Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μάρτυρα Λογγίνον Empty Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μάρτυρα Λογγίνον

Την / Το Κυρ Σεπ 22, 2019 11:54 am
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μάρτυρα Λογγίνον

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου.
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μάρτυρα Λογγίνον Loggin10
Εορτάζετε 16 Οκτωβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ ἑξῆς

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἐν Σταυρῶ προσηλωθέντα ὠς είδες, Υἰόν Θεοῦ Μάρτυς Λογγίνε κἠρῦττεις, και δι’ αὐτόν το αίμα σου ἐξέχεας˙ Ὄθεν καθικέτευε, από πᾶσης ἀνάγκης, ρύεσθαι τοῦς σπεύδοντας, τη θερμή σου πρεσβεία καὶ τῶν πταισμάτων δοῦναι ἰλασμόν, ἠμῖν τοῖς πόθω, τιμῶσι τοῦς ἄθλους σου.

Δόξα, το αυτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὸ κανῶν οῦ ὴ ἀκροστιχίς.
Λογγίνε ρῦσαι με πᾶσης βλάβης. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Λαμπόμενος φέγγει Τριαδικῶ, ἀπέλασον Μάρτυς, τῶν παθῶν μου τὸν σκοτασμόν, Λογγίνε φωτί τῶν πρεσβειῶν σου, καὶ του ἐχθρού της μανίας με λῦτρωσαι.

‘Ο πίστει τελεία Υιόν Θεοῦ, κἠρῦξας Λογγίνε, τον σταυροῦμενον Λὐτρωτήν, νέκρωσον σαρκός μου τᾶς ὀρέξεις, ζωοποιῶ σου πρεσβεία μακάριε.

Γενναίως ἀθλήσας ὐπέρ Χριστοῦ, νομίμως ἀνύειν, ἐνδυνάμωσον ‘Αθλητά, τᾶς τρίβους τῶν θείων πρὀσταγμάτων, τοῦς ἐξαιτούντας την θείαν πρεσβείαν σου.

Θεοτοκίον.
Γεννήσασα Κόρη ὐπερφυώς, τον πάντων Σωτήρα, ἀναπλάττοντα τον Αδάμ, σώσόν με φοράς τὴς του Βελίαρ, καὶ τὴς αὐτοῦ με απάτης ἀπάλλαξον.


ᾨδὴ γ´. Οὐρανίας ἀψῖδος.
‘Ισχύν θείαν εδέξω, ἐκ του Σταυροῦ Ἄγιε˙ ὄθεν τὴν ὶσχύν του δολίου, εἰς τέλος σῦντριψον, καὶ ἐνδυνάμωσον, ἠμᾶς Λογγίνε λιταῖς σου, του πατείν εκάστοτε, τοῦτου τα ἔνεδρα.

Νοσημάτων παντοίων, και χαλεπῶν θλίψεων, φύλαττε Λογγίνε ἀτρώτους, τους σε γεραίροντας, καὶ αίτει ἄφεσιν, ἀμαρτιών ἠμῖν πᾶσι, καὶ βίου διόρθωσιν, καὶ θείον ἔλεος.

‘Εν Σταυρῶ ὠς κατείδες, υπέρ ἠμῶν πᾶσχοντα, τον Δημιουργόν τῶν ἀπάντων, τούτω πεπίστευκας, ὠ προσοικείωσαι, ἀθλητικαίς σου πρεσβείαις, τους σε μακαρίζοντας Λογγίνε ἔνδοξε.

Θεοτοκίον.
Ρυομένη μη παῦση, ἐκ τῶν βελῶν Ἄχραντε, του δημιουργοῦ της κακίας, τον νοῦν μου δέομαι, καὶ δὸς μοὶ σῦνεσιν, ὠς ἀν ἐν γήρα Παρθένε, μετανοίας πράξεσι, λάβω συγχῶρησιν.


Διάσωσον Μάρτυς Λογγίνε πρεσβείαις σου θεοδέκτοις, από πᾶσης ἐπιφοράς και κακῶσεως, τοῦς αἰτουμένους την θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή.

Πρεσβεία τὴ ση, Λογγίνε καταφεύγοντες, πικρῶν πειρασμῶν, ρυσθείημεν καὶ θλίψεων, καὶ τὴς θείας τύχομεν, εὐσπλαγχνίας ὀμού και χρηστότητος˙ σε γὰρ μεσίτην σοφέ πρὸς Χριστόν, ὠς Μάρτυρα τοῦτου προβαλλόμεθα.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Υπέρ πάντων ἰκέτευε, τὸν Χριστόν ὀν είδες ἐν Σταυρῶ πάσχοντα, και δι’ όν προθῦμως ἤθλησας, Ἄγιε Λογγίνε ἐννομῶτατα.

Οδυνῶν με απάλλαξον, τῶν κατά ψυχήν και σῶμα μακάριε, τη ταχεία ἀντιλήψει σου, και επηρειῶν τῶν του ἀλάστορος.

Υπελθῶν το μαρτύριον, Μάρτυς ἀληθής του Χριστοῦ ἐχρημάτισας˙ δια τούτο τῶν παγίδων με, του εχθροῦ Λογγίνε ἀπολύτρωσαι.

Θεοτοκίον.
Μητροπάρθενε Δέσποινα, ὴ τον Θεόν Λόγον ἀφράστως τέξασα, ἀλογίας παθῶν ρὐσαί με, και ἐπινοιῶν τῶν του ἀλάστορος.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔχων προς Χριστόν, παρρησίαν πολλήν Ἄγιε, καθικέτευε Λογγίνε ἐκτενῶς, υπέρ πάντων τῶν εν πίστει προσιόντων σοι.

Πάσης ἀπειλής, ανωτέρους ἠμᾶς φῦλαττε, και δεινών ἐπερχομένων προσβολάς, ἀφ’ ἠμῶν Μᾶρτυς Λογγίνε ἀποδίωκε.

Αίματι τῶ σὠ, την πυράν της πλάνης ἔσβεσας˙ διὀ σβέσον τῶν παθῶν ἠμῶν το πύρ, δροσισμῶ της σὴς Λογγίνε ἐπισκέψεως.

Θεοτοκίον.
Σθένωσον ‘Αγνή, ἀσθενούσαν την καρδίαν μου, κατά πᾶσης του ἐχθροῦ ἐπιβουλής, και ειρήνην ἀεί δίδου μοι καὶ σῶσόν με.


ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
‘Ηνίκα, γυνή αόμματος χήρα, ἐν κοπρία την σὴν εῦρατο κάραν, τη χάριτί σου ἀνέβλεψε Μάρτυς˙ διὸ καμού της καρδίας διάνοιξον, τους ὀφθαλμούς τους νοητούς, ίνα βλέψω το φῶς το ἀνέσπερον.

Σταυρῶ σου, παρεστηκῶς ο Λογγίνος, Θεόν πάσχοντα σαρκί σε ἐπέγνω˙ οὐ ταῖς λιταῖς της ψυχής μου τα πάθη, καὶ τᾶς του σῶματος νόσους θεράπευσον, και δίδου μοι Παμβασιλεῦ, τῶν πταισμάτων την ἄφεσιν δέομαι.

Βελῶν με, των χαλεπῶν του δολίου, ἀπολύτρωσαι Λογγίνε τρισμάκαρ, καὶ της αυτόῦ τυραννίδος με ρῦσαι, και μοχθηράς συνηθείας ἀπάλλαξον, και ἰθυνόν με ασφαλῶς, μετανοίας προς ὄρμον και σῶσόν με.

Θεοτοκίον.
Λυχνία, φωτοειδής ἀνεδείχθης, ὠς τεκούσα μετά σῶματος Κόρη, τον φῶς παρέχοντα πᾶσιν ἐν κόσμω, και ἀμαρτίας το σκότος ἐλαῦνοντα˙ διο καταύγασον καμοῦ, της καρδίας και ὄμματα δέομαι.


Διάσωσον Μᾶρτυς Λογγίνε πρεσβείαις σου θεοδέκτοις, από πᾶσης επιφοράς και κακῶσεως, τοῦς αἰτουμένους τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β’. Τοῖς τῶν αἰμάτων σου.

Καταυγασθείς τἠ ἐλλάμψει μακάριε, του Σταυρωθέντος δι’ ἔλεος ἄφατον, αυτόῦ της εὐκλείας ἠξίωσαι, υπέρ ἠμῶν ἰκετεύων εκάστοτε, Λογγίνε τῶν πίστει τιμῶντων σε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στιχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ευαγγέλιον κατά Ματθαίον. (Κεφ.  κζ'. 33 --54)

Τω καιρώ εκείνω, ελθόντες οι στρατιώται εις τόπον λεγόμενον Γολγοθά, ός εστί λεγόμενος Κρανίου τόπος, έδωκαν αυτώ πιείν όξος μετά χολής μεμιγμένον˙  και γευσάμενος, ούκ ήθελε πιείν. Σταυρώσαντες δε αυτόν, διεμερίσαντο τα ιμάτια αυτού, βάλλοντες κλήρον, ίνα πληρωθή το ρηθέν υπό του Προφήτου˙ Διεμερίσαντο τα ιμάτιά μου εαυτοίς, και επί τον ιματισμόν μου έβαλον κλήρον. Και καθήμενοι ετήρουν αυτόν εκεί. Και επέθηκαν επάνω της κεφαλής αυτού την αιτίαν αυτού γεγραμμένην˙ Ούτός εστίν Ιησούς ο Βασιλεύς των Ιουδαίων. Τότε σταυρούνται συν αυτώ δύο λησταί, εις εκ δεξιών, και εις εξ ευωνύμων. Οι δε παραπορευόμενοι εβλασφήμουν αυτόν, κινούντες τας κεφαλάς αυτών, και λέγοντες˙ Ο καταλύων τον ναόν, και εν τρισίν ημέραις οικοδομών, σώσον σεαυτόν˙ ει Υιός ει του Θεού κατάβηθι από του Σταυρού. Ομοίως δε και οι Αρχιερείς, εμπαίζοντες μετά των Γραμματέων και Πρεσβυτέρων και Φαρισαίων, έλεγον˙ Άλλους έσωσεν, εαυτόν ου δύναται σώσαι˙ ει Βασιλεύς Ισραήλ εστί, καταβάτω νυν από του Σταυρού, και πιστεύσομεν αυτόν. Πέποιθεν επί τον Θεόν˙ ρυσάσθω νυν αυτόν, ει θέλει αυτόν˙ είπε γαρ˙ Ότι Θεού ειμί Υιός. Το δ’ αυτό και οι λησταί, οι σταυρωθέντες αυτώ, ωνείδιζον αυτώ. Από δε έκτης ώρας σκότος εγένετο επί πάσαν την γην έως ώρας ενάτης. Περί δε την ενάτην ώραν ανεβόησεν ο Ιησούς φωνή μεγάλη, λέγων˙ Ηλί, Ηλί Λαμά σαβαχθανί, τουτέστι, Θεέ μου, Θεέ μου, ίνα τί με εγκατέλειπες; Τινές δε των εκεί εστώτων ακούσαντες έλεγον˙ Ότι Ηλίαν φωνεί ούτος. Και ευθέως δραμών εις εξ αυτών, και λαβών σπόγγον, πλήσας τε και όξους, και περιθείς καλάμω, επότιζεν αυτόν. Οι δε λοιποί έλεγον˙ Άφες ίδωμεν, ει έρχεται Ηλίας σώσων αυτόν. Ο δε Ιησούς πάλιν κράξας φωνή μεγάλη, αφήκε το πνεύμα. Και ιδού το καταπέτασμα του ναού εσχίσθη εις δύο από άνωθεν έως κάτω, και η γη εσείσθη, και αι πέτραι εσχίσθησαν, και τα μνημεία ανεώχθησαν, και πολλά σώματα των κεκοιμημένων Αγίων ηγέρθη˙ και εξελθόντες εκ των μνημείων μετά την έγερσιν αυτού, εισήλθον εις την αγίαν πόλιν, και ενεφανίσθησαν πολλοίς. Ο δε Εκατόνταρχος και οι μετ’ αυτού, τηρούντες τον Ιησούν ιδόντες τον σεισμόν και τα γενόμενα, εφοβήθησαν σφόδρα, λέγοντες˙ Αληθώς Θεού Υιός ήν ούτος.

Δόξα.
Ταις του Αθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χαίρων ὀμολόγησας, τον Βασιλέα της δόξης, Λογγίνε μακάριε, και Μᾶρτυς αήττητος αυτόῦ πέφηνας˙ και τανῦν Ἄγιε, ἐκτενῶς δυσῶπει, τῶν ἐν βίω περιστάσεων, λυτροῦσθαι ἄπαντας, τοῦς τη σὴ πρεσβεία προστρέχοντας, και σε προστάτην ἔτοιμον, ἐπιγραφομένους ἐκ πίστεως˙ και καλῶς διάγειν, τον βίον ἐνδυνάμωσον ἠμᾶς, ἴνα της ἄνω λαμπρότητος, μετά τέλος τῦχωμεν.

Σώσον ο Θεός τον λαόν σου…

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

‘Αθλητής νικηφόρος, ὠς ἀθλήσας νομίμως Λογγίνε πέφηνας˙ διὸ της ἀνομίας, ἐκκλίνειν με τας τρίβους, και βοάν καταξίωσον˙ ‘Ο τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εὶ.

Βασιλείας της ἄνω, κληρονόμος ἀξίως Λογγίνε γέγονας˙ διο βασιλευούσης, ἔνδον ἐν τη ψυχή μου, ἀμαρτίας με λῦτρωσαι, και σχέσεως πονηράς, παθῶν τῶν ἀκαθάρτων.

Η αγία σου κάρα, θησαυρός ιαμάτων Λογγίνε δέδεικται, καθαίρουσα τας νόσους, και νέμουσα υγείαν, και χαράν τοις κραυγάζουσιν˙ ‘Ο τῶν Πατέρων ἠμῶν, Θεός εῦλογητός εὶ.

Θεοτοκίον.
Σωτηρίαν τεκοῦσα, τον Δεσπότην τῶν ὄλων κυοφορήσασα˙ διο Παρθένε σῶσον, καμέ τον ἐν τῶ νόμω, ἀμαρτίας δουλεῦοντα, την κατ’ ἐμού του εχθροῦ, συντρίβουσα μανίαν.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Γενού Λογγίνε, τοῖς προσιοῦσι σοὶ Μάρτυς, ἐν ταῖς θλίψεσι βοήθεια ταχεία, πᾶσης δὐσχερείας, λῦων τὴν ἀθυμίαν.

Ἔπιδε Μάρτυς, επί τοῦς σε ἀνυμνούντας, καὶ την δέησιν πλήρου ἠμῶν Λογγίνε, ὠς τῶ Ζωοδότη, παρεστηκῶς ἐν δόξη.

Ρῶσιν ἐξαίτει, κατά ψυχήν τε καὶ σῶμα, και σὐγχῶρησιν πταισμάτων ‘Αθλοφόρε, τοῖς τη σὴ πρεσβεία, προστρέχουσι προθῦμως.

Θεοτοκίον.
‘Αγγέλων δόξα, καὶ τῶν βροτών σωτηρία, ‘Αειπάρθενε δεδοξασμένη Κόρη, πᾶσης ἀδοξίας, λῦτρωσαι τὴν ψυχήν μου.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Συνόμιλος ‘Αγγέλων, Λογγίνε υπάρχων, διὰ παντός σῦν αὐτοίς καθικέτευε, ὐπέρ ἠμῶν τῶν αἰτούντων τὴν προστασία σου.

Ιάτρευσον το ἄλγος, Μάρτυς της ψυχής μου, και πονηράς συνηθείας με λῦτρωσαι, πρεσβευτική σου δυνάμει Λογγίνε ἔνδοξε.

Μεγίστης εὐκληρίας, κατηξιωμένος, ὠς του Χριστοῦ ‘Αθλοφόρος αήττητος, μεγάλων πόνων Λογγίνε ἠμᾶς ἀπάλλατε.

Ορῶν τὴν του Σωτήρος, ἔλαμψον Λογγίνε, τον σκοτασμόν τὴς ψυχής μου ἀφάνισον, τη φωτοφόρω πρεσβεία σου ἀξιάγαστε.

Θεοτοκίον.
Υπέρτερον τὸν νοῦν μου, δείξον Θεοτόκε, τὴς πονηράς συνηθείας του χείρονος, καὶ μετανοίας τῶ φέγγει με φωταγῶγησον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια.
Αίγλην εἰσδεξάμενος μυστικήν, τον προσηλωθέντα, ἐκουσίως ἐν τῶ Σταυρῶ, Θεόν τῶν ἀπάντων, ἐκήρυξας Λογγίνε, και μαρτυρίου δρόμου χαίρων, διῆνυσας.

Χαῖροις ‘Εκατόνταρχε θαυμαστέ˙ συ γὰρ του Σωτήρος, παρειστήκεις ἐν τῶ Σταυρῶ, καὶ το φῶς κατείδες, ἐγέρσεως τὴς τοῦτου˙ διὸ και απορρήτου, δόξης ηξίωσαι.

Ξίφει ἐκτμηθείς σου τὴν κεφαλήν, υπέρ τὴς ἀγάπης, του τῶν ὄλων Δημιουργοῦ, τὴς ἀθανασίας, τον στέφανον εδέξω, Λογγίνε ‘Αθλοφόρε, ἀξιοθαύμαστε.

Νεῦσει σου την κάραν σου την σεπτήν, ὴ γυνή εὐρούσα, ἐφωτίσθη τοῦς ὀφθαλμοῦς, και θερμόν προστάτην, εὐροῦσα σε Λογγίνε, εκῆρυττε τοῖς πάσι, τὴν προστασίαν σου.

Δίδου ἠμῖν Μάρτυς ἐξ ουρανοῦ, τὴν θείαν σου χάριν, καὶ βοήθειαν τὴν σεπτήν, τοῖς θερμῶς Λογγίνε, ποθοῦσι σε ἐν πίστει, καὶ τῶν σφαλμάτων αίτει, ἠμῖν συγχῶρησιν.

Θρόνω παριστάμενος τοῦ Χριστοῦ, Λογγίνε τρισμάκαρ, ὠς περίδοξος ‘Αθλητής, εκτενῶς δυσῶπει, λυτροῦσθαι πᾶσης βλάβης, καὶ πᾶσης ἐπηρείας, τοῦς σε γεραίροντας.

Πᾶσαι  των  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἠ  δωδεκάς, οι  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς ‘Αθλοφόρε του Χριστοῦ, Ἄγιε Λογγίνε θεόφρον, ‘Εκατοντάρχα σοφέ, δέξαι τᾶς φωνάς ἠμῶν, καὶ δίδου ἄπασι, τὴν θερμήν σου βοήθειαν, ὠς ἔχων μεγίστην, παρρησίαν ἔνδοξε, πρὸς τον Σωτήρα Χριστόν, ὄνπερ ἐκτενῶς ἐκδυσῶπει, ἄφεσιν πταισμάτων διδόναι, καὶ παθῶν ἠμῖν τὴν ἀπολύτρωσιν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Λογγίνε οἰκείωσαι Χριστῶ τῶ Λόγω
Γεράσιμον σπεύδοντα τῆ ἀρωγή σου.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης