦ, τῶν τυράννων ᾔσχυνας, τὴν ματαιότητα, καὶ ἀξίως ἀπέ-λαβες, χειρὶ τῇ ἀκτίστῳ, στέφανον τὸν ἄφθαρτον, τῆς νίκης ἔνδοξε. Ὅθεν παῤῥησίαν ὡς ἔχων, πρέσβευε ἀπαύστως σωθῆναι, τὰς ψυχὰς τῶν πίστει εὐφημούντων σε.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κυρίλλῳ αἴτει τῷ τῆς Ρόδου Νικήτα,
πταισμάτων λύσιν κραταιᾷ σου πρεσβείᾳ.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης