Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Χαιρετισμοί εις Πάντας τους Αγίους Empty Χαιρετισμοί εις Πάντας τους Αγίους

Την / Το Σαβ Οκτ 05, 2019 12:27 pm
Χαιρετισμοί εις Πάντας τους Αγίους


Κοντάκιον
Ήχος πλ. δ’. Τη υπερμάχω.

Τῶν ἀσωμάτων λειτουργών πιστοί τα τάγματα˙ καὶ Προφητῶν σεπτόν χορόν ἀνευφημήσωμεν. Ἀποστόλους ὀμοῦ καὶ Μάρτυρας τοῦς γενναίους, ιεράρχας καὶ Ὀσίους, σεμνά Γύναια, καὶ απάντων τῶν Αγίων καὶ κατάλογον˙ ἀνακράζοντες˙ Χαῖρετε Πάντες Άγιοι.

Άγγελοι σῦν Αγίοις, συμπληρούσι τὸν κύκλον, χορού τῶν Αγίων Πάντων (εκ γ’), εξάρχουσαν ἔχοντες τῆν Αγνήν, θεόπαιδα καὶ Παρθένον Κόρην Μαριάμ˙ οὔς ἀνευφημούντες, προσφωνούμεν ταύτα.

Χαῖρετε, Νόες λειτουργοί Κυρίου˙
χαίρετε Μῦσται ἀποκρύφων ‘Υψίστου.
Χαῖροις, Δικαίων χορός ὸ πανάριστος˙
Χαῖροις, ὸ προ Νόμου ὄμιλος ὸ εξάκουστος.
Χαῖρετε, οι ἐν Νόμω διαπρέψαντες Ἄγιοι˙
Χαῖρετε, μετά Νόμον διαλάμψαντες Δίκαιοι.
Χαῖροις, Προφητῶν ὸ θεόλεκτος σύλλογος˙
Χαῖροις, Προφητίδων ὴ σεμνή ὸμήγυρις.
Χαῖροις, τερπνή Αγίων πανήγυρις˙
χαίροις, πιστῶν απάντων ῆ φύλαξις.
Χαῖροις, Θεοῦ το εράσμιον κάλλος˙
Χαῖροις, Χριστοῦ τὸ ἀπόθετον κλέος˙

Χαῖρετε Πάντες Άγιοι.

Βλέπων ο Παντεπόπτης το ἀνθρώπινον γένος λυμαινόμενον ἐκ τοῦ λυμεώνος, τον μονογενή Υιόν  αὐτοῦ απέστειλε˙ καὶ ἔσωσε τοῦς εἰς αυτόν προσφυγόντας, χοροῦς Αγίων Πάντων, συμπληρώσας ψάλλειν˙

Αλληλούϊα.

Γένος ἀδαμιαίον, ἐξωσθέν τὴς Εδέμ πάλαι, κατήντησεν εἰς γὴν τὴν ἀκανθηφόρον˙ ἐν ἰδρῶτι καὶ κόπω πολλῶ φαγείν ἄρτον˙ άλλ’ ὸ Θεός οὶκτείρας τούτο, τοῦς αὐτοῦ Προφήτας απέστειλε, μηνῦσαι τῆν αὐτοῦ παρουσίαν.

Χαῖρετε, θείοι Προφῆται Κυρίου˙
Χαῖρετε μῦσται βουλῶν τοῦ ‘Υψίστου.
Χαῖρετε, Νόμου παλαιού θείοι φύλακες˙
Χαῖρετε, νέας Χάριτος λαμπροί κήρυκες.
Χαῖρετε, τῆς Χριστοῦ παρουσίας προάγγελοι˙
Χαῖρετε, τῶν αὐτοῦ ἐνταλμάτων πειθήνιοι.
Χαῖρετε, τὴς τοῦ λαού ἀνομίας οι ἔκδικοι˙
Χαῖρετε, εὐσεβείας ζηλωταῖ καὶ υπέρμαχοι.
Χαῖρετε, πλάνης διαβόλου διῶκται˙
Χαῖρετε, Πνεύματος τοῦ Ἀγίου επόπται.
Χαῖρετε, εὐσεβούντων ὴ βάσις˙
Χαῖρετε, ἀνομούντων ὴ πτῶσις.

Χαῖρετε Πάντες Άγιοι.

Δύναμις τοῦ ‘Υψίστου, ἐπεσκίασε κόσμω, καὶ ἔδειξε πληθύν σωζομένων˙ ἐν οἰς ὸ χορός τῶν Αγίων δαδουχεί καὶ οδηγεί, πρὸς θείαν Παραδείσου εἴσοδον καὶ ἀπαύστως ἄδει τὴ Τριάδι.

Αλληλούϊα.

Ἔχοντες τὴν Τριάδα, ἐν ἠμῖν ἐνοικούσαν, Απόστολοι Θεοῦ  τοῦ Λόγου, εἰς τα ἔθνη πάντα περιήλθητε, κηρύττοντες τὸν λόγον τὴς πίστεως, καὶ φωτίσαντες ἄπαντας, δι’ ὸ βοῶμεν.

Χαῖρετε, θείοι μαθηταῖ Κυρίου˙
Χαῖρετε, μῦσται Θεοῦ τοῦ Λόγου.
Χαῖρετε, τα ἔθνη Κυρίω προσάξαντες˙
Χαῖρετε, τὸν κόσμον δουλείας λυτρῶσαντες.
Χαῖρετε, ειδῶλων τεμένη ἐδαφίσαντες˙
Χαῖρετε, ναοῦς εἰς Θεοῦ δόξαν ἐγείραντες.
Χαῖρετε, ὄτι τας ψυχάς ἠμῶν Κυρίω ἐθῦσατε˙
Χαῖρετε, ὄτι ἀνθρώπων ψυχᾶς διεσώσατε.
Χαῖρετε, πενίας βροτούς ἐκλυτρώσαντες˙
Χαῖρετε, ὄλβον εὐσεβείας πλουτίσαντες.
Χαῖρετε, θανάτου λαοῦς ἀφαρπάσαντες˙
Χαῖρετε ζωήν τοῖς πιστοῖς χορηγήσαντες.

Χαῖρετε Πάντες Άγιοι.

Ζάλης τὴς ἐκ τὴς πλάνης, κινδυνεύοντας πάντας, τοῦς λαοῦς, ὠ Απόστολοι θείοι, πρὸς γαλήνην θείαν, γαληνῶς διεσώσατε˙ ὀδηγήσαντες κόσμον ἀπαλλάξαντες πλάνης, βοῶντας Κυρίω.

Αλληλούϊα.

Ἤκουσεν Ἀποστόλων τὴν φθογγήν Ἀθλοφόρων, χορός ὸ θεηγόρος προθύμως, καὶ τον κόσμον αφέντες ὠς φθαρτόν, ἔδραμον, προθύμως τὠ Χριστώ, θύεσθαι ὐπέρ αὐτοῦ˙ πρὸς οὔς ἀνευφημούντες οι πιστοί βοῶμεν.

Χαῖροις, Μαρτύρων ὸ χορός ὸ υπέρτιμος˙
Χαῖροις, Ἀθλοφόρων στρατός ὸ περίδοξος.
Χαῖρετε, ἀστέρες νοητοῦ στερεώματος˙
Χαῖρετε, φωστήρες εὐσεβούντων συστήματος.
Χαῖρετε, πλάνην ειδῶλων μειώσαντες˙
Χαῖρετε, Χριστόν ἀνδρείως κηρύξαντες.
Χαῖρετε, βασιλείας τοῦ Χριστοῦ κληρονόμοι˙
Χαῖρετε, Ἐκκλησίας παμφαέστατοι λύχνοι.
Χαῖρετε, νίκην κατ’ ἐχθρῶν οι αράμενοι˙
Χαῖρετε, δόξαν ἐκ Θεοῦ κομισάμενοι.
Χαῖρετε, πάντων εὐσεβῶν οι προστάται˙
Χαῖρετε, ὄντως αἰχμαλῶτων οι ρύσται.

Χαῖρετε Πάντες Άγιοι.

Θεοδώρητον χάριν, ἐκ Θεοῦ ειληφότες, παρέχετε πιστοῖς τας ιἄσεις˙ νοσούντας ιἄσθε˙ αἰχμαλώτους λυτρούσθε, καὶ πᾶσιν οξέως προφθάνετε Ἀθλοφόροι, καὶ βοάν Κυρίω πάντας πείθετε ἀλῆκτως.

Αλληλούϊα.

Ίδον οι ἐν τὠ κόσμω φῶς υπέρλαμπρον ὄντως, φωτί Ἰεραρχῶν λαμπρυνθέντες˙ αὐγασθέντες ἐν λυχνία γὰρ τὴς τοῦ Χριστοῦ ἐκκλησίας προτεθέντες, ἐφῶτισαν ἄπαντας λατρεύειν τη Τριάδι˙ διὸ οι φωτισθέντες πρὸς αὐτοῦς βοῶμεν.

Χαῖρετε, θείοι Ποιμενάρχαι Κυρίου˙
Χαῖρετε στύλοι Εκκλησίας Δεσπότου.
Χαῖροις, Ιεραρχών χορός ο φανώτατος˙
Χαῖροις, Διδασκάλων όμιλος ο λαμπρότατος.
Χαῖρετε, δένδρα εύκαρπα νοητού Παραδείσου˙
Χαῖρετε, σκεύη εύχρηστα Πνεύματος του Αγίου.
Χαῖρετε, πλουτισταί πενομένων ανθρώπων˙
χαίρετε, πορθμευταί πλήθους των σωζομένων.
Χαῖρετε, πυρσοί της του βίου θαλάσσης˙
Χαῖρετε, πηγαί βλύζοντες τας ιάσεις.
Χαῖρετε, δι’ ών αιρετικών γλώσσαι ησθένησαν˙
Χαῖρετε, εφ’ ων δυσσεβών τόξα ητόνησαν.

Χαῖρετε Πάντες Άγιοι.

Κλέος τῶν Ὀρθοδόξων, Ἰεράρχαι Κυρίου, εδείχθητε διδάξαντες πάντας˙ τα ὀρθά τὴς εὐσεβείας δόγματα, αἰρετικῶν φληναφίας σβέσαντες, καὶ μυήσαντες ἠμᾶς βοάν ἀπαῦστως τη Τριάδι.

Αλληλούϊα.

Λάμψαντες ὠς φωστήρες, καὶ πυρσοί ἐν τὠ κόσμω, τοῦς πάντες ὀδηγείτε ὀδεύειν, ἐν θαλάσση καὶ χέρσω Ἄγιοι, καὶ λυτρούσθε πάντας ἐκ δεινῶν καὶ συμφορῶν, διο ἠμῖν βοῶμεν, ἐπαξίως ταῦτα.

Χαῖρετε, φίλοι πιστοί Κυρίου˙
Χαῖρετε, δούλοι κοινού Δεσπότου.
Χαῖρετε, πιστοῖς σωτήρες ὐπάρχοντες˙
Χαῖρετε, καμνόντων ἰατροί χρηματίζοντες.
Χαῖρετε, ὠς πληρώσαντες τῶν Ἀγγέλων τοῦς χορούς˙
Χαῖρετε, ὠς πηγάζοντες ἰαμάτων ποταμοῦς.
Χαῖρετε, φωστήρων δίκην κόσμον φάναντες˙
Χαῖρετε, ἀστέρες οὐρανῶν καταυγάζοντες.
Χαῖρετε, πιστῶν Ἐκκλησίας βάσις ἄσειστος˙
Χαῖρετε, εὐσεβείας κρηπίς ὴ ἀσάλευτος.
Χαῖρετε, ὀδηγούντες πλανωμένους Κυρίω˙
Χαῖρετε, ἐντρυφῶντες Παραδείσου πρὸς πλάτος.

Χαῖρετε Πάντες Άγιοι.

Μέλλοντος τοῦ Δεσπότου ἐνδημήσαι τὠ κόσμω, Προφήτας προαπέστειλε τούτω καὶ χορόν Ἀποστόλων ἀγαγῶν, ἐπεσπάσαντο Μαρτύρων καὶ Ὀσίων τοῦς χορούς ἄπαντας, τὴν ἄνω Ἐκκλησίαν δι’ αυτῶν πληρώσας τοῦ βοάν ἀπαῦστως

Αλληλούϊα.

Νέας χάριτος ὤφθη, Ιωάννης μεσίτης, ὸ Πρόδρομος καὶ ἀρχή μονοτρόπων˙ ἀλείπτης καὶ κανῶν τῶν ἀσκητῶν ἐδείκνυτο, ἐν οἴς διέλαμψαν Αντώνιος, σῦν τοῖς λοιποίς πρὸς οὔς βοῶμεν.

Χαῖροις, χορός ἀσκητῶν ὸ πανάριστος˙
Χαῖροις, πληθύς Ὀσίων ὴ πάντιμος.
Χαῖρετε, Ἀγγέλων μιμηταί καὶ εφάμιλλοι˙
Χαῖρετε, ανθρώπων οδηγοί και σωτήριοι.
Χαῖρετε, Νόων τὸν χορόν συμπληρούντες˙
Χαῖρετε, δαιμόνων τὴν πληθύν τραυματούντες.
Χαῖρετε, ὄτι τα ουράνια συνηνώσατε τη γὴ˙
Χαῖρετε, ὄτι τα επίγεια ἐλογίσασθε πηλόν.
Χαῖρετε, ὠς χοῦν τὸν χρυσόν ηγησάμενοι˙
Χαῖρετε, Χριστόν αντί πάντων κτησάμενοι.
Χαῖρετε, τὴς ερήμου τα τερπνότατα κρίνα˙
Χαῖρετε, Παραδείσου τα πανεύοσμα ρόδα.

Χαῖρετε Πάντες Άγιοι.

Ξένον βίον ἐν κόσμω τῶν Ὀσίων ο δήμος, διήνυσε καὶ ξένην ἀνθρώποις ὀδόν καὶ ἄτριπτον ἔδειξε, τὴν ἄγουσαν πρὸς πλάτος Παραδείσου, καὶ σωτηρίας πρόξενον, ἠν ἠμεῖς εφεπόμενοι ἴχνεσιν αυτῶν βαίνοντες, βοῶμεν ούτως.

Αλληλούϊα.

Ὀλος ἤλθεν ἐξ  ὔψους, τὴν θεότητα ἔχων, Πατρός ο προαιώνιος Λόγος, καὶ τα ἔθνη πάντα προσκαλῶν ἐκ σκότους πρὸς φῶς, ανέδειξεν Αγίων δήμους λαμπροῦς˙ οὔς ἀνευφημούντες βοῶμεν.

Χαῖροις, Δικαίων πληθύς  η τιμία˙
Χαῖροις, Προφητών ξυνωρίς η αγία.
Χαῖρετε,  Απόστολοι των ανθρώπων πρεσβευταί˙
Χαῖρετε, Διδάσκαλοι αλιέων μαθηταί.
Χαῖρετε, Αθλοφόρων αναρίθμητος στρατός˙
Χαῖρετε, των Οσίων αξιέπαινος χορός.
Χαῖρετε, πάντων των Δικαίων το πλήθος˙
Χαῖρετε, των θείων Γυναικών το στίφος.
Χαῖρετε, Αγγέλων συμπολίται και σύσκηνοι˙
Χαῖρετε, δαιμόνων δραπέται και αντίμαχοι.
Χαῖρετε, ημών προστάται και καύχημα˙
Χαῖρετε, παντός του κόσμου διάσωμα.

Χαῖρετε Πάντες  Άγιοι.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη ὀρῶσα, πρὸς πάλην τοῦς Αγίους χοροῦντας, δυσμενῶν ασάρκων  πονηρῶν˙ καὶ Χριστοῦ νευρούμενοι δυνάμει, συμπατούντας τούτους, καὶ νίκης στέφος αίροντος, σῦν τούτοις ἤδον.

Αλληλούϊα.

Ρήτορας πολυφθόγγους, ἀπεστόμισεν ὄντως χορόν ὸ τῶν Αγίων Πάντων, καὶ ὠς αφῶνους ιχθύας ἀπέδειξε  τοῦ Παρακλήτου χάριτι ρητορεύοντας, το ἄφραστον μυστήριον, Θεοῦ ἐνανθρωπήσεως, διο βοῶμεν.

Χαῖρετε, φέγγος ηλίου ἀδύτου˙
Χαῖρετε, θεία ὄργανα Παρακλήτου.
Χαῖρετε, Ἐλλήνων μωρίαν ελέγξαντες˙
Χαῖρετε, ἀθέων ἀσέβειαν σβέσαντες.
Χαῖρετε, ειδῶλων τεμένη τεφρώσαντες˙
Χαῖρετε, ναοῦς Κυρίω δομήσαντες.
Χαῖρετε, Ναοί Τριάδος υπάρξαντες˙
Χαῖρετε, Χριστοῦ ποθητοῖ χρηματίσαντες.
Χαῖρετε, εὐσεβούντων κέρας οι ἀνυψούντες˙
Χαῖρετε, ἀσεβούντων ὀφρύν καταβαλόντες.
Χαῖρετε, πρεσβευταί τῶν ἠμᾶς εὐφημούντων˙
Χαῖρετε, λυτρωταῖ τῶν ἠμῖν μελωδούντων.

Χαῖρετε Πάντες Άγιοι.

Σῶσαι θέλων τοῦς πάντας, ὸ Σωτήρ ἐκ τὴς πλάνης, κατήλθεν ἐν τὠ κόσμω αφ’ ὔψους, καὶ Ἀγίων απάντων συμπληρῶν τὸν χορόν, ἀκούει παρά πάντων οῦτως.

Αλληλούϊα.

Τείχος τῶν Ὀρθοδόξων, καὶ ἀπόρθητοι πύργοι, ἐφάνητε Ἀγίων οι δήμοι˙ διὸ οι καταφεύγοντες πρὸς ἠμᾶς φρουρούμεθα, καὶ λύτρωσιν ευράμενοι τὴς τῶν ἐχθρῶν βλάβης, γεραίροντες ἠμᾶς βοῶμεν.

Χαῖρετε, ρύσται τῶν εὐσεβούντων˙
Χαῖρετε, σῶσται κινδυνευόντων.
Χαῖρετε, ἀστέρες νοητοῦ στερεώματος˙
Χαῖρετε, φωστήρες οικουμένης θεόσδοτοι.
Χαῖρετε, ἀστραπαί διελθόντες τὴν κτίσιν˙
Χαῖρετε, προμηθευταί πρὸς τᾶς ἄνω σκηνώσεις.
Χαῖρετε, τῶν θαυμάτων πελαγίζοντες ρείθρα˙
Χαῖρετε, νοσημάτων ἐκδιώκοντες κλείθρα.
Χαῖρετε, πεινόντων οι τροφοί καὶ θαλπήριοι˙
Χαῖρετε, καχεκτούντων ἰατροί καὶ σωτήριοι.
Χαῖρετε, οι πνευμάτων πονηρίας διῶκται˙
Χαῖρετε, δόξης τοῦ Κυρίου ἐπόπται.

Χαῖρετε Πάντες Άγιοι.

‘’Υμνον σοι Θεοῦ Λόγε, στόματος ἐκ πηλίνου, προσφέρομεν τολμῶντες ἐκ πόθου ὄτι ἀνεπαισχύντους ἠμῖν πρεσβευτάς, ἐδωρήσω τοῦς Ἀγίους ἄπαντας, πιστῶς σε θεραπεύσαντας, καὶ δι’ αυτῶν οικτείρεις ἄπαντας, τοῦς σοι βοῶντας

Αλληλούϊα.

Φωτοπάροχον αἴγλην, ὸ χορός τῶν Ἀγίων, αὐγάζει τοῖς ἀνθρώποις πλουσίως, τὠ γὰρ φωτί τὴς τρισηλίου αἴγλης πυρσευόμενος, ἀντανακλώσας πέμπει τας αὐγάς, τοῦ τρισηλίου ἀμαρύγματος˙ διο οι φωτισθέντες δι’ αυτῶν βοῶμεν.

Χαῖροις, Ασωμάτων ο χορός˙ ο υπέρλαμπρος˙
Χαῖροις, Αρχαγγέλων τριάς η θεόλεκτος.
Χαῖροις, των Δικαίων πληθύς η θεοσύλλεκτος˙
Χαῖροις, Προφητών όμιλος θεοδόξαστος.
Χαῖροις, Αποστόλων δωδεκάς η θεόφθογγος˙
Χαῖροις, η δεκάς των επτά θεοπρόβλητος.
Χαῖροις, Αθλοφόρων ακατάπληκτος στρατός˙
χαίροις, Ομολογησάντων καρτερόψυχος λογάς.
Χαῖρετε, θείοι Ιεράρχαι Κυρίου˙
Χαῖρετε, πάντες Ιερείς του Υψίστου.
Χαῖρετε, Γυναίων αθλησάντων κατάλογος˙
Χαῖρετε, Οσίων Ασκητών η ομήγυρις.

Χαῖρετε Πάντες Άγιοι.

Χάρις τὠ Εὐεργέτη καὶ ἠμῶν Κηδεμόνι, τὠ δείξαντι Ἀγίων τοῦς δήμους, δι’ αυτῶν γὰρ πᾶς πιστός σέσωσται, καὶ παρρησίαν πρὸς αυτόν εὐρίσκομεν, οι ἐν ἀμαρτίαις υπεύθυνοι αυτῶ βοῶντες.

Αλληλούϊα.

Ψάλλοντές σοι τὸν ὔμνον, εὐφημούμεν ἐκ πόθου, το κράτος σου Θεοῦ Λόγε ὄτι ὠς ἤλιος λαμπρός, αυτός φαίνων μέσον, καὶ ὠς ἀστέρας φαεινούς, τοῦς σοῦς Αγίους ἔδειξας, πρὸς οὔς βοῶμεν.

Χαῖρετε, Νόων αΰλων Δυνάμεις˙
Χαῖρετε, θείων Ἀρχαγγέλων τάξεις.
Χαῖρετε, Προφήται τοῦ Νόμου υπέρμαχοι˙
Χαῖρετε, Δίκαιοι, εὐσεβείς οι πρόβολοι.
Χαῖρετε, Ἰεράρχαι Ὀρθοδόξων Διδάσκαλοι˙
Χαῖρετε, ὄσιοι μετανοίας συνήγοροι.
Χαῖρετε, Γυναίων αι γενναίως ἀθλῆσασαι˙
χαίρετε, τοῦτων αι οσίως ἀσκήσασαι.
Χαίρετε, φίλοι ποθητοί Θεοῦ Λόγου˙
χαίρετε, μῦσται καὶ επόπται Κυρίου.

Χαῖρετε Πάντες Άγιοι.

Ώ Πανύμνητε Μήτερ, σῦν ταῖς ἄνω Δυνάμεσι, καὶ πᾶσι τοῖς Αγίοις Κυρίου (εκ γ’), δεξαμένη τῆν νῦν προσφοράν, από πᾶσης ρύσαι συμφοράς ἄπαντας, καὶ αιωνίου λύτρωσαι κολάσεως, τοῦς Θεῶ βοῶντας˙

Αλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον.
Ἤχος πλ. δ’. Τὴ ὐπερμάχω.

Τῶν ἀσωμάτων λειτουργών πιστοί τα τάγματα˙ καὶ Προφητῶν σεπτόν χορόν ἀνευφημήσωμεν. Ἀποστόλους ὀμοῦ καὶ Μάρτυρας τοῦς γενναίους, ιεράρχας καὶ Ὀσίους, σεμνά Γύναια, καὶ απάντων τῶν Αγίων καὶ κατάλογον ἀνακράζοντες˙


Χαῖρετε Πάντες Άγιοι.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης