Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Οσιομάρτυρα Αναστάσιος ο Πέρσης Empty Παρακλητικός Κανών εις τον Άγιο Οσιομάρτυρα Αναστάσιος ο Πέρσης

Την / Το Παρ Σεπ 20, 2019 10:58 am
Παρακλητικός Κανών εις τον Άγιο Οσιομάρτυρα Αναστάσιος ο Πέρσης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Άγιο Οσιομάρτυρα Αναστάσιος ο Πέρσης Aaaaa-10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ τοῦ Σταυροῦ τοῦ Ζωηφόρου δυνάμει, τὴν μαγικὴν ἀποταξάμενος πλάνην, Περσίδος Ἀναστάσιε βλαστὲ εὐθαλές, καὶ Χριστοῦ τῆς πίστεως, ἐποφθεὶς στρατιώτης, εὐσθενὴς ἀνάστησον, ἐκ βυθοῦ ἀγνωσίας, καὶ χαμαιζήλων ἅπαντας παθῶν, τοὺς ἀνυμνοῦντας τὴν πάνσεπτον ἄθλησιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δεσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ἀναστασίου Πέρσου εὐχαῖς προσφεύγω. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀνάστησον πάντας σοὺς ὑμνητάς, ἐκ τῆς ἀγνωσίας, τοῦ βοθύνου πρὸς παμφαεῖς, ἐπάλξεις τῆς γνώσεως Κυρίου, Ὁσιομάρτυς στεῤῥὲ Ἀναστάσιε.

Νικήσας ἀπάτην τὴν πατρικήν, Σταυροῦ τῇ δυνάμει, Ἀναστάσιε κραταιέ, ἀπείληφας χάριν οὐρανόθεν, ὑπὲρ ἡμῶν μεσιτεύειν ἀείποτε.

Αἱμάτων τιμίων σου ταῖς ῥοαῖς, ἐπέχρωσας Μάρτυς, Ἀναστάσιε τὴν στολήν, ψυχῆς σου καὶ εἴληφας τὴν χάριν, ὑπὲρ ἡμῶν δυσωπεῖν τὸν Παντάνακτα.

Θεοτοκίον.
Σεμνὴ Θεομῆτορ τὴν Σὴν νηδύν, ὁ καθαγιάσας, πολυεύσπλαγχνος Ἰησοῦς, Σὲ ἔδειξε ἄοκνον προστάτιν, καὶ ἀρωγὸν Χριστωνύμου πληρώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς Περσίδος τὸν γόνον, τὸν εὐθαλῆ μέλψωμεν, τοῦ Σταυροῦ δυνάμει τῇ θείᾳ, ἀπαρνησάμενον, ἀπάτην τὴν μαγικήν, ὡς εὐσεβείας φωστῆρα, καὶ ἡμῶν πρὸς Κύριον, πρέσβυν θερμότατον.

Ἀναστάσιε μάκαρ, ὁ τῆς ψυχῆς πλοῦτόν σου, καὶ τῶν σῶν αἱμάτων ῥανίδας, δῶρον ὡς πάντιμον, προσενεγκὼν τῷ Χριστῷ, Αὐτὸν δυσώπει ἀπαύστως, πέμψαι τοῖς τιμῶσί σε, ἄμετρον ἔλεος.

Στεφηφόρος εἰσῆλθες εἰς οὐρανῶν δώματα, Μάρτυς Ἀναστάσιε Πέρσα, ὡς ὁσιόαθλος, ὁ εὐθαρσῶς τὸν Χριστόν, ὁμολογήσας τὸν πᾶσι, σὲ τιμῶσι νέμοντα, χάριν καὶ ἔλεος.

Θεοτοκίον.
Ἱλαστήριον κόσμου Μῆτερ Θεοῦ ἄχραντε, τοῦ Ἀναστασίου πρεσβείαις, Ὁσιομάρτυρος, σεπτοῦ ἡμῖν Σὸν Υἱόν, καὶ Λυτρωτὴν τῶν ἁπάντων, τάχος καθιλέωσαι, Σὲ μεγαλύνουσι.


Ἀνάστησον, τοὺς σὲ τιμῶντας στεῤῥόφρον Ὁσιομάρτυς, Ἀναστάσιε ἐκ φθορᾶς βοθύνου καὶ θλίψεων, παθῶν χαμαιζήλων καὶ ἀγνωσίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τo κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Περσίδος βλαστὲ στεῤῥόφρον Ἀναστάσιε, Μονῆς εὐαγοῦς τοῦ Σάββα τοῦ παμμάκαρος, ἱερὲ διάκοσμε, ὁ ἀθλήσας λαμπρῶς ὑπὲρ πίστεως, μὴ διαλλίπῃς Κτίστην δυσωπῶν, ὑπὲρ τῶν προσφύγων τῆς σῆς χάριτος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ στεφάνους δεξάμενος, μαρτυρίου ἔνδοξε Ἀναστάσιε, δός μοι στέφος ἱκεσίαις σου, πρὸς τὸν Στεφοδότην ἀφθαρτότητος.

Ὑπερεύχου καλλίνικε, Μάρτυς Ἀναστάσιε τῶν τιμώντων σε, καὶ σπευδόντων τῇ σῇ χάριτι, ἐν δειναῖς τοῦ βίου περιστάσεσι.

Προσδραμόντα τοῦ Κτίσαντος, πίστει Ἀναστάσιον μεγαλύνομεν, ὡς κλεινὸν Ὁσιομάρτυρα, καὶ πιστῶν φρουρὸν καὶ ἀντιλήπτορα.

Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, Κεχαριτωμένη Θεογεννήτρια, ῥύου βλάβης τοῦ ἀλάστορος, τοὺς εἰλικρινῶς Σε μακαρίζοντας.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύου πειρασμῶν, σοὺς ἱκέτας Ἀναστάσιε, ὁ ῥυσάμενος ἀπάτης μαγικῆς, ἑαυτὸν Σταυροῦ δυνάμει Ὁσιόαθλε.

Σπεύδοντες ταῖς σαῖς, προσευχαῖς οὐκ αἰσχυνόμεθα, ἀλλὰ χάριτι ῥωννύμεθα τῇ σῇ, οἱ ἐκ νόσων Ἀναστάσιε τρυχόμενοι.

Ὅλῃ σε ψυχῇ, Ἀναστάσιε γεραίρομεν, ἀκλινῶς τὸν ὑπομείναντα δεινά, κολαστήρια καὶ κάρας σου ἀπότμησιν.

Θεοτοκίον.
Ὕψωσον ἡμῶν, νοῦν πρὸς Τόκον Σου τὸν Ἅγιον, Θεοτόκε καὶ τὰ πάθη τῆς σαρκός, ἀπονέκρωσον τῶν πίστει προσιόντων Σοι.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπάκουσον, πάντων δεομένων σου, Ἀναστάσιε καὶ πέμψον σὴν χάριν, τοῖς σοῖς ἱκέταις ἀφθόνως ἣν ἔχεις, ὡς ταπεινὸς ἀσκητὴς καὶ πανάριστος, σταδίου Μάρτυς ἀριστεύς, Ἀναστάσιε πίστεως σέμνωμα.

Ὑπέρτερον, τῶν φθαρτῶν ἀνάδειξον, καὶ ῥεόντων Ἀναστάσιε Μάρτυς, Περσίδος γόνε τοὺς σπεύδοντας πόθῳ, ἀνευφημῆσαι σὴν πάνσεπτον ἄθλησιν, καὶ ἐκζητῆσαι σὰς εὐχάς, πρὸς Θεὸν τὸν εὐΐλατον Κύριον.

Χαρίτωσον, πάντας ὑμνηπόλους σου, Ἀναστάσιε τῆς χάριτος ῥεῖθρον, καὶ ἐπιβράβευσον πᾶσιν εὐχάς σου, πρὸς τὸν οἰκτίρμονα Λόγον τοῦ Κτίσαντος, Ὅνπερ ἱλέωσαι ἡμῖν, τοῖς τιμῶσι σὴν πάντιμον ἄθλησιν.

Θεοτοκίον.
Ἀπέλασον, ἐχθρικὴν ἐπηρείαν, ἐξ ἡμῶν μεγαλυνόντων σε πόθῳ, ὡς καταφύγιον ἐμπεριστάτων, καὶ παραμύθιον τῶν ἐν ταῖς θλίψεσι, Θεογεννήτρια Σεμνή, τῇ δυνάμει θερμῆς προστασίας Σου.


Ἀνάστησον, τοὺς σὲ τιμῶντας στεῤῥόφρον Ὁσιομάρτυς, Ἀναστάσιε ἐκ φθορᾶς βοθύνου καὶ θλίψεων, παθῶν χαμαιζήλων καὶ ἀγνωσίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.

Περσίδος γόνε λαμπρὲ Ἀναστάσιε, ὑπακοῇ καὶ ἀνδρείᾳ κοσμούμενος, Ὁσίων καὶ Ἀθλητῶν ὤφθης κλέϊσμα, καὶ πρεσβευτὴς πρὸς Θεὸν ἐνθερμότατος, ἡμῶν τῶν ὕμνοις τιμώντων τὴν μνήμην σου.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ Αὐτοῦ, ἐαθυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8 – 12).

Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μάρτυς Ἀναστάσιε, ὁ τοῦ Σταυροῦ τῇ δυνάμει, πλάνην ἀρνησάμενος, μαγικὴν πατρώαν σου, καὶ τὸ ὄνομα, τοῦ Χριστοῦ ἔνδοξε, χεῖρας παναχράντους, ξύλῳ ἐν Αὐτοῦ ἐκτείνατος, δι’ ἀγαθότητα, καὶ τὴν σωτηρίαν φυράματος, βροτείου μεγαλύναντος, πόνοις σου ἀρίστοις ἀθλήσεως, πέμψον τὴν σὴν χάριν, τοῖς μέλπουσι σῆς κάρας ἐκτομήν, καὶ μελιῤῥύτοις ἐν ᾄσμασι, στέφουσι τὴν μνήμην σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἴθυνόν μου τὰς τρίβους πρὸς σκηνὰς ἀΐδίου ἀγαλλιάσεως, τὸν μέλποντα σοὺς ἄθλους, στεῤῥὲ Ὁσιομάρτυς, γεραρὲ Ἀναστάσιε, πρὸς ἄθλους μαρτυρικούς, ὁ πόδας σου ἰθύνας.

Σκοτασμὸν ἁμαρτίας ἀστραπαῖς πρεσβειῶν σου θερμῶν πρὸς Κύριον, ἐκδίωξον τῶν πίστει, σὲ ἀνυμνολογούντων, θεαυγὲς Ἀναστάσιε, Ὁσίων καὶ Ἀθλητῶν, ἀγλάϊσμα τὸ μέγα.

Πειρασμῶν καὶ κινδύνων τοὺς ἱκέτας σου ῥύου καὶ πάσης θλίψεως, τοὺς μεγαλύνοντάς σε, ὡς Ὁσιομαρτύρων, εὐκλεῶν Ἀναστάσιε, Περσίδος γόνε σεπτέ, φωτολαμπῆ ἀστέρα.

Θεοτοκίον.
Ῥαντισμῷ προσευχῶν Σου πρὸς τὸν μονογενῆ Σου Θεὸν καὶ Κύριον, ἁγίασον τὰ ἔργα, καὶ βιον Σῶν προσφύγων, Θεοκῦμον Πανάχραντε, χαρίτων φρέαρ πολλῶν, καὶ θαυμασίων κρήνη.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁσίου Σάββα, Μονῆς θεόφρον οἰτῆτορ, Ἀναστάσιε δεῖξον πολίτας, οὐρανῶν τοὺς πίστει, σὲ ἀνυμνολογοῦντας.

Σὲ δυσωποῦμεν, τὸν ὑπομείναντα κάρας, Ἀναστάσιε τμῆσιν ἀσμένως, δι’ ἀγάπην Κτίστου, εὐλόγει σοὺς ἱκέτας.

Φωτὸς ἀδύτου, τὸν ἀπολαύοντα πόθῳ, Ἀναστάσιον μέλψωμεν πάντες, ὡς ἡμῶν διώκτου, τῆς ἀγνωσίας σκότους.

Θεοτοκίον.
Εὐλογημένη, τοῦ Πανοικτίρμονος Λόγου, τοῦ Θεοῦ Μῆτερ σκέπε Σοὺς δούλους, τοὺς ὑμνολογοῦντας, Ἀναστασίου ἄθλους.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπέρλαμπρον Μαρτύρων, εὖχος καὶ Ὁσίων περιφανὲς Ἀναστάσιε σέμνωμα, ταῖς σαῖς θερμαῖς ἱκεσίαις ἀεὶ προσφεύγομεν.

Γηθόμενοι βῶμεν, ὡς Ὁσιομάρτυς, Χριστὸν δυσώπει στεῤῥὲ Ἀναστάσιε, ὑπὲρ τῶν πίστει τιμώντων τὴν σὴν ἐνάθλησιν.

Ὡς Ὁσιομαρτύρων, θεῖον μαργαρίτην, σὲ Ἀναστάσιε ὕμνοις γεραίροντες, τὴν πρὸς Θεὸν ἐκδεχόμεθα μεσιτείαν σου.

Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας, πλῆσον Θεοτόκε, Ἀναστασίου μελπόντων τὰ σκάμματα, τοῦ εὐσταλοῦς καὶ γενναίου Ὁσιομάρτυρος.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Σκότος δυσσεβούντων ταῖς σαῖς ῥοαῖς, τῶν αἱμάτων Μάρτυς, Ἀναστάσιε κραταιέ, ἔλυσας καὶ πάντας, αὐγαῖς τῆς ἀληθείας, ἐφώτισας Περσίδος, λύχνε ἀείφωτε.

Χαίροις τῆς Περσίδος γόνος λαμπρός, Λαύρας θείου Σάββα, Ἀναστάσιε ἀσκητά, θεαυγὲς καὶ κλέος, στεῤῥῶν Ὁσιοάθλων, Χριστοῦ τῆς Ἐκκλησίας, πάνσεπτον κλέϊσμα.

Χαίροις ὁ βασάνους παντοδαπάς, καὶ αὐχένος τμῆσιν, ὑπομείνας ὑπὲρ Χριστοῦ, Ὅσιε στεῤῥόφρον, καὶ Μάρτυς τροπαιοῦχε, ἡδὺ Περσίδος ἴον, ὦ Ἀναστάσιε.

Χαίροις ὁ στεφάνους λαβὼν διπλοῦς, ἐν ἀφθίτῳ δόξῃ, Ἀναστάσιε κραταιέ, ὡς Μαρτύρων κλέος, καὶ ἀσκητῶν φαιδρότης, Μονῆς Ὁσίου Σάββα, πάμφωτον πύρσευμα.

Ῥῦσαι ἀλγηδόνων καὶ πειρασμῶν, σὲ τοὺς ἀνυμνοῦντας, Ἀναστάσιε ὡς φανόν, τηλαυγῆ Ὁσίων, καὶ Ἀθλητῶν ὡς ἔχων, πολλὴν τὴν παῤῥησίαν, πρὸς τὸν Φιλάνθρωπον.

Ὁ λιπὼν ἀπάτην τὴν πατρικήν, τοῦ Σταυροῦ δυνάμει, Ἀναστάσιε καὶ Χριστοῦ, συνταχθεὶς τοῖς φίλοις, ἀνάστησόν με λάκκου, παθῶν χαμαιζηλίας, τὸν ἀνυμνοῦντά σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς, ἀσκητὰ περιφανές, ὁ λιπὼν Περσίδος τὴν χθόνα, καὶ πόθῳ καταλαβών, Σάββα τοῦ θεόφρονος, Μονὴν τὴν πάνσεπτον, ἱερὲ Ἀναστάσιε, τοὺς σὲ ἀνυμνοῦντας, ἐκ βυθοῦ ἀνάστησον, δεινῶν καὶ θλίψεων, ἄχθους καὶ παθῶν ψυχοκτόνων, ἵνα σὴν πολλὴν παῤῥησίαν, πρὸς τὸν Ζωοδότην μεγαλύνωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης