Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1751
https://www.proseyxi.com

Παρακλητικός Κανών Αγίας Παρασκευής της Αθληφόρου Empty Παρακλητικός Κανών Αγίας Παρασκευής της Αθληφόρου

Την / Το Τρι Οκτ 30, 2012 7:04 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών Αγίας Παρασκευής της Αθληφόρου

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών Αγίας Παρασκευής της Αθληφόρου Produc10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Εὐαρεστήσασα Θεῶ, Ἀθλοφόρε, καί πειρασθείσα ὡς χρυσός ἐν καμίνῳ, Παρασκευῇ πανένδοξε, βασάνων πειρασμοῖς, θαύματα πηγάζεις νῦν, καί νοσήματα παύεις, καί τόν ὑπεράγαθον τοῦ Θεοῦ Θεόν Λόγον, ὑπέρ ἡμῶν ἀεί ἐκδυσωπεῖς, ὅπως αὑτοῦ τῶν δωρεῶν ἐπιτύχωμεν.

Δόξα. Ἀπολυτικόν. Ἦχος ἀ’  Τῆς ἐρήμου πολίτης
Τήν σπουδήν σου τῆ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τήν ὁμώνυμον σου Πιστήν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευῇ Ἀθληφόρε, ὅθεν προχέεις ἰάματα, καί πρεσβεύεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν . Θεοτοκίον.
Οὐ σιωπήσωμεν,  ποτέ,  Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἷ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων: Τις δε διεφύλαξεν ἐῷς νῦν ἐλευθέρους: Ούκ ἀποστῶμεν,  Δέσποινα , ἐκ Σου, σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ὀ Ψαλμός Ν΄ (50)
Ἐλέησον με, ὁ Θεός, κατά τό μέγα Έλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνον με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἔστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα,  ὅπως ἀν δικαιωθείς ἐν τοῖς λόγοις Σου, καί νικήσῃς  ἐν τῷ κρίνεσθαι Σε.Ιδοί γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ι δοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα κσι  τά κρύφις τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι.  Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί  ὁ Θεός, καί πνεῦμα ευθές εγκαίνησον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με  ἀπό τοῦ προσώπου Σου, καί τό πνεῦμα Σου τό ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καί πνεύματι ἡγεμονικῷ στηριξόν με . Διδάξω ἀνόμους τάς ὀδούς Σου, καί ἀσεβεῖς ἐπί Σε ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τηνα αἴνεσιν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα ούκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινομένην ὁ Θεός ούκ ἐξουδενώσει. Αγάθυνον,  Κύριε , ἐν τῆ εὐδοκίαν Σου τήν Σιώ, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.


Εἶτα ὁ κανών οὐ ἡ ἀκροστιχίς.
Θεράπον  δίδου μοι θεραπείαν. Γερασίμου.

Ὠδή ἀ’ Ἦχος πλ δ’. Ὑγράν διοδεύσας.

Ὑμνῶν σου τήν μνήμην παρακαλῶ, ἔνδοξε Παρθένε, τῶν πταισμάτων μου τάς σειρᾷς, διάρρηξον τάχος ταῖς πρός Κτίστην, τόν Πανοικτίρμονα πρεσβείαις σου.

Μεγίστῃ ἡ δύναμις, ἤν Σεμνῇ, ἔλαβες ἀξίως, ἐκ Θεοῦ τοῦ θαυματουργεῖν, ταύτην οὑν χρωμένῃ ἤδη παῦσον, τά πολυχρόνια πάθῃ μου δέομαι.

Νομίμως ἀθλήσασα ἐπί γῆς, Παρασκευῇ Μάρτυς καί τό στέφος ἐν Οὐρανῶ, σής ἀπολαβοῦσα καρτερίας, ὑπέρ ἡμῶν τόν Σωτῆρα ἱκέτευε.

Ὄμματι, Πανάσπιλε, ἐπ’ μοί, ιλέω σου βλέψον, καί ιάτρευσον τά δεινά, τοῦ σώματος πάθῃ καί τάς νόσους, αποσκοράκισον θείαις πρεσβείες σου.


Ὠδή γ’. Σύ εἷ τό στερέωμα.
Ἰσχύϊ τοῦ Πνεύματος, τοῦ Παναγίου ἡμᾶς ἐλέησον, Παρασκευῇ, καί νόσων παντοίων, σαῖς λιταῖς ἐλευθέρωσον.

Σῶσον ταῖς πρεσβείαις σου, Παρασκευῇ πανακήρατε, πάντας ἡμᾶς, τούς σε ἀνυμνοῦντας, καί ευφήμως γεραίροντας.

Γενοῦ μοι, Πολύαθλε, τῷ τεθλιμμένῳ προστάτις σύντονος, καί ἐκ παθῶν, καί κινδύνων ῥῦσαι, ταῖς εὐχαῖς σου καί θλίψεων.

Ἐξελοῦ, Πανάχραντε, νόσων δεινῶν με καί θλίψεων, τῶν ἀφειδῶς, καταπιεζόντων, τόν σόν δοῦλον ἑκάστοτε.


'Ωδή δ’. Εἰσακήκοα Κύριε.
Ῥώμην δίδου μου, Πάνσεμνε, κατά τε δαιμόνων καί ὀλεθρίων παθῶν, καί τόν σάλον τῶν πταισμάτων μου, ἱεραῖς λιταῖς σου καταπράυνον.

Αγαπήσα Κύριον, καί στεφάνους δόξης κομίσασα, ὑπέρ πάντων καθικέτευε, τῶν πιστῶς τιμώντων σε, Πανεύφημε.

Ἱκεσίας μου πρόσδεξαι, ὦ Παρασκευῇ Παρθένε, πολύαθλε, καί παθῶν μου τήν σκοτόμαιναν, σου θερμαῖς πρεσβείαις ἀποδίωξον.

Ῥῦσαι, Κόρη Πανάμωμε, ἡ Θεόν ἀσπόρως κυήσασα, τόν σόν δοῦλον κινδυνεύοντα, καταποντισθῆναι με τοῖς πταίσμασιν.


Ὠδή ἕ’.  Φώτισον ἡμᾶς.
Ὡς περ Σῦ, Σεμνῇ, εἰς Νυμφῶνα τόν Οὐράνιον, αὐγάζῃ ταῖς ἐνθέοις μαρμαρυγαῖς, οὕτω σούς δούλους, δόξης θείας καταξίωσον.

Σου ἐν τῷ ναῶ, προσελθόντας τούς οἰκέτας σου, ὦ Παρασκευῇ ἐλευθέρωσον, ἐκ νοσημάτων, ταῖς εὐχαῖς σου καί κακώσεων.

Ἔρωτι Θεοῦ, τήν ψυχήν πλῆξον δέομαι, Παρασκευῇ, θείαις πρεσβείαις σου, καί τῶν παθῶν μου, τήν ἀχλύν νῦν ἐξαφάνισον.

Πάναγνε ἡμεῖς, κεκτημένοι σε βοήθειαν, σκέπην καί βεβαίαν αντίληψην, παντός κινδύνου, διά σου ἀεί ῥυσθείημεν.



Ὠδή στ’.  Ἱλάσθητι μοι.
Αἱμάτων σου τοῖς κρουνοῖς, Παρασκευῇ ὡς κατέσβεσας, τῆς ἀπιστίας τό πῦρ, οὕτω νῦν κατάσβεσον, τήν φλόγαν τῶν νόσων μου, ταῖς σαῖς ἱκεσίαις. καί κινδύνων με ἐξάρπασον.

Ρεόντων το χαμερπές, Παρασκευή Πανακήρατε, το άστατον και φθαρτόν, παριδείν αξίωσον. σον δούλον πρεσβείαις σου, και αξιωθήναι, θείας δόξης και λαμπρότητος.

Ἀπᾴσας τάς κεφαλάς, τῶν ἀνομούντων συντρίβεσθαι, ὑπό τούς πόδας ἡμῶν, Θεόν καθικέτευε, Μάρτυς, τῶν τιμώντων σου, πόθῳ τήν σήν Κάραν, ἤν ἀπέτεμεν ὁ ἄνομος.

Σύ οὖσα τό καθαρόν καί ἁγιώτατον Τέμενος, Μαρία τοῦ Παντουργοῦ, παράσχου μοι  δάκρυα, ψυχήν καθαρίζοντα, καί ἐπάκουσον μου, τῆς δεήσεως σου δέομαι.


Ἐπίβλεψον μετ’ εὐμενίας, Παρασκευῇ Ἀθληφόρε, ἐπί τά ἐμά δεινά πάθη τοῦ σώματος, καί ἴασιν δώρησαι μοι εὐχαῖς σου.

Eπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἱμάτων σου

Προστάτρια Πιστῶν, Παρασκευῇ Ἀθληφόρε, πέλουσα, τοῖς τῆ σεπτή Εἰκόνι σου θερμῶς προσπελάζουσιν, ἱκέτευε Χριστόν τόν Νυμφίον σου, δωρηθῆναι λύσιν τῶν δεινῶν, νόσων καί θλίψεων, καί ἁμαρτιῶν πασῶν τήν συγχώρησιν.



Προκείμενον
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι, καί εἰσήκουσε τῆς δεήσεως μου.
Στίχ.  Καί ἔστησεν ἐπί πέτρας τούς πόδας μου, καί κατεύθηνε τά διαβήματα μου.

Εὐαγγέλιον» Ἐκ τοῦ κατά Μᾶρκον (Κεφ. 5, 24-34)

Τῷ καιρῶ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὑτόν. Καί γυνί τις, οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, δαπανήσασα τά παρ’ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα, ἀλλά μᾶλλον εἵς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὑτοῦ. ἔλεγε γάρ, ὅτι κἀν τῶν ἱματίων αὑτοῦ ἅψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὑτῆς, καί ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπό τῆς μάστιγος. Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν ἑαυτῷ τήν ἐξ αὑτοῦ δύναμιν εξελθούσαν, ἐπιστραφείς ἐν τῷ ὄχλῳ, ἔλεγεν «Τις μου ἥψατο τῶν ἱματίων;» Καί ἔλεγον αὑτῷ οἱ Μαθηταί αὑτοῦ «Βλέπεις τόν ὄχλον συνθλίβοντα σε, καί λέγεις, Τις μου ἥψατο;» Καί περιβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν. Η δε γυνή, φοβηθεῖσα καί τρέμουσα, εἰδυίᾳ ὅ γέγονεν ἐπ’ αὑτῇ, ἦλθε, καί προσέπεσεν αὑτῷ, καί εἶπεν αὑτῷ πᾶσαν τήν ἀλήθειαν. Ο δε εἶπεν  αὑτῇ «Θύγατερ, ἡ πίστις σου σέσωκε σε, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγος σου».


Δόξα Πατρί καί Υἱῶ καί ἁγίῳ Πνεύματι
Ταῖς τῆς Ἀθληφόρου πρεσβεῖες Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Ταῖς τῆς Θεοτόκου πρεσβεῖες Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Προσόμοιον
Στίχ. Ἐλεῆμον, Ἐλέησον με, ὁ Θεός..
Ἢχος πλ. β'. Μεταβολή τῶν θλιβομένων.

Μεταβολῇ παντός κινδύνου, ἀπαλλαγῇ νόσου παντοίας ὑπάρχουσα, Παρασκευῇ Παρθένε, ῥῦσαι πάντας τῶν δεινῶν, τῆς τῶν ἐναντίων κακουχίας, καί τῆς τῶν δαιμόνων ἐπηρείας, ταῖς θείαις σου πρός Θεόν δεήσεσι.

Σῶσον ὁ Θεός τόν λαόν Σου….

Ὠδή ζ’.  Παῖδες Ἑβραίων.

Κάραν πάνσεπτον πάντες, τῆς Παρθενομάρτυρος δεῦτε Παρασκευῆς, Πιστοί ἐν ἐτησίοις, τιμήσωμεν τοῖς ὕμνοις, ὡς πηγήν ἀνεξάντλητον, τῶν ἰαμάτων ἀεί, καί θείων δωρημάτων.

Εορτήν παναισίαν, οι Πιστοί ορθοδόξως τελέσωμεν, φαιδρώς Παρασκευής νυν, την Κάραν προσκυνούντες, και βοώντες εκ πίστεως, πρόφθασον ρύσαι ημάς, λιταίς σου πάσης νόσου.

Ὑπέρ πᾶσαν οὐσίαν, καί ὑπέρ χρυσίον ἡ Κάρα σου διαλάμπουσα, παρέχει σωτηρίαν, τοῖς πίστει Ἀθληφόρε, πρός αὑτήν καταφεύγουσι, καί ἰατρεύει ψυχῶν, θανατηφόρους νόσους.

Η Θεόν σαρκοφόρον, Παναγία Παρθένε ἀποκυήσασα, ἐκ πάντων ἀδοκήτων, κινδύνων τόν λαόν σου, καί ἐκ νόσων περίσῳζε, καί ἁμαρτίας δεσμόν, τάχει λιταῖς σου λῦσον.


Ὠδή ἡ’. Τόν Βασιλέα.
Στόματι πάντες, καί καρδία ὑμνοῦμεν, τήν πανένδοξον Μάρτυρα Κυρίου, ὅτι ἀρρωστίας ἐτύχομεν τήν λύσιν.

Ἐν Οὐρανίοις, Παρασκευῇ Ἀθληφόρε, τοῖς σκηνώμασι χορεύουσα τῶν πίστει, σε ὑμνολογούντων μνημόνευε, Παμμάκαρ.

Ῥωσθεῖσα, Μάρτυς, τῆ ἰσχύϊ τοῦ Κυρίου, τῶν Τυράννων κατῄσχυνας τά θράση, θραῦσον καί νῦν πάντων, δεσμούς τυραννουμένων.

Ἄχραντε μόνη, Εὐλογημένη Μαρία, τά δυσίατα ιάτρευσον πάθη, τοῦ οἰκτροῦ σου δούλου, ἶνα σε μακαρίζω.


Ὠδή θ’. Κυρίως Θεοτόκον.
Φλέξον παρανόμων, Παρασκευῇ Μάρτυς.περί τῷ θείω τεχνάσματα ἄθεα, Πιστούς δε πάντας, θείω αὐγάσματι λάμπρυνον.

Ἔμπλεως ἐνθέου, λάμψεως γενέσθαι, τόν σόν οἰκέτην νυνί καταξίωσον, ταῖς πρός τόν ὅλον Δεσπότην, λιταῖς σου Πάνσεμνε.

Ἶνα σε δοξάζω, Παρασκευῇ πόθῳ, τάς ἀνιάτους μου νόσους θεράπευσον, καί ταῖς εὐχαῖς σου τελείαν, ῥῶσιν παράσχου μοι.

Μόνη Θεοτόκε, ὡς Ἀγνῇ καί Μήτηρ, τῆς ἀκαθάρτου ἰλύος με κάθαρον, τῶν ἀκαθάρτων μωλώπων, καί σῶσον Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, την ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, την ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Αἴτησαι εἰρήνην παρά Θεοῦ, ψυχῶν σωτηρίαν, καί κινδύνων ἀπαλλαγῇ, θεία Ἀθληφόρε, Παρασκευῇ, εὐχαῖς σου, τοῖς πίστει εὐφημοῦσι σε καί γεραίρουσι.

Πορφυρᾶν ἐξ αἵματος τήν στολήν, σύ περικειμένη, καί τό στέμμα ἐν κορυφή, ἔχουσα ὦ Μάρτυς, καί τήν τῆς Παρθενίας, κατέχουσα λαμπάδα ἡμῶν μνημόνευε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτικόν.
Ἦχος ἀ’. Τῆς ἐρήμου πολίτης.

Τήν σπουδήν σου τῆ κλῄσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τήν ὁμώνυμον σου Πιστήν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευῇ Ἀθληφόρε, ὅθεν προχέεις ἰάματα, καί πρεσβεύεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Ἔκτενής καί Ἀπόλυσις, μεθ᾽ ἥν ψάλλομεν τό ἑξῆς.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Θύμα τῷ Δεσπότῃ καί Θεῶ, ἤχθης, Καλλιπάρθενε, θεῖον καί παναμώμητον, πάσας ὅθεν ηὔφρανας, τάς Οὐρανίους Ἀρχάς, καί Μακάρων, Αοίδημε, ψυχάς, διό πάντες, πίστει σου δεόμεθα, καί πόθῳ ζέοντι, ῥῦσαι ταῖς λιταῖς σου ἐκ νόσων, καί παντοδαπῶν ἐναντίων, ἡμᾶς τούς τιμῶντας σε Πανεύφημε.

Δέσποινα πρόσδεξαι τᾶς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης