Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Φιλάρετο τον Ελεήμων Empty Παρακλητικός Κανών εις τον Όσιο Φιλάρετο τον Ελεήμων

Την / Το Τετ Σεπ 25, 2019 10:33 am
Παρακλητικός Κανών εις τον Όσιο Φιλάρετο τον Ελεήμων

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Όσιο Φιλάρετο τον Ελεήμων Filare10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς ἀρετῆς τὸν ζηλωτὴν καὶ ἀγάπης, πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν πέλας τὸν μύστην, Φιλάρετον τιμήσωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· γεώργησον προσευχῆς σου ἀρότρῳ, τὰς ἀνίκμους Ὅσιε ἐξ ἀγάπης καρδίας, ἡμῶν βλαστῆσαι στάχυν ἀκραιφνοῦς, πρὸς τὸν πλησίον ἀγάπης πολύφορον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Φίλον ἀρετῆς ἀνάδειξόν με, Φιλάρετε. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Φιλεῖν με τὰ ἄῤῥευστα ἀγαθά, ἀξίωσον Πάτερ, τὸν τιμῶντά σε εὐλαβῶς, καὶ φεύγειν με πάντα τὰ γεώδη, φιλευσπλαγχνίας ἀκρότης Φιλάρετε.

Ἱκάνωσον Ὅσιε τοὺς πιστῶς, σὲ ἀνευφημοῦντας, διοδεῦσαι τῶν ἀρετῶν, ὁδὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἥνπερ διώδευσας χαίρων Φιλάρετε.

Λειμῶνος παντέρπνου ἐν οὐρανοῖς, ἀξίωσον πάντας, ἀπολαῦσαι σοὺς ὑμνητάς, Φιλάρετε ὧν νῦν ἀπολαύεις, ὡς τῆς διπλῆς ἀγαπήσεως ἔκτυπον.

Θεοτοκίον.
Ὁδήγησον Μῆτερ πρὸς τὰς νομάς, τῆς θείας Σου δόξης, Φιλαρέτου σεπταῖς λιταῖς, τοὺς σπεύδοντας Σῇ ἀκαταισχύντῳ, ἰσχύϊ πάντοτε δοῦλόν Σου Δέσποινα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νίκης εἴληφας στέφος ὡς σεαυτὸν ἅπαντας, Ὅσιε φιλῶν τοὺς ἀνθρώπους, Πάτερ Φιλάρετε· διὸ καὶ χάριν εὑρώνν, παρὰ Θεοῦ ἱκετεύεις, νῦν Αὐτὸν ἀγάπης με, πλῆσαι πρὸς πάσχοντας.

Ἀπὸ πάσης ἀνάγκης καὶ συμφορῶν λύτρωσαι, τοὺς ἀσπαζομένους ἐν πόθῳ, κάραν τὴν θείαν σου, ἐν τῇ ἁγίᾳ Μονῇ, τῆς Λαύρας ἐν Καλαβρύτοις, συμπαθείας σκήνωμα, κόσμου Φιλάρετε.

Ῥάβδῳ σῆς προστασίας τὸν καθ’ ἡμᾶς λέοντος, δίκην ὠρυόμενον πλάνον, μάκαρ Φιλάρετε, σύντριψον τάχος ἐχθρόν, ὁ τὰς αὐτοῦ πανουργίας, λύσας τῇ πρὸς πένητας, πάντας ἀγάπῃ σου.

Θεοτοκίον.
Ἐπισκίασον Μῆτερ τοῦ Λυτρωτοῦ πάναγνε, Σὲ τοὺς μεγαλύνοντας πόθῳ, καὶ καταφεύγοντας, ἐν τοῖς τοῦ βίου δεινοῖς, ταῖς ῥυπτικαῖς Σου πρεσβείαις, πρὸς τὸν πανευΐλατον, ἄχραντον Τόκον Σου.

Ἀνάδειξον, πρὸς τὸν πλησίον ἀγάπης ἡμᾶς πυξία, ἐλεήμονος βιοτῆς ἀείφωτον πύρσευμα, Φιλάρετε Πάτερ πνευματοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἐλέους πηγὴ πολύῤῥυτε Φιλάρετε, ὁ πλοῦτον σοφῶς τὸν σὸν σκορπίσας πένησι, καὶ ἐν πόλῳ ἄσυλον, ὁ θησαυρίσας πλοῦτον ἱκέτευε, Χριστὸν ἀγάπης κρείττονος ἡμᾶς, σοὺς πρόσφυγας δεῖξαι θησαυρίσματα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ἀγάπης Φιλάρετε, ἐποφθεὶς ἀκρότης πτωχοῖς συνέπασχες, καὶ πλουσίαν χάριν εἴληφας, ὑπὲρ τῶν πτωχῶν πρεσβεύειν πάντοτε.

Ἡ ἑτοίμη ἀντίληψις, τῶν ἐμπεριστάτων σοφὲ Φιλάρετε, σῶσον πάντας τοὺς τιμῶντάς σε, καὶ τοὺς θλιβομένους παραμύθησον.

Συσχεθέντες Φιλάρετε, πειρασμῶν τῷ πλήθει ἀναβοῶμέν σοι· ἐξελέσθαι τοὺς τιμῶντάς σε, σπεῦσον ἁμαρτίας πάσης Ὅσιε.

Θεοτοκίον.
Ἀγλαΐας Σου Δέσποινα, ταῖς φωτοβολίαις ψυχῆς μου ζόφωσιν, λῦσον ἵνα φῶς τὸ ἄστεκτον, Σοῦ Υἱοῦ κατίδω ἡλιόμορφε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νεύσας τῶν πτωχῶν, παρακλήσεσιν ἐσκόρπισας, σὴν οὐσίαν τούτοις ἅπασιν ἡμῖν, ἐκδιδάσκων σε μιμήσασθαι Φιλάρετε.

Ἄνωθεν ἡμῖν, τοῖς ἱκέταις σου κατάπεμψον, τὴν σὴν χάριν ὁ τὰς χρείας τῶν βροτῶν, θεραπεύσας ἀκλινῶς σεπτὲ Φιλάρετε.

Δόξης οὐρανῶν, κοινωνοὺς ἡμᾶς ἀνάδειξον, τοὺς αἰτοῦντας τὴν θερμήν σου ἀρωγήν, ἰσαγγέλου βιοτῆς κανὼν Φιλάρετε.

Θεοτοκίον.
Ἕξεις πονηράς, Μητροπάρθενε θανάτωσον, τὰς οἰκτρῶς με τυραννούσας Σαῖς εὐχαῖς, πρὸς Υἱόν Σου καὶ Θεὸν τὸν ζωοπάροχον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκέτευε, τὸν Θεὸν Φιλάρετε, τὴν συμπάθειαν πρὸς πέλας αὐξῆσαι, ἡμῶν εὐσπλάγχνου καρδίας ἀκρότης, πνευματοφόρε δικαίων ἀκρώρεια, καὶ ὡς ἡμᾶς αὐτοὺς βροτῶν, ἀγαπῆσαι τὸ πλήρωμα Ὅσιε.

Ξενίαν σου, τίς βροτῶν δυνήσεται, ἐξυμνῆσαι ὦ Φιλάρετε μάκαρ· ὅτι πρὸς χάριν καμνόντων ἀνάγκας, τῶν σῶν οἰκείων παρέβλεπες πάνσοφε, καὶ ὡς οἰκείους τοὺς πτωχούς, ἐλογίζω πεινῶντας καὶ στένοντας.

Οὐ παύω Σου, ἐξυμνεῖν τὸ ἄμετρον, φιλανθρώπου συμπαθείας θεόφρον, ἐξ ἧς σοφῶς ἐμφορούμενος χρείας, ἐμπεριστάτων ἐπλήρους Φιλάρετε, ἡμῶν μεσῖτα κραταιέ, πρὸς τὸν μόνον εὐΐλατον Κύριον.

Θεοτοκίον.
Νῦν χείρονος, ἁμαρτίας κάθαρον, καὶ ἀλάστορος βιαίας δουλείας, ἀναβοῶ Σοι τὸν Σὲ ἀνυμνοῦντα, εἰς τοὺς αἰῶνας αἰώνων πανύμνητε, Θεογεννῆτορ ἀγαθή, τὸν ἀχρεῖον καὶ τλήμονα δοῦλόν Σου.

Ἀνάδειξον, πρὸς τὸν πλησίον ἀγάπης ἡμᾶς πυξία, ἐλεήμονος βιοτῆς ἀείφωτον πύρσευμα, Φιλάρετε Πάτερ πνευματοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὸν συμπαθῆ καὶ ἐνάρετον  μέλψωμεν, μελισταγῶς ἐλεήμονα ὅσιον, σκορπίσαντα πλοῦτον τοῖς πένησι, καὶ ὄλβον σοφῶς θησαυρίσαντα, ἐν πόλῳ Φιλάρετον μάκαρα.


Προκείμενον
Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἐπιβοωμένων σε, τοὺς στεναγμοὺς μὴ παρίδῃς, καὶ ψυχῆς τὰ δάκρυα, Ὅσιε Φιλάρετε, συμπαθέστατε, ἀρετῆς πρότυπον, καὶ διπλῆς ἀγάπης, θεοφώτιστον ἐκπύρσευμα, ἀλλ’ εἰς βοήθειαν, σπεῦσον τῶν πιστῶς προστρεχόντων σοι. Ταχὺς γὰρ πέλεις πάντοτε, ἀρωγὸς πιστῶν καὶ ἀντίληψις, τῶν ἐπιτελούντων, τὴν μνήμην σου εὐσχήμοσιν ᾠδαῖς, καὶ προσκυνούντων τὴν κάραν σου, τὴν σεπτὴν καὶ πάντιμον.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μοχθηρίας ἀκαίρου ἐμπαθείας καὶ μίσους ἡμᾶς ἀπάλλαξον, Φιλάρετε ἀγάπης, διπλῆς εἰκὼν καὶ βίου, φιλευσπλάγχνου κειμήλιον, ἵνα καρδίας τῆς σῆς, ὑμνῶ τὴν καλωσύνην.

Εὐμενῆ παραστάτην ἐν δειναῖς τρικυμίαις τοῦ βίου εὕρομεν, σὲ Πάτερ θεοφόρε, Φιλάρετε καὶ δότην, ἀγαθῶν πλουσιόδωρον· διὸ ταῖς σαῖς πρὸς Θεόν, προστρέχομεν πρεσβείαις.

Φύλαξ ἴσθι ἐν βίῳ τῶν πιστῶς προστρεχόντων τῇ ἀντιλήψει σου, καὶ κατασπαζομένων, τὴν πάντιμόν σου κάραν, τὴν ἰάσεων βλύζουσαν, παντοδαπῶν ὀχετούς, Φιλάρετε τρισμάκαρ.

Θεοτοκίον.
Ἰατὴρ ἀσθενούντων Μητροπάρθενε Κόρη, ἡ τὸν παντάνακτα, κυήσασα ἀφράστως, Σοῖς δούλοις εὐρωστίαν, καὶ ὑγείαν πόριζε, ἀῤῥωστειῶν δὲ ἀχλύν, ἐκδίωξον Σῷ σθένει.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λάμψας ἐλέους, τοῦ σοῦ ἀκτῖσιν ἐν χώρᾳ, Παφλαγόνων Φιλάρετε ἄστρον, γέγονας φωτίζον, ἡμῶν ψυχῆς τὰ σκότη.

Ἀρετηφόρε, καὶ εὐσυμπάθητε Πάτερ, μιμητὰς σῆς ἀφάτου ἀγάπης, δεῖξον τοὺς τιμῶντας, Φιλάρετε σὴν μνήμην.

Ῥύεσθαι πόνων, καὶ συμφορῶν ἐκδυσώπει, τὸν Χριστὸν σοὺς ἱκέτας παμμάκαρ, εὐσπλαγχνίας κέρας, Φιλάρετε καὶ βάθρον.

Θεοτοκίον.
Ἐπηρειῶν Σε, τοῦ νοητοῦ καθαιρέτιν, νῦν ἐχθροῦ ἐπιστάμενοι Μῆτερ, κράζομέν Σοι· ῥύου, ἡμᾶς αὐτοῦ κακίας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τῶν ἐνδεῶν προστάτα, καὶ τροφεῦ πενήτων, μὴ ἀποστήσῃς σὸν ἄμετρον ἔλεος, ἀπὸ τῶν πίστει Φιλάρετε νῦν τιμώντων σε.

Ἐπόμβριζε ὑψόθεν, ὑετὸν ἐλέους, σαῖς ἱκεσίαις πρὸς Κτίστην Φιλάρετε, ἐπὶ τοὺς πίστει προστρέχοντας τῇ σῇ χάριτι.

Χρηστότητος πυξίον, καὶ φιλανθρωπίας, λειμὼν τερπνὲ καὶ εὐῶδες Φιλάρετε, τὴν δυσωδίαν κακίας μου ἀποδίωξον.

Θεοτοκίον.
Μαρία Θεοτόκε, κεχαριτωμένη, ἀγάπης πλῆσον καρδίας τῶν δούλων Σου, τῶν καθ’ ἑκάστην σπευδόντων τῇ ἀντιλήψει Σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἐλεήμονος βιοτῆς, κέρας καὶ ἀγάπης, πρὸς πλησίον καὶ πρὸς Θεόν, ἀκρέμων Ὁσίων, Φιλάρετε φαιδρότης, καὶ τῶν δικαίων πάντων, ἔμψυχον ἄγαλμα.

Πλοῦτόν σου διένειμας τοῖς πτωχοῖς, ὁλοθύμως Πάτερ, καὶ οὐσίαν τὴν σὴν σοφῶς, τοῖς ἐμπεριστάτοις, καὶ οὖσιν ἐν ἀνάγκαις, Φιλάρετε ἀγάπης, θεῖον ἐκτύπωμα.

Χαίροις ἐλεῆμον καὶ συμπαθές, Ὅσιε ὁ χρείας, θεραπεύσας τῶν γηγενῶν, τῶν τῇ ἀρωγῇ σου, τῇ θείᾳ προστρεξάντων, Φιλάρετε Ἀγγέλων, θείων ὁμόζηλε.

Ὄλβον τιμαλφέστατον ἀληθῶς, κέκτηται σὴν κάραν, ἡ πανένδοξος καὶ λαμπρά, τῆς Ἁγίας Λαύρας, Μονὴ ἐν Καλαβρύτοις, Φιλάρετε τὴν θείαν, καὶ θαυματόβρυτον.

Φύλαττε ἀτρώτους καὶ ἀσινεῖς, τῶν βελῶν τοῦ πλάνου, σοὺς ἱκέτας θεοφιλές, Ὅσιε καὶ πέμψον, ὑψόθεν τὴν εὐχήν σου, Φιλάρετε τοῖς πίστει, ἀνευφημοῦσί σε.

Τοὺς ἀσπαζομένους σου τὴν σεπτήν, καὶ ἁγίαν κάραν, σκέπε Ὅσιε ἀκλινῶς, καὶ πρὸς συμπαθείας, ὁδοὺς τοὺς σοὺς ἱκέτας, κατεύθυνον ἀγάπης, κλέος Φιλάρετε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δέχου, τὴν ἱκέσιον εὐχήν, ταύτην τῶν πιστῶς προστρεχόντων, τῇ θείᾳ σκέπῃ σου, Ὅσιε Φιλάρετε, Ἀγγέλων σύσκηνε, καὶ τὴν πάντιμον κάραν σου, κατασπαζομένων, εὐλαβῶς ἀντίληψις, γὰρ πέλεις ἔνθερμος, σκέπη, χαρμονὴ προστασία, καὶ παραμυθία τῶν ὄντων, ἐν δειναῖς τοῦ βίου Πάτερ θλίψεσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης