Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1688
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Ρόδου Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Ρόδου

Την / Το Τρι Σεπ 24, 2019 11:09 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Ρόδου

Ποίημα τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Ρόδου Panagi38

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τῆς Παντανάσσης ἀδελφοὶ Θεοτόκου, δεῦτε προσπέσωμεν πιστῶς τῇ Εἰκόνι, καὶ ὡς ἐξ ἑνὸς στόματος, βοήσωμεν αὐτῇ· Δέσποινα Πανάχραντε, ἡ Χριστὸν τὸν Σωτῆρα, κτίσεως τὸν ἄνακτα, ἀποῤῥήτως τεκοῦσα, ὑπὲρ ἡμῶν ἱκέτευε αὐτόν, τῶν εὐλαβῶς προστρεχόντων τῇ σκέπῃ σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».

Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Δέσποινα Μαρία, τῶν ἀνθρώπων καταφυγή, πρόσδεξαι ἡμῶν τὴν ἱκεσίαν, καὶ δίδου πᾶσι τὴν ἄφθονον χάριν σου.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Ἄχραντε Παρθένε, τῶν Ἀγγέλων ἡ βασιλίς, δεῦρο πρὸς ἡμᾶς τοὺς ἀναξίους, τὴν προστασίαν σου πᾶσι παρέχουσα.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Πανύμνητε Κόρη, ἡ ἀντίληψις τῶν πιστῶν, ῥῦσαι τοῦ ἐχθροῦ τῆς πονηρίας, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι σου.

Κινδύνων παντοίων καὶ συμφορῶν, Παντάνασσα Μῆτερ, ταῖς πρεσβείας σου πρὸς Θεόν, ἐκλύτρωσαι πάντας τοὺς φωνοῦντας, ἐν κατανύξει τὸ θεῖόν σου ὄνομα.


Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὤ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, ἀπὸ χαλεπῶν συμπτωμάτων, νόσων καὶ θλίψεων, πάντας διάσωσον, τοὺς τῇ σεπτῇ σου Εἰκόνι, πόθῳ καταφεύγοντας, καὶ ἀνυμνοῦντάς σε.

Ὤ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, πρόσχες τῇ θερμῇ ἱκεσίᾳ, τῶν προστρεχόντων σοι, αὐτοῖς τὰ κρείττονα, ὡς ἀγαθὴ χορηγοῦσα· εἰς σὲ γὰρ ἐλπίζομεν, Θεομακάριστε.

Ὤ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, δέξαι τὰς θερμὰς παρακλήσεις, ἡμῶν τῶν τέκνων σου· σὲ γὰρ κεκτήμεθα, καταφυγὴν ἐν ἀνάγκαις, καὶ θερμὴν ἀντίληψιν, ἐν περιστάσεσιν.

Υπερύμνητε Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, παρὰ τοῦ ἐκ σοῦ σαρκωθέντος, δι᾿ ἀγαθότητα, εἰρήνης αἴτησαι, ἀστασίαστου τὴν χάριν, ταῖς ψυχαῖς Παντάνασσα, τῶν ὑμνολόγων σου.


Διάσωσον Εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι σου τῇ τιμίᾳ.

'Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Παρθένε Ἁγνή, Θεοῦ Μῆτερ Παντάνασσα, προστάτις θερμή, γενοῦ καὶ καταφύγιον, κραταιὰ ἀντίληψις, καὶ ταχεῖα ἐν πᾶσι βοήθεια, τοῖς εὐσεβῶς προσνέμουσι τιμήν, ἀεὶ τῇ Εἰκόνι σου Θεόνυμφε.


Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὤ Παντάνασσα Δέσποινα, δέξαι τὴν ἐκ πίστεως ταύτην δέησιν, καὶ ἐλέησον τοὺς δούλους σου, τοὺς γονυπετοῦντας τῇ Εἰκόνι σου.

Ὤ Παντάνασσα Δέσποινα, ἐν ἡμέρᾳ θλίψεως καὶ κακώσεως, μὴ παρίδῃς τοὺς οἰκέτας σου, τοὺς τῇ προστασίᾳ σου ἐλπίζοντας.

Ὤ Παντάνασσα Δέσποινα, αἴγλῃ τῶν χαρίτων σου καταλάμπρυνον, τὰς καρδίας τῶν τιμώντων σου, τὴν σεπτὴν Εἰκόνα μετὰ πίστεως.

Ρῶσιν δίδου καὶ δύναμιν, Πάναγνε Παντάνασσα τοῖς προστρέχουσι, τῇ Μονῇ σου μετὰ πίστεως, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα σου.


Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, τοῦ ἁγίου σου προσώπου τῷ φωτί, τὰς ψυχὰς τῶν οἰκετῶν σου καταλάμπρυνον.

Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, πρὸς μετάνοιαν ὁδήγησον ἡμᾶς, τοὺς τιμῶντας ὀρθοδόξως τὴν Εἰκόνα σου.

Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, μὴ ἐλλίπης ἐφορῶσα ἐφ᾿ ἡμᾶς, τοὺς προστρέχοντας τῇ σκέπῃ τῆς πρεσβείας σου.

ἼΙασαι ἡμῶν, τὴν ἀσθένειαν Παντάνασσα, ἐξ Εἰκόνος σου ἐκβλύζουσα ἡμῖν, τοῦ ἐλέους σου τὴν χάριν τὴν σωτήριον.


Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Παντάνασσα, Παναγία Δέσποινα, ἐκτενῶς τὸν Βασιλέα τοῦ κόσμου, τὸν σαρκωθέντα ἐκ σοῦ ἀπειράνδρως, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ἵνα ῥυσθῶμεν διὰ σοῦ, πειρασμῶν ἀδοκήτων καὶ θλίψεων.

Παντάνασσα, Παναγία Δέσποινα, τὰ πολλά σου μεγαλεῖα ὑμνοῦμεν, καὶ ἐν Εἰκόνι τὴν θείαν Μορφήν σου, ἐνατενίζοντες πόθῳ βοῶμέν σοι· Ἀπάλλαξον ὡς ἀγαθή, ὀδυνῶν τῶν κατ᾿ ἄμφω τοὺς δούλους σου.

Παντάνασσα, Παναγία Δέσποινα, παρεστῶτες τῇ σεπτῇ σου Εἰκόνι, καὶ τοῦ Ἀγγέλου τὸ Χαῖρε βοῶντες, παρακαλοῦμέν σε οὕτω κραυγάζοντες· Ἐλέησον ἡμᾶς Ἁγνή, ἡ ἐλέους τεκοῦσα τὸν ἄρχοντα.

Λαμπρύνεται ἡ Μονή σου Ἄχραντε, ὡς ἐχέγγυον τῆς σῆς προστασίας, τὴν θαυμαστήν σου Εἰκόνα πλουτοῦσα, ἐξ ἧς τὸ ὕδωρ ἀφθόνως ἀνάβλυσον, τῶν μητρικῶν σου οἰκτιρμῶν, τοῖς τιμῶσί σε ὕμνοις Παντάνασσα.


Διάσωσον Εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι σου τῇ τιμίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Τῆς Παντανάσσης Παρθένου προσπέσωμεν, τῇ ὑπερτίμῳ Εἰκόνι κραυγάζοντες· Ἀπείρανδρε Πάναγνε Δέσποινα, τὸν σαρκωθέντα ἐκ σοῦ καθικέτευε, σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.


Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἄχραντε Παντάνασσα, Εὐλογημένη Μαρία, τῇ σεπτῇ Εἰκόνι σου, πάντες καταφεύγομεν, οἱ ἀνάξιοι, καὶ χεῖρας αἵροντες, πρὸς σὲ ἱκεσίας, ἐκ καρδίας ἀνακράζομεν· Δέσποινα Πάναγνε, ἡ τὸν Βασιλέα τῆς κτίσεως, τεκοῦσα ὑπὲρ ἔννοιαν, καὶ Παρθένος ἄφθορος μείνασα, ἀεὶ ἐκδυσώπει, αὐτὸν ἐν παῤῥησίᾳ μητρικῇ, ἵνα σωθῶμεν Πανύμνητε, οἱ ὑμνολογοῦντές σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὤ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡμᾶς τῆς μητρικῆς σου, ἀξίωσον ἀγάπης, τοὺς ἐκ πόθου βοῶντάς σοι· Χαῖρε πασῶν δωρεῶν, Πάναγνε τὸ ταμεῖον.

Ὤ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, δυσώπει παῤῥησίᾳ, ἵνα τῆς ἀκηράτου, χαρμονῆς ἀπολαύσωμεν, οἱ τῆς σεπτῆς σου Μορφῆς, τὸ Ἔκτυπον τιμῶντες.

Ὤ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, μὴ παρασιωπήσῃς, ὑπὲρ ἡμῶν ἀπαύστως, τοῦ βοᾶν πρὸς τὸν Κύριον, τῶν προσιόντων τῇ σῇ, ἐκ πίστεως Εἰκόνι.

Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, τὸν Βασιλέα Χριστόν, Παντάνασσα Παρθένε, ἡμᾶς τοὺς ταπεινούς σου, ὑμνολόγους ὡς εὔσπλαγχνος, λύτρωσαι πάσης ὀργῆς, τῇ θείᾳ χάριτί σου.


Ὠδὴ η´. Τὸν Βασιλέα.
Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἡμῖν ἴαμα ἡ χάρις σου γενέσθω, τοῖς ἀσπαζομένοις, τὴν θείαν σου Εἰκόνα.

Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἐξ Εἰκόνος σου τὸ φῶς τῶν οἰκτιρμῶν σου, ἀνάτειλον πᾶσι, τοῖς σὲ ὑμνολογοῦσι.

Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, σκέπε φύλαττε τὴν ποίμνην σου καί σῷζε, ὡς τῇ προστασίᾳ, τῇ σῇ ἀνακειμένην.

Ὄμβρισον Κόρη, τῆς χάριτός σου τὸ ὕδωρ, ἐκ τῆς θείας σου Εἰκόνος τῷ λαῷ σου, τῷ σὲ εὐλογοῦντι, Παντάνασσα ἐκ πόθου.


Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τοῦ γλυκασμοῦ τῆς θερμῆς συμπαθείας σου, ἡμᾶς ἀξίωσον πάντας, τοὺς προσιόντας σοι.

Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῇ μητρικῇ σου στοργῇ περιποίησαι, τοὺς τῇ σεπτῇ σου Εἰκόνι, τιμὴν προσνέμοντας.

Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῆς τῶν παθῶν τυραννίδος ἀπάλλαξον, τοὺς εὐλαβῶς ἀνυμνοῦντας, τὰ μεγαλεῖά σου.

'Υπέραγνε Μαρία, Κεχαριτωμένη, Εὐλογημένη Παρθένε Παντάνασσα, ὡς ἀγαθὴ τῇ φωνῇ μου, πρόσχες καὶ σῶσόν με.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε Παντανάσσης τὴν ἱεράν, Εἰκόνα ἐν πίστει, ἀσπασώμεθα ἀδελφοί˙ βρύει γὰρ θαυμάτων, τὰ ῥεῖθρα ἀενάως, παθῶν τὰς βορβορώδεις, πηγὰς ξηραίνουσα.

Χαίροις Παντευλόγητε Μαριάμ, Παντάνασσα Κόρη, ἡ τῆς κτίσεως βασιλίς, ἡ τὸν Βασιλέα, Χριστὸν φρικτῶς τεκοῦσα, τὸν σώσαντα κατάρας, γένος τὸ βρότειον.

Δέσποινα Μαρία Μῆτερ Θεοῦ, Παντάνασσα Κόρη, τὸν Υἱόν σου ὑπὲρ ἡμῶν, θερμῶς ἐκδυσώπει, ἵνα τοῦ Παραδείσου, τοῦ γλυκυτάτου κάλλους, καταπολαύσωμεν.

Γόνατα καρδίας ὦ ἀδελφοί, καὶ σώματος ἅμα, ὑποκλίνωμεν εὐλαβῶς, τῇ σεπτῇ Εἰκόνι, Μητρὸς τῆς Παντανάσσης, αὐτῇ ἀναβοῶντες· Σῷζε τοὺς δούλους σου.

Δέξαι παρακλήσεις ὡς ἀγαθή, Παντάνασσα Κόρη, τῶν ἀθλίων σου ἱκετῶν, αὐτοὺς ἐκ κινδύνων, δεινῶν ἐξαιρουμένη, καὶ πειρασμῶν καὶ νόσων, τῇ προμηθείᾳ σου.

Χαίροις Παναγία Μῆτερ Θεοῦ, Παντάνασσα Μῆτερ, τῶν ἀνθρώπων καταφυγή· χαίροις ἡ προστάτις, τῶν ἐπικαλουμένων, τὴν μητρικήν σου χάριν, ἐν περιστάσεσι.

Ταύτην σου τὴν ποίμνην Μῆτερ Θεοῦ, ἴθυνον τῇ ῥάβδῳ, τῆς θερμῆς σου ἐπισκοπῆς, πρὸς τὰς σωτηρίους, νομὰς τῆς εὐσεβείας· εἰς σὲ γὰρ τὴν ἐλπίδα, ἔχει Παντάνασσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε μετὰ πίστεως θερμῆς, τῇ θαυματοβρύτῳ Εἰκόνι, τῆς Παντανάσσης Μητρός, ἅπαντες προσπέσωμεν, καὶ ἀνακράξωμεν· Ὡς οὐράνιος ἄνασσα, τῆς κτίσεως πάσης, καὶ παντοβασίλισσα, σκέπε καὶ φύλαττε, Δέσποινα Ἁγνὴ τὸν λαόν σου, τὸν τῇ φοβερᾷ προστασίᾳ, τῆς σεπτῆς σου χάριτος καυχώμενον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κύριλλον Κόρη Παντάνασσα τὸν Ῥόδου,
Σκέπε ἐν βίῳ πρεσβείαις μητρικαῖς σου.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης