Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παλιουριώτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παλιουριώτισσαν

Την / Το Τρι Οκτ 30, 2012 9:56 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παλιουριώτισσαν

Ποίημα Γεωργίου Πανδούλου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παλιουριώτισσαν A_a_co10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῆς Θεοτόκου τῇ Εἰκόνι προσπέσωμεν, ἐν κατανύξει καὶ Αὐτῇ ἐκβοήσωμεν, οἱ ἐν πολλαῖς ἁμαρτίαις πανάθλιοι· χαῖρε Παλουριώτισσα, Παναγία Παρθένε, τάχος ἡμῶν ἄκουσον, τῆς δεήσεως Κόρη· Σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις, ἑτοίμη βοήθεια.

Δόξα. Ἦχος γ΄. Ἀπολυτίκιον τῆς Κοιμήσεως.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Ὁ Κανών.

ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θαυμάτων τῶν θείων Σου τὴν πληθύν, καὶ τῶν τεραστίων, εὐφημήσαι ἐπιχειρῶν, Σοῦ δέομαι Παρθένε Παναγία, Παλουριώτισσα χάριν παράσχου μοι.

Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Θεοῦ, φιλάγαθε Κόρη εὐσπλαγχνίσθητι ἐπ’ ἐμοί, καὶ βλάβης με πάσης καὶ μανίας, τοῦ ἀοράτου ἀπάλλαξον ὄφεως.

Ἁγίασμα δόξης τῆς θεϊκῆς, ἁγίασον Κόρη, μολυνθεῖσάν μου τὴν ψυχήν, καὶ τῆς χαλεπῆς μου ἁμαρτίας, ὡς ἐλεήμων ἀπάλλαξον, Ἄχραντε.

Συνέτισον τὸν δοῦλόν Σου Μαριάμ, ἄνοιξόν μοι πύλας μετανοίας, καὶ ἐκ πυλῶν τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ Σου ῥῦσαί με, Δέσποινα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καταφύγιον κόσμου, καὶ ἀῤῥαγὲς στήριγμα, Κεχαριτωμένη Παρθένε τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην Σου, τῶν πολυπλόκων σκανδάλων, τοῦ δολίου δράκοντος σκέπε καὶ φύλαττε.

Ὡς Πανάμωμος Μήτηρ, τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων Σὺ Παλουριώτισσα, ὡς πάντων Ἄνασσα, Εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνούντας Σε, Ἀειμακάριστε.

Τὸν ἐν βυθῷ ἁμαρτίας, διηνεκῶς κείμενον, δούλῳ Σου ἀθλίῳ Παρθένε, εὐσπλάγχνως ἔγειρον, σῶσόν με οἴκτειρον· Σὺ γὰρ λιμὴν τῶν ἐν ζάλῃ, καὶ τῶν πεπτωκότων θεία ἀντίληψις.

Ἴασαί μου τὸ τραῦμα, τὸ τῆς ψυχῆς, Ἄχραντε, καὶ τῆς συνεχούσης με λύπης, ἀπελευθέρωσον, τῶν πολλῶν μου κακῶν, τὴν πολυτάραχον ζάλην, κόπασον Θεόνυμφε, ὅπως σωθήσομαι.


Ἐπάκουσον, Παλουριώτισσα Κόρη Θεογεννήτωρ, ταῖς ἱκεσίαις Παρθένε τῶν δούλων Σου καὶ λύτρωσαι, ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη, ἐκ τῶν ψυχῶν ἡμῶν καὶ χαρὰν Ἁγνὴ τοῖς Σοῖς ἱκέταις, παράσχου, ὡς τῆς χαρᾶς ὑπάρχουσα τὸ δοχεῖον.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πολέμοις, Ἁγνὴ, πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων Δέσποινα, Σοὶ θερμῶς κραυγάζομεν σῶσον ἡμᾶς, θραῦσαι τὰ τούτων ὅπλα τῷ κράτει Σου καὶ εἰρήνην δὸς ἡμῖν, τοῖς Σοῖς ἱκέταις, Κόρη Παλουριώτισσα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ Θεὸν σωματώσασα, ὑπὲρ νοῦν καὶ λόγον Θεοχαρίτωτε, Παναγία Παλουριώτισσα, πάθη τά τοῦ σώματός ἐξάλειψον.

Παναγία Παλουριώτισσα, ἡ Θεὸν ἀσπόρως κυήσασα, τοὺς Σοὺς δούλους διαφύλαξον, καταποντισθῆναι ἡμᾶς τοῖς πταίσμασιν.

Θεραπεύεις Παλουριώτισσα, πάντας τοὺς πρὸς Σὲ καταφεύγοντας, μετὰ πίστεως Θεόνυμφε· ὅθεν Σὲ ὑμνοῦμεν Ἀειπάρθενε.

Ῥῦσαι Μῆτερ τόν δοῦλον Σου, ἐκ τῶν κατεχόντων ἐμέ θλίψεων· ἐπὶ Σὺ γὰρ ἀνατίθημοι, πᾶσαν τὴν ἐλπίδα μου, Θεόνυμφε.

Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἠσαΐας Σὲ κατονόμασεν, ἄνθος φέρουσα τὸν Κύριον, Θεοτόκε Μῆτερ Ἀπειρόγαμε.

Ῥυπωθέντας ἡμᾶς κάθαρον, καὶ νενεκρωμένους Σὺ ἐξανάστησον, Παναγία Παλουριώτισσα, τὸν νεκροὺς ζωώσαντα κυήσασα.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἄχραντε Ἁγνή, τοῖς ἱκέταις Σου χορήγησον, τοῖς κατεχομένοις ὑπὸ τῶν θλίψεων, τὴν σωτηρίαν μεσιτείαις Σου πρὸς Κύριον.

Φώτισον ἡμᾶς, Παναγία Παλουριώτισσα, Φωτὶ τῷ μεγάλω νῦν προσεγγίζουσα, καὶ φωτοφόρους τὰς ψυχὰς ἡμῶν ἀπέργασαι.

Ῥύπον τῶν παθῶν, μεσιτείᾳ Σου καθάρισον, καὶ τὴν σκοτισθεῖσαν ψυχήν ἡμῶν φώτισον, ἵνα ὑμνοῦμεν καὶ δοξάζομέν Σε Πάναγνε.

Νέφη τῶν παθῶν, ἀποσόβησον, Πανάχραντε, ὡς φωτὸς νεφέλη ὑπάρχουσα, ἐκ τῆς ψυχῆς ἡμῶν καὶ Σῇ αἴγλῃ ἡμᾶς καταύγασον.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Πανάμωμε, Παναγία Δέσποινα, Παλουριώτισσα Παρθένε Μαρία, ἡ τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα, ἐκ τῶν τοῦ δράκοντος χειρῶν με ἐξάρπασον, Σοῦ δέομαι τῆς Ἀγαθῆς, ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

Οὐκ ἔχομεν, οἱ οἰκτροὶ ἱκέται Σου, ἄλλην πλήν Σου προστασίαν καὶ σκέπην· διὸ Ἁγνή, ἐκ καρδίας βοῶμεν, ἀπὸ κινδύνου παντὸς ἐλευθέρωσον, τὴν μάνδραν Σου τὴν ἱεράν, καὶ πιστοὺς τοὺς πρὸς Σὲ καταφεύγοντας.

Ὁ ἔμψυχος, τοῦ Σωτῆρος θάλαμος, ὁ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς ὥσπερ κρίνος ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ Πάναγνος καὶ εὐπρεπής, Θεοτόκος Παρθένος δοξάζεται.

Ὁ κόσμος Σε, σωτηρίαν κέκτηται, καὶ θερμὴν ἐν πειρασμοῖς προστασίαν· ὅθεν Ἁγνή, τῇ σεπτῇ νῦν Μονῇ Σου, πανταχόθεν προστρέχουσιν ἄνθρωποι καὶ πάντες Σὲ καταφυγήν, καὶ παράκλησιν Κόρη εὑρίσκουσι.

Τὸ πλῆθος, τῶν θαυμάτων Σου, τίς δυνήσεται ἀπαριθμήσῃ Παρθένε; Ὡς ἰατρὸν, ὡς προστάτην, ὡς σκέπην, ὡς πονεμένων ἡ θεία ἀντίληψις· διὸ καὶ πάντες οἱ πιστοί, εὐφημοῦμέν Σε, Πάναγνε Δέσποινα.

Τὸν πάντων κυοφορήσασα Κτίστην, ἐξ ἁγνῶν Σου ὑπὲρ φῦσιν αἱμάτων, ἐκ τῆς φθορᾶς ἀνακτώμενον κόσμον, φθοροποιῶν λογισμῶν μας ἀπάλλαξον καὶ ῥύθμισόν μας τὴν ζωήν, Θεοτόκε Ἁγνὴ Παλουριώτισσα.


Ἐπάκουσον, Παλουριώτισσα Κόρη Θεογεννήτωρ, ταῖς ἱκεσίαις Παρθένε τῶν δούλων Σου, καὶ λύτρωσαι, ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῶν ψυχῶν μας, καὶ χαρὰν Ἁγνὴ τοὺς Σοὺς ἱκέτας παράσχου μας, ὡς τῆς χαρᾶς ὑπάρχουσα τὸ δοχείον.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πελάγη δεινῶν τοῦ βίου χειμαζόμενοι, καὶ παντοίων παθῶν τρικυμίας ποντούμενοι, καὶ σάλῳ περιπίπτοντες Παρθένε πειρασμῶν, εἰς μορφήν Σου τὴν σεπτήν, καταφεύγομεν θερμῶς, ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἡμῖν χεῖρα, ὡς Πέτρῳ ὁ Υἱός Σου, καὶ κλυδωνίου ἐκ παντός, ἡμᾶς Κόρη λύτρωσαι.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Του ονοματός Σου μνησθήσομαι, εν πάση γενεά και γενεά.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν· εὐλογημένη Σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.  
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πάντες εὐφημήσωμεν, τὴν Θεοτόκον Μαρίαν, τὴν καὶ Παλουριώτισσαν, σελήνην τὴν ἔνδοξον καὶ ὁλόφωτον, τὴν λαμπρὰν ἅλωναν, σφαῖραν τὴν οὐράνιον, καὶ πολύαστρον ὑπάρχουσα, ἄρκτον ἑπτάστερον, δι’ ἧς πρὸς Θεὸν ὁδηγούμεθα, πλειάδα ὡραῖαν, καὶ ἶριν ποικιλόχροον, δι’ ἧς τῶν πειρασμῶν ἡμᾶς ῥύεται, πάντοτε ὁ Κύριος.

Πάντων τὰ αἰτήματα, Σὺ Παλουριώτισσα Κόρη, πλήρωσον τῶν δούλων Σου, τῶν εἰς Σὲ ἐκ πίστεως προσιόντων Σοι, καὶ τὴν Σὴν Ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα Σὲ ὑμνοῦμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, Ὅν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Παλουριώτισσα Μήτηρ, Θεανθρώπου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Αὐτὸν οὖν ἐκδυσώπει, ῥυσθῆναι τῶν πταισμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίας λιμένα, Θεοτόκε Παρθένε Σὲ νῦν γνωρίζοντες, τοῦ βίου τοὺς κινδύνους, ἐκφεύγομεν καὶ ζάλας, τῷ Υἱῷ Σου κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῷ βίῳ τὸν χρόνον, ἐν ἀμελείᾳ Παρθένε δαπανήσας πολύ, προσπίπτω καὶ βοῶ Σοι, διέγειρόν με σῶσον, τῷ Υἱῷ Σου κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίας πρὸς τρίβον, ἐκ παθῶν ἀνοδίας ἡμᾶς κυβέρνησον, καὶ δίδου Θεοτόκε, ὡς Μήτηρ τοῦ ἐλέους, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν, ἵνα τὸ φῶς Ἀγαθή, ἴδωμεν τοῦ Υἱοῦ Σου.

Νάμα θεῖόν μοι βλῦσον, χαριτόβρυτε κρήνη θεουργικῶν δωρεῶν, δροσίζον τὴν ψυχήν μου, τὴν καταφλεγομένην, τῆς ἁμαρτίας τὴν φλόγωσιν, ἵνα ὑμνῶ Σε ἀεί, Ὑπερδεδοξασμένη.

Ἐπιληψίας παιδούλας, καὶ διανοίαν ταύτης θεραπεύεις Ἁγνή, καρκίνου δὲ τὸ πάθος, γυναικὸς ἐξαλείφεις Παλουριώτισσα Νύμφη Ἀνύμφευτε· ὅθεν ὑμνοῦμεν ἀεί, σεπτά Σου μεγαλεῖα.


ᾨδὴ η´. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Πηγὴ θαυμάτων, ἡ Μονή Σου ὑπάρχει, Παλουριώτισσα Ἁγία Παρθένε, καὶ ἰᾶται πάντας, τοὺς πίστει προσελθόντας.

Τὴν εὐτεκνίαν, γυναικῶν Σὺ χαρίζεις, τοὺς πίστει ζητοῦντας ἔλεός Σου, καὶ ἴασιν παρέχεις, εἰς νόσους ἀνιάτους.

Δαιμόνων πλήθη, φυγαδεύῃς Παρθένε, Παλουριώτισσα ἐν τῷ ὀνόματί Σου, καὶ ἴασιν παρέχεις, τοὺς πίστει Σὲ τιμῶντας.

Οὕτω δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, Παλουριώτισσαν τὴν πάνσεπτον Κόρην, θλίψεώς με πάσης, ἐκλύτρωσαι καὶ βλάβης.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μαρία Θεοτόκε, Μήτηρ τοῦ Δεσπότου, τῶν ψυχοφθόρων παθῶν μας ἀπάλλαξον, καὶ αἰωνίου πυρός, ῥύσαι καὶ σῶσον ἡμᾶς.

Τὸν ὑπὲρ νοῦν καὶ λόγον, Ὅν ἔτεκες δυσώπει, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων Σε, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.

Ὑφάπλωσον τὴν χάριν, τῆς Σῆς προστασίας, καὶ περισκέπασον Κόρη τοῦς δούλους Σου, τῶν πειρασμῶν γὰρ νιφάδες περικυκλοῦσιν ἡμᾶς.

Ὑμνοῦμέν Σε Παρθένε, καὶ δοξολογοῦμεν, καὶ προσκυνοῦμεν τὴν χάριν Σου, εὐλογημένη Πανάμωμε, Παλουριώτισσα.


Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Πύλη σωτηρίας Μήτηρ Ἁγνή, Ἀνύμφευτε Κόρη Παλουριώτισσα Μαριάμ, ἄνθος ἀφθαρσίας, καὶ στέφος ἐγκρατείας, πρέσβευε τῷ Υἱῷ Σου ὑπὲρ τῶν δούλων Σου.

Πανύμνητε Μῆτερ σκέπε ἡμᾶς, χρυσήλατε πύλη Παλουριώτισσα Μαριάμ, ἡλιοστάλακτε Νύμφη, ἀμόλυντε Παρθένε, ὦ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.

Καθέδρα ὑπάρχεις βασιλική, ἀπείρανδρε Νύμφη καὶ Ἀγγέλων ἡ χαρμονή, ἀστραπηφόρον ἅρμα, πολύφωτος λυχνία, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.

Ηδύπνοον κρίνον, Παρθέν’Αγνή, Πο λύτιμον Μύρον, Κυρία πάντων ημών, η άφλεκτος βάτος, θησαύρισμα αγνείας, χαίρε των απαστόλων το εγκαλλώπισμα.

Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστει χρεία βοηθείας Κόρη τῆς Σῆς, λύτρωσαί μας πάσης, ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας τάχιστα ἔκτεινον.

Ἆρόν Σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως, τοὺς εἰκόνα Σου τὴν σεπτήν, παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλούντας, καὶ πλήρωσον αἰτήσεις τούτων πανύμνητε.

Πάλιουρα εὐφραίνου θεία Μονή, ἔχεις τὴν Παρθένον τὴν πανάμωμον Μαριάμ, Κυρίαν προστάτιδα καὶ σκέπην, καθάπερ Αὕτη σαφῶς ἐπηγγείλατο.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, εὐφημήσωμεν πιστοί, τὴν ἡλιοστάλακτον Κόρην, ψυχῶν διάσωσμα, Νύμφην τὴν ἀπειράνδρον, πιστῶν τὸ στήριγμα, θεοκόσμητον σκήνωμα, ἀστραπηφόρον ἅρμα, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα. Τεῖχος, τῶν εἰς Σὲ προστρεχόντων, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς Σε.

Πλοῦτος, πτωχευόντων καὶ τρυφή, καὶ καταφυγὴ τῶν πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, Σὺ ὑπάρχεις Δέσποινα, καὶ Σὲ δοξάζομεν, οἱ ἐν θλίψει κραυγάζοντες· Ἁγία Ἁγίων, λύτρωσαι προφθάσασα, καὶ νῦν τοὺς δούλους Σου, πάσης, ἐπηρείας δαιμόνων, καὶ τῆς χαλεπῆς τιμωρίας, καὶ τῆς ἀιωνίου κατακρίσεως.

Πάντων προστατεύεις Αγαθή, των καταφευγόντων εν πίστει, τη κραταιά Σου χειρί άλλην γαρ ουκ έχομεν, αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαπτόμενοι, υπο πταισμάτων πολλων,Μήτερ του Θεού του Υψίστου, όθεν Σοι προσπίπτομεν ρύσαι, πάσης περιστάσεως τους δούλους Σου.

Πάντων θλιβωμένων η χαρά και αδικουμένων προστάτις, και πενομένων τροφή, ξένων τε παράκλησις, και βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων, σκέπη και αντίληψις και ορφανών βοηθός, Μήτερ του Θεου του Υψίστου, Συ υπάρχεις Άχραντε, σπεύσον,δυσωπύμεν, ρύσασθαι τους δούλους Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πάσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης