Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Μυροβλύτη Empty Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Μυροβλύτη

Την / Το Τετ Οκτ 09, 2019 10:12 am
Παρακλητικός Κανών εις τον Όσιον Θεοφόρον Πατέρα ημών Νείλον τον Μυροβλύτην

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Μυροβλύτη Osiosn10
Εορτάζετε 12 Νοεμβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ᾿. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς δοξασθεὶς παρὰ Θεοῦ ἐπαξίως, αὐτὸν δυσώπει ἐκτενῶς Πάτερ Νεῖλε, ἁμαρτιῶν συγχώρησιν δωρήσασθαι, καὶ παθῶν τὴν ἴασιν, καὶ παντοίων κινδύνων, τὴν ταχεῖαν λύτρωσιν, καὶ χαρὰν καὶ εἰρήνην, τοῖς τῷ ναῷ σου σπεύδουσι θερμῶς, καὶ ἐξαιτοῦσι, τὴν θείαν πρεσβείαν σου.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.


Ψαλμός Ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Ἔσο ἡμῖν προστάτης ὦ Νεῖλε. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Ἐπίβλεψον ὄμματι ἱλαρῷ, Νεῖλε θεοφόρε, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ προστασίᾳ Μυροβλύτα, καὶ τὰς αἰτήσεις ἡμῶν Πάτερ πλήρωσον.

Σωμάτων ὀδύνας τὰς χαλεπάς, καὶ ψυχῶν τὰς θλίψεις, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, θεράπευσον Νεῖλε Μυροβλύτα, τῶν προσιόντων πιστῶς τῇ σῇ χάριτι.

Ὀλόφωτος Πάτερ ὥσπερ ἀστήρ, τῇ σῇ ἐπιλάμψει, τῶν παθῶν μου τὸν σκοτασμόν, διάλυσον Νεῖλε θεοφόρε, καὶ εὐρωστίας μοι φῶς θεῖον αὔγασον.

Θεοτοκίον.
Ἡ μόνη τεκοῦσα ὑπερφυῶς, τὸν πάντων Δεσπότην, ἀναπλάττοντα τὸν Ἀδάμ, Κεχαριτωμένη Θεοτόκε, τῆς τοῦ ἐχθροῦ με κακίας ἁπάλλαξον.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μυριπνόοις ὀδμαῖς σου, ὡς ἀληθῶς Ὅσιε, οἷα θαυμαστὸς Μυροβλύτης, τοῦ Παντοκράτορος, πόῤῥω ἀπέλασον, τὴν τῶν παθῶν δυσωδίαν, Νεῖλε τὴν συνέχουσαν, ἡμᾶς καὶ θλίβουσαν.

Ἴδε Πάτερ ὑψόθεν, ἐν πατρικῷ βλέμματι, τοὺς τῷ σῷ ναῷ προσελθόντας, ψυχῆς θερμότητι, καὶ δίδου ἅπασιν, χάριν, ὑγείαν καὶ ῥῶσιν, καὶ πᾶν ἄλλο δώρημα, Νεῖλε οὐράνιον.

Νέος ἥλιος ὤφθης, ταῖς ἀρεταῖς Ὅσιε, κόσμῳ ἐκ τοῦ Ἄθω ἐκλάμψας, καὶ νέμεις πάντοτε, ἐν ταῖς ψυχαῖς ἡμῶν, φῶς ἀληθοῦς μετανοίας, καὶ ἀκτῖνα χάριτος, θείας χρηστότητος.

Θεοτοκίον.
Παραμύθιον κόσμου, καὶ ἀῤῥαγὲς στήριγμα, καὶ ἁμαρτανόντων προστάτις, τῶν πεποιθότων σοι, δὸς τῇ καρδίᾳ μου, τῇ τεθλιμμένῃ Παρθένε, τῇ σῇ ἀγαθότητι, χάριν καὶ ἔλεος.


Διάσωσον  Ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Προστάτης θερμός, γενοῦ καὶ καταφύγιον, τοῖς πίστει θερμῇ, προστρέχουσι τῇ σκέπῃ σου, αὐτοῖς ἀεὶ δωρούμενος, αἰτημάτων τὴν πλήρωσιν ἄνωθεν, ταῖς πρὸς τὸν Κτίστην θείαις σου λιταῖς, ὦ Νεῖλε Μυροβλυτῶν ἀγλάϊσμα.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα ἑκάστοτε, Πάτερ Νεῖλε τοῖς προσπίπτουσι, τῷ σεπτῷ λειψάνῳ σου ἐκ πίστεως.

Οἱ τῷ θείῳ τεμένει σου, Μυροβλύτα Νεῖλε προθύμως σπεύδοντες, πᾶσαν ὄνησιν κομίζονται, ἐκ τῆς σοὶ δοθείσης Πάτερ χάριτος.

Σωτηρίαν ἐξαίτησαι, καὶ ἀπαλλαγὴν κινδύνων καὶ θλίψεων, καὶ εἰρήνην ἀστασίαστον, Πάτερ τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Θεοτοκίον.
Τῇ ἀῤῥήτῳ κυήσει σου, τὸν Ἀδὰμ ἐῤῥύσῳ τῆς κατακρίσεως· ὅθεν ῥῦσαί με Πανάμωμε, πάσης τοῦ Βελίαρ ἐπιθέσεως.


Ὠδή ε´. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμῖν, δίδου Νεῖλε παμμακάριστε, τῆς εὐνοίας σου τὰς θείας δωρεάς, ὡς ἂν βίον διανύωμεν γαλήνιον.

Τὶς τῷ σῷ ναῷ, καταφεύγων οὐ κομίζεται, ἅπερ ηὔξατο καρδίᾳ ἀληθεῖ; σὺ γὰρ πάντων βοηθὸς πέλει θερμότατος.

Ἤσχυνας ἔχθρόν, τῇ ἀσκήσει σου τὸν ἄσαρκον, οὗ κακίας καὶ μανίας τῆς πικρᾶς, Πάτερ Νεῖλε τοὺς ἱκέτας σου ἀπάλλαξον.

Θεοτοκίον.
Σύντριψον Ἁγνή, τὸν ἐχθρὸν τὸν δολιότροπον, τὸν ἀεὶ ἐπιτιθέμενον ἡμῖν, καὶ τὸν βίον ἡμῶν ἄλυπον περίεπε.


ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
Ὡς πλήρης, τῶν ἐκ Θεοῦ χαρισμάτων, ὡς Κυρίου θεοφόρος θεράπων, πολλὴν πλουτεῖς πρὸς αὐτὸν παῤῥησίαν· ὅθενδυσώπει εἰρήνην δωρήσασθαι, καὶ εὐπραγίαν ἀληθῆ, Πάτερ Νεῖλε τοῖσ σὲ μακαρίζουσι.

Ναῷ σου, τῷ ἱερῷ πᾶσα τάξις, τῶν ἀνθρώπων εὐλαβῶς προσιόντες, καθαγιάζονται Πάτερ προσψαύσει, τοῦ παναγίου λειψάνου σου Ὅσιε, καὶ λύσιν τὴν τῶν δυσχερῶν, τῇ πρεσβείᾳ σου Νεῖλε λαμβάνουσι.

Ἐν πίστει, τὴν φωτοφόρον σου μνήμην, ὁ λαὸς ὁ εὐσεβὴς ἑορτάζει, καὶ πανταχόθεν τῷ θείῳ ναῷ σου, Πάτερ συῤῥέων ὀσμῆς τῆς τοῦ μύρου σου, ἐπισκιάσει σου σεπτῇ, τὰς καρδίας πληροῦται ἐν Πνεύματι.

Θεοτοκίον.
Ἰλύος, τῆς τῶν παθῶν τὴν ψυχήν μου, ἀποκάθαρον τῇ σῇ μεσιτείᾳ, καὶ καθαρὰν αὐτὴν ἔργασαι Κόρη, καθαρτικοῖς τῆς σῆς χάριτος νάμασι, καὶ σῶσόν με ἐκ τῆς φθορᾶς, Θεοτόκε Παρθένε, ὡς εὔσπλαγχνος.


Διάσωσον Ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Ὡς μυροθήκη τῆς θείας χρηστότητος, καὶ εὐωδίας ἀΰλου ἀλάβαστρον, ἡμῶν τὰς ψυχὰς εὐωδίασον, καὶ τῶν σωμάτων τὰς νόσους θεράπευσον, ὦ Νεῖλε Μυροβλῦτα Ὅσιε.

Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον…

Εὐαγγέλιον· κατὰ Ματθαῖον (Κεφ. ια᾿ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σκεῦος εὐωδέστατον, τῆς θεἱκῆς ἐπιπνίας, Μυροβλύτα Ὅσιε, Ὄρους Ἄθω καύχημα ἱερώτατον, χαλεπῶν θλίψεων, ἀναγκῶν παντοίων, νοσημάτων καὶ κακώσεων, ἀτρώτους φύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ δίδου ἡμῖν πάντοτε, ἄλυπον ζωὴν ταῖς πρεσβείαις σου, καὶ πταισμάτων λῦσιν, καὶ πάσης ἁμαρτίας ἀποχήν, τοῖς εὐλαβῶς καταφεύγουσι, Νεῖλε τῇ σῇ χάριτι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Λῦσιν πάσης ἐν βίῳ χαλεπῆς ἐπηρείας καὶ περιστάσεως, χαρὰν δὲ καὶ ὑγείαν, καὶ πᾶσαν εὐλογίαν, ἡμῖν αἴτει ἑκάστοτε, Νεῖλε θεράπων Χριστοῦ, παμμάκαρ Μυροβλῦτα.

Ἐν τῷ θείῳ ναῷ σου, ἐν καιρῷ τῆς ἀνάγκης Πάτερ προσφεύγοντες, λυτρούμεθα ταχέως, τῇ σῇ ἐπιστασίᾳ, ἐπελθούσης στενώσες· ὅτι προστάτην ἡμῶν, πλουτοῦμέν σε καὶ ῥύστην.

Γαληνῶς διανύειν, τὰς ἡμέρας τοῦ βίου ἡμᾶς ἀξίωσον, ἐν πάσῃ εὐπραγίᾳ, καὶ ἀρετῶν τῇ κτήσει, καὶ ἠθῶν κοσμιότητι, τῇ ἀντιλήψει τῇ σῇ, ὦ Μυροβλῦτα Νεῖλε.

Θεοτοκίον.
Ἐξὁδοῦ ἀπωλείας, πρὸς ὁδὸν σωτηρίας Κόρη με ἕλκυσον, καὶ λάμπρυνον τὸν νοῦν μου, φωτὶ τῆς μετανοίας, συμπαθεῖ σου χρηστότητι, ὡς ἂν τοῦ ἄνω φωτός, ἴδω τὰς ἐπιλάμψεις.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ῥείθροις ἐνθέοις, τῶν ἡδυπνόων σου μύρων, εὐωδίασον ἡμῶν τὰς διανοίας, Νεῖλε Μυροβλῦτα, Ὁσίων μέγα κλέος.

Ἀσθενημάτων, καὶ πάσης ἄλλης ἀνάγκης, ἐλευθέρωσον τοὺς πίστει προσιόντας, Νεῖλε Μυροβλῦτα, τῇ θείᾳ σου πρεσβείᾳ.

Σκανδάλων ἅπαν, καὶ πᾶσαν βλάβην καὶ λύπην, ἀποδίωξον ἐξ οἰκιῶν ταχέως, Νεῖλε Μυροβλῦτα, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα ἀποπλύνω, τὸν ῥῦπον τῶν παθῶν μου.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς κρίνον, πάντοτε εὐφραίνεις, τοὺς προσιόντας σοι Νεῖλε ἐκ πίστεως, καὶ τὴν ὀσμὴν τῆς κακίας διώκεις Ἅγιε.

Ὀδύνης τὴν ψυχήν μου, ῥῦσαι ὀλεθρίου, καὶ ῥῶσιν δὸς μοι τῷ σώματι Ὅσιε, καὶ τῷ νοΐ μου τὸν φόβον Νεῖλε τὸν κρείττονα.

Ὑψόθεν μὴ ἐλλείπεις, Πάτερ προστατεύων, τῶν ἀδιστάκτων ψυχῇ προσιόντων σοι, πᾶσι παρέχων ἐν βίῳ τὴν σὴν ἀντίληψιν.

Θεοτοκίον.
Ὑπέρφωτον δοχεῖον, τοῦ Παμβασιλέως, τοῦ προελθόντος ἀφράστως ἐκ μήτρας σου, τὴν σκοτισθεῖσαν ψυχήν μου Παρθένε λάμπρυνον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Μυροβλύτα Νεῖλε σοφέ, ἱερέων δόξα, καὶ Ὁσίων ὑπογραμμός· χαίροις Ὄρους Ἄθω, τὸ παντευῶδες ἄνθος, καὶ πρέσβυς ἡμῶν μέγας, πρὸς τὸν Φιλάνθρωπον.

Ἤσκησας ἐν Ἄθῳ ὑπερφυῶς, καὶ ἐμεγαλύνθης, τῇ τοῦ Πνεύματος δωρεᾷ· μύρα γὰρ εὐώδη, ἀνέβλυσας ὁσίως, ὦ Νεῖλε θεοφόρε, ἀπὸ τοῦ τάφου σου.

Χαίροις μυροθήκη ἡ νοητή, ἀρετῶν ἁγίων, καὶ ἀσκήσεως ἱερᾶς, χαίροις ἡσυχίας, καὶ ἀπαθείας ῥόδον, εὐφραῖνον Πάτερ Νεῖλε, ἡμᾶς τῷ βίῳ σου.

Τοὺς προσερχομένους πίστει θερμῇ, τῷ σεπτῷ ναῷ σου, καὶ προσπίπτοντας εὐλαβῶς, Νεῖλε Μυροβλῦτα, τῷ θείῳ σου λειψάνῳ, ἐξ ἀναγκῶν τοῦ βίου, ἀτρώτους φύλαττε.

Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, ἄφεσιν πταισμάτων, καὶ οὐράνιον χαρμονήν, δίδου Μυροβλῦτα, τοῖς πόθῳ ἐξαιτοῦσι, τὴν θείαν σου πρεσβείαν, πρὸς τὸν Φιλάνθρωπον.

Χαίροις Ἐκκλησίας νέος ἀστήρ, χαίροις Ὄρους Ἄθω, ἐγκαλλώπισμα ἱερόν· χαίροις Ὀρθοδόξων, ὁ ῥύστης καὶ προστάτης, ὦ Νεῖλε Μυροβλῦτα, ἀκιοθαύμαστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Νεῖλε Μυροβλῦτα θαυμαστέ, μύστα καὶ θεράπον Κυρίου, καὶ φίλε γνήσιε, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ ἀντιλήψει· ἔχεις παῤῥησίαν γάρ, μεγίστην Ἅγιε, θρόνῳ παρεστὼς τοῦ Δεσπότου, ὃν ἀεὶ δυσώπει διδόναι, ἄφεσιν πταισμάτων τοῖς τιμῶσίσε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Ὀσμῇ νοητῇ τῶν μύρων σου ᾦ Νεῖλε
Γεράσιμον εὔφρανον τὸν σὲ ὑμνοῦντα.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης