Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Ειρήνην Empty Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Ειρήνην

Την / Το Σαβ Οκτ 05, 2019 1:06 pm
Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Ειρήνην

Ποίημα Σεβασμ. Μητροπολίτου Ρόδου Κυρίλλου
Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Ειρήνην Irini10

Κοντάκιον.
Ήχος πλ. δ’. Τη Υπερμάχω…

Ὠς εἰρηνώνυμον Χριστοῦ Παρθενομάρτυρα, ἀνευφημούμέν σε πιστῶς ἐν ὔμνοις πάντοτε, μαρτυρίου σου κηρύττοντες τοῦς αγώνας. Άλλ’ ὠς ἔχουσα συμπάθειαν ἀπύθμενον, τὴς ειρήνης τα δωρήματα πρυτάνευσον, τοῖς βοῶσι σοι˙
Χαῖροις Μάρτυς πολύαθλε.

Ἄγγελοι ἐν ὐψίστοις, ὔμνοις ἐπινικίοις, κροτούσι τα γενναία σου άθλα, (εκ γ’) κάτω δ’ ἠμεῖς οι χοϊκοί, δεδοξασμένην Ειρήνη τοῖς θαύμασιν, ορῶντες σε κραυγάζομεν, ἐν ψυχική ἀγαλλιάσει˙

Χαῖρε δι’ ης ὸ Θεός ὐμνήθη˙
Χαῖρε δι’ ἠς ὸ Σατάν ἠττήθη.
Χαῖρε Ἀποστόλων Ἀγίων ομόζηλος˙
Χαῖρε Ἀθλοφόρων ἐνδόξων ομότροπος.
Χαῖρε σκήνωμα ευρύχωρον ἀρετών θεουργικῶν˙
Χαῖρε οἴκημα πανάριστον δωρεῶν μαρτυρικῶν.
Χαῖρε ὄτι υπήλθες μαρτυρίου τὸν δρόμον˙
Χαῖρε ὄτι ανήλθες πρὸς ουράνιον δόμον.
Χαῖρε Περσίας ἄνθος μυρίπνοον˙
Χαῖρε Μαρτύρων ρόδον ηδύπνοον.
Χαῖρε δι’ ης ἐδοξάσθη ὸ Λόγος˙
Χαῖρε δι’ ἠς ἐκηρύχθη ὴ χάρις.

Χαῖροις Μάρτυς πολύαθλε.

Βλάστημα ἀνεφύης, ἀσεβούς ριζουχίας, ἐν χώρα της Περσίδος Ειρήνη, άλλ’ εὐσεβείας ἐν Χριστῶ, καρποφορίαν ηδίστην εξήνεγκας, γεωργηθείσα χάριτι, πρὸς εὐφροσύνην τῶν βοῶντων˙

Ἀλληλούϊα.

Γνῶσεως ἀληθείας, δι’ οράματος ξένου, τὴν χάριν ὐπεδέξω Ειρήνη, καὶ τῶν βαρβάρων τοῦς θεοῦς, ἐν θεοσόφω νοΐ καταλείψασα, Χριστῶ κατηκολούθησας˙ διόπερ παρ’ ἠμῶν ἀκούεις˙

Χαῖρε τὸ σέλας τὴς παρθενίας˙
Χαῖρε τὸ κέρας τὴς ευσθενείας.
Χαῖρε μαρτυρίου τὸν δρόμον τελέσασα˙
Χαῖρε Παραδείσου τὸ πλάτος οικήσασα.
Χαῖρε ότι ἐμεγάλυνας δι’ ἀθλήσεως Χριστόν˙
Χαῖρε ὀτι κατετρόπωσας τὀν αλάστορα ἐχθρόν.
Χαῖρε ὀμολογίας θεοβράβευτον ἔρκος˙
Χαῖρε θεοσεβείας θεοχάλκευτον ξίφος.
Χαῖρε κρατήρ ναμάτων τἠς χάριτος˙
Χαῖρε πρηστήρ κακίας του χείρονος.
Χαῖρε πτηνόν οὐρανίου ειρήνης˙
Χαῖρε δορκάς αιωνίου γαλήνης.

Χαῖροις Μάρτυς πολύαθλε.

Δύναμιν καὶ σοφίαν, οὐρανόθεν λαβοῦσα, απέσεισας Περςῶν τἠν απάτην, καἰ συνετάγης τῶ λουτρῶ, τοῦ παναγίου Ειρήνη Βαπτίσματος, Χριστῶ τῶ σε καλέσαντι, ὠ καὶ εβόας γηθοσύνως˙

Ἀλληλούϊα.

Ειρηνεύσασα Μάρτυς, ἀληθώς τὴ καρδία, Θεοῦ τη ἀληθή ἐπιγνώσει, δι’ Ἀγγέλου υψόθεν φωνής, το τὴς ειρήνης επλούτησας ὄνομα, σὴν χάριν προσημαίνουσα, τοῖς εὐσεβῶς σοι μελωδοῦσι˙

Χαῖρε ὴ δόξα τὴς εὐσεβείας˙
Χαῖρε ὴ πτῶσις τῆς ἀσεβείας.
Χαῖρε καθαρά τη καρδία καὶ ἄμωμος
Χαῖρε κραταιά τὴ ἀθλήσει καὶ ἔνδοξος.
Χαῖρε ξόανα συντρίψασα δυσσεβείας εὐκλεῶς˙
Χαῖρε τρόπαια ἐγείρασα μαρτυρίου ἀνδρικῶς.
Χαῖρε ὄτι απῶσω τᾶς ἐν κόσμω αξίας˙
Χαῖρε ὄτι εγεύσω τη Θεοῦ βασιλείας.
Χαῖρε Περσών κακίαν ελέγξασα˙
Χαῖρε αὐτοῖς τὴν χάριν κηρύξασα.
Χαῖρε ἐχθροίς νοητοῖς προσπλακείσα˙
Χαῖρε Χριστῶ μυστικῶς νυμφεφθείσα.

Χαῖροις Μάρτυς πολύαθλε.

Ζήλω ἐπτερωμένη, τῆς Θεοῦ ἀληθείας, διήλεγξας ειδῶλων το ψεύδος, καὶ μυθουργίας μαγικάς, ἐν Παρακλήτου σοφία κατήσχυνας, Ειρήνη μεγαλώνυμε, τοῖς ἔργοις τῶ Θεώ βοῶσα˙

Ἀλληλούϊα.

Η λαμπρά ἔνστασίς σου, τῶν ειδῶλων τὴς πλάνης, θεμέλια εσάλευσε Μάρτυς, καὶ τὴς λατρείας τῶν Περσών, το πυρ Ειρήνη απέσβεσε τέλεον˙ διόπερ προτρεπόμεθα, ἐν κατανύξει μελωδείν σοι˙

Χαῖρε το σφάγιον του Κυρίου˙
Χαῖρε το θύμα του αθλοθέτου.
Χαῖρε απειλών ευσεβώς αλογήσασα˙
Χαῖρε αικισμούς ανδρικώς υπομείνασα.
Χαῖρε στόμα το γλυκύλαλον της κενώσεως Χριστού˙
Χαῖρε γλώσσα η θεόπνευστος της Θεότητος αυτού.
Χαῖρε ότι αγίαν πολιτείαν μετήλθες˙
Χαῖρε ότι αικίας επωδύνους υπήλθες.
Χαῖρε λαμπάς αείφωτος γνώσεως˙
Χαῖρε κρηπίς ατίνακτος πίστεως.
Χαῖρε πατρός την απάτην φυγούσα˙
Χαῖρε ειδώλων το ψεύδος λιπούσα.

Χαίρε Μάρτυς πολύαθλε.

Θῦσαι θεοίς ματαίοις, μη πεισθείσα Ειρήνη, πατρός σου τὴν μανίαν υπέστης, άλλ’ ἐσυνέτισας αὐτόν, τερατουργίαις τῶν θείων θαυμάτων σου, καὶ ἀληθείας ρήμασι, κατηύγασας αὐτόν βοῶσα˙

Αλληλούϊα.

Ίσχυσας δυναστεία, τοῦ Σταυροῦ Ἀθληφόρε, πρὸς πάλην μαρτυρίου χωρήσαι, καὶ ἐν αυτή ἀνδροπρεπώς, ὤσπερ στρουθίον οικτρόν κατεπάτησας, ἐχθρόν τὸν ἀνθρωπόλεθρον˙ διο βοῶμεν σοι τοιαύτα˙

Χαῖρε κυπάρισσος ἀφθαρσίας
Χαῖρε κιννάμωμον παρρησίας.
Χαῖρε οὐρανίου ειρήνης επῶνυμε˙
Χαῖρε θεϊκής ευκληρίας συνέστιε.
Χαῖρε βότρυς ὸ παμπέπειρος τὴς αμπέλου τὴς ζωής˙
Χαῖρε θρέμμα τὸ εξαίσιον τὴς αυλής τὴς λογικής.
Χαῖρε ὄτι υπάρχεις Ὀρθοδόξων ευχέτης˙
Χαῖρε ὄτι τυγχάνεις εὐσεβῶν ποδηγέτης.
Χαῖρε ἀγνείας οίκος θεόδμητος˙
Χαῖρε σοφίας σκεύος θεότευκτον.
Χαῖρε ἐχθρῶν τοῦ Σταυροῦ καθαιρέτις˙
Χαῖρε στρατείας Χριστοῦ στεφανίτις.

Χαῖροις Μάρτυς πολύαθλε.

Κόσμου ὠραιοτήτων, ἀλογήσασα πάντων, ὠς ὄντων φθειρομένων Ειρήνη, τοῖς ἀλγηδόσι τὴς σαρκός, καὶ προχοαίς τῶν ἀγίων αιμάτων σου, μαρτυρικόν εξύφανας, σαυτή ιμάτιον βοῶσα˙

Αλληλούϊα.

Λάμπουσα ὐπέρ λόγον, μυστική φωταυγεία, τὴς σὴς ὀμολογίας Ειρήνη, τῶν προσκυνούντων αναιδῶς, πύρ τὸ υλῶδες σεμνή καὶ τὸν ἤλιον, τὸ σκότος διεσκέδασας˙ διο νῦν παρ’ ἠμῶν ἀκούεις.

Χαῖρε συνόμιλος τῶν ἀγγέλων˙
Χαῖρε συνέστιος τῶν Μαρτύρων.
Χαῖρε ὴ ανδρεία φανείσα ἐν ἄθλοις σου˙
Χαῖρε ὴ γενναία δειχθείσα ἐν πόνοις σου.
Χαῖρε ὄτι ἐγεώργησας μαρτυρίου τοῦς καρποῦς˙
Χαῖρε ὄτι ανεβλάστησας ἀγιότητος βλαστοῦς.
Χαῖρε τὴς ἀληθείας ὴ θεόφθογγος σάλπιγξ˙
Χαῖρε τὴς νουθεσίας ὴ γλυκύτατος φόρμιγξ.
Χαῖρε λαμπρά κινύρα τὴς γνῶσεως˙
Χαῖρε φαιδρά κιθάρα τὴς πίστεως.
Χαῖρε Θεοῦ γεωργίας ὸ στάχυς˙
Χαῖρε Χριστοῦ εὐδοκίας ο βότρυς.

Χαῖροις Μάρτυς πολύαθλε.

Μένεος πληρωθέντες, κατά σου Ἀθληφόρε, τὴς πλάνης οι δεινοί νεωκόροι, πᾶσαν ιδέαν απηνῶς, δεινῶν βασάνων Ειρήνη μετήλθοσαν, ἐν τῶ πηλίνω σκεύει σου, ὠς μη εἰδότες Θεώ ψάλλειν˙

Αλληλούϊα.

Νευρουμένη Ειρήνη, θεϊκή δυναστεία, υπήνεγκας βασάνων ἐφόδους, πορευομένη τὴν οδόν, τοῦ μαρτυρίου καὶ κέντρα συντρίβουσα, τὴς ἀθεΐας ἔνδοξε˙ διὸ σοι ἄδομεν προθῦμως˙

Χαῖρε ειρήνης τὸ πρυτανείον˙
Χαῖρε αγῶνων τὸ αριστείον.
Χαῖρε ρωμαλέου φρονήματος τέμενος˙
Χαῖρε ψυχικής καρτερίας ἀνάκτορον.
Χαῖρε ἀηδῶν συνάρσεως μέλος μέλπουσα καλόν˙
Χαῖρε χελιδῶν ἀγνότητος ἄσμα ἄδουσα τερπνόν.
Χαῖρε ὄτι απῶσω βασιλέων θωπείας˙
Χαῖρε ὄτι ἠρνήσω ἀσεβῶν κολακείας.
Χαῖρε δι’ ης ὴ πίστις δεδόξασται˙
Χαῖρε δι’ ης ὴ πλάνη κατήργηται.
Χαῖρε ζωής πρυτανεύουσα χάριν˙
Χαῖρε παθῶν ἀπελαύνουσα ζάλην.

Χαῖροις Μάρτυς πολύαθλε.

Ξέσεις τοῦ σώματος σου, τᾶς φρικτάς μαστιγώσεις, ἀπάντων τῶν μελών τᾶς στρεβλώσεις, καὶ τοῦ  θανάτου τὸ πικρόν, ἀγλλωμένη καρδία υπέμεινας, Χριστῶ ἀνατενίζουσα, Μάρτυς Ειρήνη καὶ βοῶσα˙

Αλληλούϊα.

Όλη ἠγλαϊσμένη, αίγλη τοῦ Παρακλήτου, ἐπέφανας λαῶ τῶ ἐν σκότει˙ φῶς γὰρ ὠς ἔφη ὸ Χριστός, Μάρτυς Ειρήνη εγένου τοῖς ἄθλοις σου, καὶ τοῖς φρικτοῖς σου θαύμασι, πρὸς σωτηρίαν τῶν βοῶντων˙

Χαῖρε το δρέπανον της απάτης˙
Χαῖρε το έσοπτρον της αγάπης.
Χαῖρε ανεσπέρου φωτός η σελάγησις˙
Χαῖρε αθεΐας ανδρών η κατάργησις.
Χαῖρε άμπελος κυπρίζουσα ευτολμίας σταθηράς˙
Χαῖρε δένδρον αγλαόκαρπον ευψυχίας κραταιάς.
Χαῖρε η του Νυμφίου πόθω κατατρωθείσα˙
Χαῖρε η μαρτυρίου σκάμμασι δοξασθείσα.
Χαῖρε εικών αγνείας θεόγραφος˙
Χαίρε αστήρ σοφίας πολύφωτος.
Χαῖρε λιμήν των εν ζάλη του βίου˙
Χαῖρε φωστήρ των εν σκότει κακίας.

Χαῖροις Μάρτυς πολύαθλε.

Πᾶσαι τῶν Ἀσωμάτων, κατεπλάγησαν τάξεις, ὀρώσαι σου Ειρήνη τοῦς ἄθλους˙ ἐν ρώμη γὰρ μαρτυρική, το τὴς ψυχής σου δοκίμιον δείξασα, υπέρ χρυσίον ἔλαμψας, καὶ σάπφειρον ἀναβοῶσα˙

Αλληλούϊα.

Ρεύματα ἀπιστίας, τῶν αιμάτων σου ρείθροις, ἐξήρανας τελείως Ειρήνη, καὶ ἐν αὐτοίς πανστρατιάν, τοῦ νοητοῦ Φαραῶ κατεβύθισας, ολέθρου πλάνης σώζουσα, λαόν πολύν κραυγάζοντας σοι˙

Χαῖρε τὸ βλάστημα τὴς Περσίας˙
Χαῖρε τὸ κλέος τὴς Εκκλησίας.
Χαῖρε ὴ χρηστότητι βίου ἐκλάμψασα˙
Χαῖρε ὴ λαμπρότητι ἄθλων ἐμπρέψασα.
Χαῖρε ὄτι ἐθριάμβευσας μυριάδας δυσμενῶν˙
Χαῖρε ὄτι κατετρόπωσας παρατάξεις ἀσεβῶν.
Χαῖρε μυθοπλασίας περσικής καθαιρέτις˙
Χαῖρε τερατουργίας δυσσεβούς ἀναιρέτις.
Χαῖρε πηγή θαυμάτων αείρρυτος˙
Χαῖρε λειμών χαρίτων μυρίπνοος.
Χαῖρε ροή σωτηρίων ναμάτων˙
Χαῖρε βροντή αληθείας ρημάτων.

Χαῖροις Μάρτυς πολύαθλε.

Σύριγγας ἀσεβείας, καὶ αυλούς ἀπωλείας, εφίμωσας τὴς πλάνης Ειρήνη, τοῦ μαρτυρίου ἐν καιρώ, ὠς χελιδῶν καλλικέλαδος πίστεως, το ἄσμα μελωδήσασα, τοῦ Λυτρωτοῦ ὠ ἐκβοῶμεν˙

Αλληλούϊα.

Την αγίαν σου κάραν, ἐκτμηθείσαν τὠ ξίφει, κελεύσματι αθέου τυράννου, ὔπνωσας ὔπνον ζωηρόν, καὶ πρὸς ζωήν μετετέθης αθάνατον, Μάρτυς Ειρήνη τον Θεόν, ιλεουμένη τοῖς βοῶσι˙

Χαῖρε ὸ τύπος τὴς προθυμίας˙
Χαῖρε ὸ λύχνος τὴς εὐσθενείας.
Χαῖρε Παρακλήτου υπέρτιμον σκήνωμα
Χαῖρε οικουμένης περίλαμπρον καύχημα.
Χαῖρε ράδαμνος ηδύπνοος ἀρραγούς ὐπομονής˙
Χαῖρε κέδρος υψικάρηνος χριστοφόρου βιοτής.
Χαῖρε φιλομαρτύρων μυστική δαδουχία˙
Χαῖρε τῶν Ὀρθοδόξων νοητή ευκληρία.
Χαῖρε σαρκός τα πάθη νεκρώσασα˙
Χαῖρε ἐχθρῶν τα στίφη νικήσασα.
Χαῖρε ροπής ἀνθρωπίνης το θαύμα˙
Χαῖρε ψυχῶν θεοφρόνων το χάρμα.

Χαῖροις Μάρτυς πολύαθλε.

‘΄Υμνοις επινικίοις, μαρτυρίου σου ἄθλων, τα τρόπαια ευφήμως κροτούμεν, δι’ ὠν ἐγνωρίσθης τοῖς λαοίς, τὴς εὐσεβείας λαμπάς ουρανόφωτος, καὶ Μάρτυς ισαπόστολος, Χριστοῦ Ειρήνη, ὠ βοῶμεν˙

Αλληλούϊα.

Φῶς οικήσασα θείον, ἐν ζωής τὠ νυμφώνι, παρθένος ὠς φρονίμη Ειρήνη, καὶ τὴς θεώσεως αυγαίς, ὐπερφυώς κατά χάριν ἀστράπτουσα, τὸ φῶς Θεοῦ τὴς γνώσεως, εξαίτει τοῖς ἀναβοῶσι˙

Χαῖρε ὸ στέφανος τῶν Αγίων˙
Χαῖρε ὴ σύνεδρος τῶν Δικαίων.
Χαῖρε ἐκλιπόντων πνοή ουρανόφοιτος˙
Χαῖρε θλιβομένων στοργή θεοδῶρητος.
Χαῖρε ρείθρον χρυσαυγέστατον δωρημάτων ιερῶν˙
Χαῖρε φρέαρ ἀνεξάντλητον χαρισμάτων μυστικῶν.
Χαῖρε ὄτι εστέφθης ἀμαράντω στεφάνω˙
Χαῖρε ὄτι επήρθης νοητόν εἰς νυμφῶνα.
Χαῖρε δι’ ἠς πιστοί ἐπαγάλλονται˙
Χαῖρε δι’ ἠς ἐχθροί φυγαδεύονται.
Χαῖρε παγίδων τὴς πλάνης φυγούσα˙
Χαῖρε χαράς τὴς αψεύστου τυχούσα.

Χαῖροις Μάρτυς πολύαθλε.

Χάριν θείων θαυμάτων, ουρανόθεν λαβούσα παρέχεις τας διττάς ιατρείας, και απελαύνεις μολυσμόν, παθών παντοίων Ειρήνη πανεύφημε, τοις τω Ναώ σου σπεύδουσι, και ψάλλουσι Θεώ αισίως˙

Αλληλούϊα.

Ψάλλουσα ἐν ὐψίστοις, τὴς ειρήνης τὸν ὔμνον, Ἀγγέλων συν αΰλων χορείαις, καὶ παρεστώσα εὐκλεῶς ,τὠ Βασιλεί τὴς ειρήνης φερώνυμε, ειρήνην ἀστασίαστον, αῖτει τοῖς κράζουσι τοιαύτα˙

Χαῖρε τὸ ρείθρον τὴς συμπαθείας˙
Χαῖρε ὴ βρύσις τὴς εὐσπλαχνίας.
Χαῖρε σατραπείας ἀθέων κατάπτωσις˙
Χαῖρε ἀσεβείας Ελλήνων καθαίρεσις.
Χαῖρε εὔχος περιλάλητον ευλαβῶν μοναστριών˙
Χαῖρε ἄγιον ἐντρύφημα τῶν τιμῶντων σε πιστῶν.
Χαῖρε ὄτι χιτώνα τὸν λαμπρόν ἐνεδύσω˙
Χαῖρε ὄτι τὴν θέαν τοῦ Χριστοῦ ἐθεάσω.
Χαῖρε βροτῶν σεπτόν ἐγκαλλώπισμα˙
Χαῖρε πιστῶν λαμπρόν σεμνολόγημα.
Χαῖρε δι’ ἠς ιατρεύονται νόσοι˙
Χαῖρε δι’ ἠς θεραπεύονται πάθη.

Χαῖροις Μάρτυς πολύαθλε.

Ώ θεόφρον Ειρήνη, ειρηνώνυμε Μάρτυς Μαρτύρων ὴ φαιδρά ευκοσμία, (εκ γ’) τᾶς εφυμνίους  εὐμενῶς, ταύτας ὠδάς ἰκετεύομεν πρόσδεξαι, βραβεύουσα τὴν χάριν σου, ἠμῖν τοῖς εὐσεβῶς βοῶσιν˙

Αλληλούϊα.

Και πάλιν το Κοντάκιον.
Ήχος πλ. δ’. Τη Υπερμάχω…

Ὠς εἰρηνώνυμον Χριστοῦ Παρθενομάρτυρα, ἀνευφημούμέν σε πιστῶς ἐν ὔμνοις πάντοτε, μαρτυρίου σου κηρύττοντες τοῦς αγώνας. Άλλ’ ὠς ἔχουσα συμπάθειαν ἀπύθμενον, τὴς ειρήνης τα δωρήματα πρυτάνευσον, τοῖς βοῶσι σοι˙
Χαῖροις Μάρτυς πολύαθλε.

Δίστιχον.

Κύριλλος θῦτης κραυγάζει σοῖ τὸ Χαῖρε
Μάρτυς Ειρήνη τὸ κλέος σου γεραίρων.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης