Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αθανάσιον Επίσκοπον Χριστιανουπόλεως Empty Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αθανάσιον Επίσκοπον Χριστιανουπόλεως

Την / Το Σαβ Οκτ 05, 2019 8:05 am
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αθανάσιον Επίσκοπον Χριστιανουπόλεως


Ποίημα μοναχού Γερασίμου Μικρογιαννανίτου
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αθανάσιον Επίσκοπον Χριστιανουπόλεως Agios_16
Εορτάζετε 17 Μαΐου.

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ εξῆς τροπάριον.

Ήχος δ'. ‘Ο ὐψωθείς ἐν τὠ Σταυρῶ.

Τὴς ἀθανάτου μετασχῶς εὐκληρίας, ὠς ‘Ιεράρχης ‘Αθανάσιε θείος, καὶ του Χριστοῦ θεράπων δοκιμῶτατος, πρέσβευε δεόμεθα τὠ Δεσπότη τῶν ὄλων, πᾶσης ἠμᾶς ρῦεσθαι συμφοράς, καὶ ανάγκης, καὶ πολυτρόπων Πάτερ πειρασμῶν, καὶ τῶν πταισμάτων, συγχῶρησιν λάβωμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

O κανῶν οῦ ὴ ἀκροστιχίς.
‘Αθανάσιε χάριν μοι δίδου. Γερασίμου.

‘Ωδή α'. Ἤχος πλ. δ'. ‘Υγράν διοδεύσας.

Αθάνατον εύκλειαν καὶ ζωήν, εῦρων ‘Ιεράρχα, καθικέτευε ἐκτενῶς, θανάτου ρυσθῆναι ἀμαρτίας, τοῦς σε τιμῶντας σοφέ ‘Αθανάσιε.

Θεράπων Κυρίου θεοειδής, πέλων ‘Ιεράρχα, τη οσία σου βιοτή, αυτόν ‘Αθανάσιε δυσώπει, ρῦεσθαι πᾶσης ἠμᾶς περιστάσεως.

‘Αγγέλων συνόμιλος γενονῶς, ἀμέμπτως βιῶσας, ‘Αθανάσιε ιερέ, δαιμόνων ἄπασης ἐπηρείας, ρύου ἠμᾶς τη θερμή προστασία σου.

Θεοτόκιον.
Ναός φωτοστόλιστος καὶ λαμπρός, του πάντων Δεσπότου, ἐχρημάτισας αληθῶς, Κεχαριτωμένη Θεοτόκε, αυτόν τεκούσα ἀτρέπτως ἐν σῶματι.


Ωδή γ'. Ουρανίας αψίδος.
Από πᾶσης ἀνάγκης, καὶ πειρασμῶν Ἄγιε, καὶ επηρειῶν πολυτρόπων, του πολεμήτορος ἀτρώτους φύλαττε, ταῖς ιεραῖς σου πρεσβείαις, Πάτερ ‘Αθανάσιε, τους σε γεραίροντας.

Συσχεθείς ἀμαρτῖαις, καὶ ρυπαροίς πᾶθεσι, πλήθει συμφορῶν καὶ κινδύνων, ἤδη ετάζομαι· διό προστρέχω σοι, καὶ ἐκβοῶ ἐκ καρδίας, Πάτερ ‘Αθανάσιε τούτων με λύτρωσαι.

‘Ιλασμόν ἠμῖν αίτει, καὶ τῶν παθῶν ἴασιν, καὶ πλημμελημάτων παντοίων, τὴν ἀπολύτρωσιν, τοῖς καταφεύγουσι, τὴ σὴ θερμή ἀντιλήψει, Πάτερ ‘Αθανάσιε, ‘Αγγέλων σύσκηνε.

Θεοτόκιον.
‘Εξ ἀγνῶν σου αιμάτων, ὸ του παντός αἴτιος, σάρκα προσλαβῶν ἀσυγχύτως, δι' ἀγαθότητα, Παρθένε Ἄχραντε, διπλοῦς ἐκ σου κόσμω ὤφθη, καὶ ἠμᾶς ἐρρύσατο, τὴς κατακρίσεως.


Διάσωσον ἠμᾶς ἐκ πᾶσης ἀνάγκης καὶ ἐπηρείας ‘Ιεράρχα θαυματουργέ ‘Αθανάσιε, τους προσιόντας τὴ θεία σου προστασία.

‘Eπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, επί τὴν ἐμήν χαλεπήν του σῶματος κάκωσιν καὶ ἴασαι τὴς ψυχής μου το ἄλγος.


Αῖτησις καἰ το Κάθισμα.
Ἤχος β’. Πρεσβεία θερμή

Πρεσβεία τὴ σὴ, ἐν πίστει καταφεύγοντες, παθῶν χαλεπῶν, λαμβάνομεν τὴν ἴασιν, παμμάκαρ ‘Αθανάσιε, τῶν ‘Αγίων ‘Αγγέλων συνόμιλε· συ γὰρ παρέχεις ἀπαύστως ἠμῖν, ταῖς σαῖς ἰκεσίαις χάριν ἄφθονον.


‘Ωδή δ'. Εἰσακήκοα Κύριε.
Χριστόν Πάτερ ἰκέτευε, πᾶσης δυσχέρειας ἠμᾶς λυτρῶσασθαι, ‘Αθανάσιε μακάριε, τοῦς εἰλικρινῶς σε μακαρίζοντας.

‘Ασθενῶν ἰατήριον, καὶ παραμυθία ἠμῶν ἐν θλίψεσιν, ‘Αθανάσιε μακάριε, γένοιτο ὴ θεία σου ἀντίληψις.

Ρῶσιν βλύζει ἐκάστοτε, ὴ τῶν σῶν λειψάνων σορός μυρίπνοος, ‘Αθανάσιε τοῖς σπεύδουσι, πρὸς την ταχυτάτην σου βοήθειαν.

Θεοτοκίον.
Ίασαί μου τὸν καύσωνα, τὴς ψυχής τη δρόσω τὴς σὴς χρηστότητος, Θεοτόκε ‘Αειπάρθενε, τῶν ἀπηλπισμένων παραμύθιον.


‘Ωδή ε΄. Φῶτισον ἠμᾶς.
Νέκρωσον ἐχθροῦ, καθ' ἠμῶν πικρά βουλεύματα, ‘Αθανάσιε τη ση ἐπισκοπή, καὶ ειρήνην ἠμῖν αῖτησαι δεόμεθα.

Μέγας ἀρωγός, ἐν ἐσχάτοις χρόνοις πέφηνας, ‘Ορθοδόξων ‘Αθανάσιε σοφέ• δια τοῦτο τὴ σὴ χάριτι προστρέχομεν.

Ὄμβρησον ἠμῖν, ‘Αθανάσιε Πατήρ ἠμῶν εὐσπλαγχνίας θεϊκής ἐπιρροάς, ταῖς θερμαῖς σου ἰκεσίαις πρὸς τον Κύριον.

Θεοτοκίον.
Ἴθυνον ἠμᾶς, Θεοτόκε ‘Αειπάρθενε, πρὸς οδόν τῶν ἐνταλμάτων του Χριστοῦ, ίνα λάβωμεν πταισμάτων τὴν συγχῶρησιν.


Ωδή στ΄. Την δέησιν.
Δοχείον, του Παρακλήτου ἐδείχθης, ‘Αθανάσιε λαμπρότητι βίου· ὄθεν θαυμάτων ἐδέξω τὴν χάριν, ὠς τῶν ‘Αγίων τῶν πάλαι ἰσότιμος· μεθ' ὠν δυσῶπει ἐκτενῶς, ἠμῖν δούναι πταισμάτων συγχῶρησιν.

‘Ιάσεις, καὶ θαυμαστήν εὐωδίαν, ὴ ἀγία σου σορός ἀναβλύζει, τη θεϊκή χορηγία θεόφρον, καὶ ἀπελαύνει ακάθαρτα πνεύματα, καὶ δυσωδίαν τῶν παθῶν, καὶ ευφραίνει ἠμῶν τὴν διάνοιαν.

Δυνάμει, του Παρακλήτου τη θεία, τῶν θαυμάτων ἀναβλύζων τὴν χάριν, θαυματουργέ ‘Αθανάσιε Πάτερ, πιστῶν πληροῖς συμπαθῶς ἄπαν αίτημα· διό κηρύττομεν ἀεί, τὴν θερμήν πρὸς ἠμᾶς σου βοήθειαν.

Θεοτοκίον.
Πάντων, δημιουργός καὶ Δεσπότης, σαρκωθείς ἐκ τῶν ἀγνῶν σου αἰμάτων, σε ἀνωτέραν ἀνέδειξε πάντων, καὶ τῶν ‘Αγγέλων βασίλισσαν Πάναγνε· διό ἀνύψωσον κάμε, ἐκ φθοράς πρὸς ζωήν τὴν ἐνάρετον.


Διάσωσον, ἠμᾶς ἐκ πᾶσης ἀνάγκης καὶ ἐπηρείας, ‘Ιεράρχα θαυματουργέ ‘Αθανάσιε, τους προσιόντας τὴ θεία σου προστασία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.


Αίτησις καὶ το Κοντάκιον.
Ήχος β'. Τοῖς τῶν αἰμάτων σου.

‘Ως ‘Ιεράρχης Χριστοῦ ἐνθεώτατος, καὶ πρὸς αυτόν ἠμῶν πρέσβυς θερμότατος, σοφέ ‘Αθανάσιε Ὄσιε, πάσης φθοράς καὶ ἀνάγκης ἀπάλλατε, τοῦς σπεύδοντας Πάτερ τὴ σκέπη σου.


Προκείμενον.
Οι Ιερείς σου Κύριε ενδύσονται...
Στίχ.: Μακάριος ανήρ ο φοβούμενος τον Κύριον...

Ευαγγέλιον. Εκ του κατά Ιωάννην (ι' 1-9).

Είπεν ὸ Κύριος πρὸς τοῦς ἐληλυθότας πρὸς αυτόν ‘Ιουδαίους.  Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ·  ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.  Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.  Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.  Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.  Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα
Ταῖς του ‘Ιεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με ο Θεός….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἄστρον ὠς νεόφωτον, τὴ τοῦ Χριστοῦ ‘Εκκλησία Πάτερ ‘Αθανάσιε, ἐν ἐσχάτοις ἔτεσιν ἀνατέταλκας, καὶ πληροίς ἄπαντας, φωτισμοῦ αῦλου· δια τούτο σου δεόμεθα• Παθῶν ζοφῶσεως, καὶ ἐπηρειών του ἀλάστορος, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ πολυειδῶν περιστάσεων, φύλαττε ἀτρώτους, ἠμᾶς τους προσιόντας σοὶ πιστῶς, καὶ τῶν πταισμάτων συγχώρησιν, αἴτει ἠμῖν Ἄγιε.

Σῶσον ὸ Θεός τὸν λαόν σου ….

‘Ωδή ζ’. Παίδες ‘Εβραῖων.

‘Υπέρ πάντων δυσώπει, τῶν πιστῶς προσιόντων τὴ θεία λάρνακι, τῶν θείων σου λειψάνων, καὶ ευλαβῶς αἰτούντων, ἰερέ ‘Αθανάσιε, τὴν σην θερμήν ἀρωγήν, καὶ θείαν προστασίαν.

Γεωργείν ἠμῖν δίδου, τὸν σωτήριον φόβον δύναμιν ἄνωθεν, ὠς ἀν ἐν εὐσεβεία, βιοῦντες ἐναρέτως, ‘Αθανάσιε ψάλωμεν· των Πατέρων ἠμῶν, Θεός εὐλογητός εί.

‘Εκ πικρῶν σὐμπτωμάτων, καὶ ποικίλων κινδῦνων, πόνων καὶ θλίψεων, και πάσης δυσπραγίας, απήμονας συντήρει, Αθανάσιε Όσιε, τους προσιόντας θερμῶς, ταῖς σαῖς πρεσβείαις Πάτερ.

Θεοτοκίον.
Ρὐπωθείς τὴ κακία, ἐδουλῶθην Παρθένε τοῖς παραπτῶμασιν ἀλλά τὴ σὴ πρεσβεία, προστρέχω καὶ βοῶ σοι• τὴς παρούσης με θλίψεως, ἀπάλλαξόν με ‘Αγνή, τὸν ταπεινόν σου δούλον.


Ωδή η'. Τον Βασιλέα.
‘Ασθενημάτων, καὶ πᾶσης ἄλλης ανάγκης, ‘Αθανάσιε ἀτρώτους διατήρει, τοῦς ὐπερυψούντας, Χριστόν εἰς τοῦς αιώνας.

Σε Γορτυνία, ἔφορον θείον πλουτούσα, ‘Αθανάσιε προστρέχει τη σορῶ σου, καὶ λαμβάνει Πᾶτερ, τῶν αὶτημάτων λῦσιν.

Ἴασαι Πάτερ, κατά ψυχήν τε καὶ σῶμα, τους προσπίπτοντας τοῖς θείοις σου λειψάνοις, καὶ ἐξαιτουμένους, τὴν σὴν ἐπιστασίαν.

Θεοτοκίον.
Μήτηρ Κυρίου, καὶ ‘Αειπάρθενε Κόρη, τὴν ρυπῶσαν μου ἀπόπλυνον καρδίαν, ρείθροις Θεοτόκε, του θείου σου ἐλέους.


Ωδή θ'. Κυρίως θεοτόκον.
Ο νέος ἐωσφόρος, Χριστοῦ τὴς ‘Εκκλησίας, ἀθανασίας τω φέγγει καταύγαστον, ὠ ‘Αθανάσιε Πᾶτερ τους σε γεραίροντας.

‘Υπέρτερον τὸν νοῦν μου, δείξον ‘Ιεράρχα, τὴς χαμαιζήλου ροπής τε καὶ σχέσεως, καὶ τούτον ὔψωσον Πάτερ πρὸς τὸν θείον ἔρωτα.

‘Υμνούντες σου τὸν βίον, Πάτερ σοι βοῶμεν, βιωτικῶν ἠμᾶς ρύου στενῶσεων, καὶ καθοδηγεί πρὸς τρίβον ἠμᾶς σωτήριον.

Θεοτοκίον.
‘Υψίστου θείε θρόνε, Κἐχαριτωμένη, ‘Υπεραγία Παρθένε Πανῦμνητε, τὴς συνεχούσης ἀνάγκης με ἀπολύτρωσαι.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις ‘Αθανάσιε ἰερέ, τῶν πάλαι ‘Αγίων, ὸ ἰσότιμος ἐν παντί, χαῖροις ο πηγάζων, θαυμάτων θεία ρείθρα, τοῖς πίστει προσιούσι, τὴ προστασία σου.

Χρἰστιανουπόλεως ἰερός, ποιμενάρχης ὤφθης, ‘Αθανάσιε ἀληθώς, καἰ καλῶς ποιμάνας, τὴν λογικήν σου ποίμνην, τὴς ἀθανάτου δόξης, χαῖρων ἠξίωσαι.

Χαῖρει ὴ Προδρόμου θεία Μονή, καὶ τὴς Γορτυνίας ὴ περίοικος ἐν Χριστῶ, σχοῦσα ‘Ιεράρχα, τα θεία λείψανά σου, ἀγιασμού ἐστίαν, καὶ πᾶσης χάριτος.

Βρύει τῶν λειψάνων σου ὴ σορός, ὀσμήν οὐρανίαν, καὶ ιἄσεις παντοδαπάς, καὶ παρέχει πάσι, χαράν καὶ εὐφροσύνην, τοῖς σε ὐμνολογούσιν, ὠ ‘Αθανάσιε.

Τῶν μελλόντων πᾶσι τρανῶς δηλοί, τὴν ἔκβασιν ὄντως, ‘Αθανάσιε τὠ τριγμῶ, ὴ σεπτή σορός σου, καὶ ἐξιστά τους πάντας, τοῖς θαὐμασί σου Πᾶτερ, ἐν οἰς δεδόξασαι.

Ἔχων παρρησίαν πρὸς τὸν Χριστόν, οἰα ‘Ιεράρχης, θεοφόρε θεοειδής, πρέσβευε ἀπαύστως, ὐπέρ τῶν σε τιμῶντων, καὶ πόθω ἐξ αὶτούντων, τὴν σὴν ἀντίληψιν.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Και το παρόν Απολυτίκιον.
Ἤχος α'. Τὴς ἐρήμου πολίτης.

Θεαρέστως βιῶσας ποιμενάρχης θεόληπτος, Χριστιανουπόλεως ὤφθης ἰερέ ‘Αθανάσιε· διό τῶν σῶν λειψάνων ὴ σορός, πηγάζει ἀληθή ἀγιασμόν, καὶ παρέχει πάσαν χάριν τοῖς εῦλαβῶς, προσπίπτουσι καὶ κράζουσι· δόξα τὠ σε δοξάσαντι Χριστῶ, δόξα τὠ σε θαυμαστῶσαντι, δόξα τὠ ἐνεργούντι δια σου, πᾶσιν ιἄματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ήχος β'. Ότε εκ του ξύλου.

Πάντας τους προσπίπτοντας πιστῶς, τοῖς σοῖς μὐριπνόοις λειψάνοις, καὶ τὴ Εἰκόνι σου, Πᾶτερ ‘Αθανάσιε ‘Αρχιερεύ του Χριστοῦ, πᾶσης ρῦσαι κακῶσεως, καὶ παθῶν παντοίων, καὶ ποικίλων θλίψεων, καὶ περιστάσεων, πᾶσιν εὐπραγίαν δε δίδου, τὴ σὴ πρὸς Χριστόν μεσιτεία, καὶ πταισμάτων ἄφεσιν δεόμεθα.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

‘Αθανάσιε τὴν Γερασίμου ταῦτην
Δέησιν δέξαι καὶ τοῦτω αἴτει χάριν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης