Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1688
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα καΙ Ισαπόστολον Φωτεινήν την Σαμαρείτιδα Νο2 Empty Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα καΙ Ισαπόστολον Φωτεινήν την Σαμαρείτιδα Νο2

Την / Το Τετ Οκτ 23, 2019 10:04 am
Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα καΙ Ισαπόστολον Φωτεινήν την Σαμαρείτιδα Νο2

Ποίημα Γερασίμου Μονάχου Μικραγιαννανίτου.
Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα καΙ Ισαπόστολον Φωτεινήν την Σαμαρείτιδα Νο2 Fotini10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.

Ἤχος  δ ' .Ό ύψωθείς έν τῶ Σταυρῶ.

Ώς Ἀποστόλων κεκτημένη τήν χάριν, Μεγαλομάρτυς Φωτεινή Άθληφόρε, διά παντός ύπέρ ήμῶν Ικέτευε, πάσης ήμᾶς ρύεσθαι, συμφοράς καί άνάγκης, καί παντοίων θλίψεων, καί δεινῶν νοσημάτων, καί τῶν πταισμάτων ἄφεσιν λαβεῖν, τούς προσιόντας, θερμῶς τῆ πρεσβεία σου.

Δόξα. Τό αυτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Ὁ Κανών, οὑ ἡ ἀκροστιχὶς
«Φωτεινή δέξαι ημών τόν ύμνον. Γερασίμου».

Ώδή α '.Ἤχος πλ. δ '. Ύγράν διοδεύσας.

Φωτί τῶν ἄγιων σου πρεσβειῶν, παθῶν μου τό σκότος, διασκέδασον Φωτεινή, καί αἴτει συγχώρησιν πταισμάτων, τοῖς προσιοῦσι πιστῶς τῆ, σῆ χάριτι.

Ώς Ἔχουσα Μάρτυς πρός τόν Χριστόν, πολλήν παρρησίαν, Ίσαπόστολε Φωτεινή, άπαύστως δυσώπει έκλυτροῦσθαι, πολυειδῶν ήμᾶς πόνων καί θλίψεων.

Τό ῦδωρ ὠς ἤντλησας τής ζωής, πηγής έξ ἄφθονου, Ίσαπόστολε Φωτεινή, τήν δρόσον τῆς θείας εύφροσύνης, ήμῖν ἐπόμβρησον Μάρτυς δεόμεθα.

Θεοτοκίον.
Ἐτέχθη αιμάτων σου έξ άγνῶν, ό πάντων Δεσπότης, δεσποτείας τοῦ πονηροῦ, ρυόμενος κόσμον Θεοτόκε• διό ὐμνοῦμεν τόν ἄφραστον τόκον σου.



Ώδή γ'. Ούρανίας άψῖδος.
Ισχύν άμαχον Μάρτυς, παρά Χρίστου εϊληφας, τούτω Φωτεινή προσελθοϋσα, ψυχής θερμότητι• ὄθεν ἐνίσχυσον, τήν ἀσθενοῦσαν ψυχήν μου, τοῦ πατεῖν τήν δύναμιν, τοῦ παναλάστορος.

Νοσημάτων ποικίλων, καί πειρασμῶν λύτρωσαι, τούς έν τῶ ἀγίω ναῶ σου πιστῶς προστρέχοντας, ειρήνην νέμουσα, καί εὐπραγίαν έν βίω, Φωτεινή πανεύφημε, ἠμῖν δεόμεθα.

Ἠ σεπτή σου πρεσβεία, τείχος ἠμῖν γένοιτο, τάς τοῦ δυσμενοῦς καθ’ ἐκάστην, ὀρμάς ἀπείργουσα• σε γάρ προσφύγιον, έν πολυτρόποις ἀνάγκαις, Φωτεινή κεκτήμεθα, οί προσιόντες σοι.

Θεοτοκίον.
Δεξαμενή ἀφλέκτως, έν σή γαστρί Ἄχραντε, πῦρ τό τής Θεότητος Κόρη, φλέξον τήν ἄκανθαν, παθῶν θλίβόντων με, πυρί τῆς σῆς προμήθειας, ἴνα μεγαλύνω σε, ώς προστασίαν μου.


Διάσωσον πάσης ἀνάγκης Φωτώνυμε Ἀθληφόρε, τούς έν πίστει τῆ σῆ πρεσβεία προστρέχοντας, τήν τῶν πταισμάτων συγχώρησιν αἰτουμένη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πηγή τῆς ζωής προσήλθες έν τῶ φρέατι, σεμνή Φωτεινή, καί φωτισμοῦ πεπλήρωσαι, δι’ ου παθῶν σκοτόμαιναν, καί δεινῶν νοσημάτων ἐπήρειαν, ἀποδιώκεις ἀεί άφ’ ἠμῶν, τῶν πίστει καί πόθω προσιόντων σοι.


Ώδή δ '. Είσακήκοα Κύριε.
Ἐκ πηγής φωτοδότιδος, καταλαμπομένη Φωτεινή πάνσεμνε, σκοτασμοῦ παθῶν ἀπάλλαξον, τούς εἰλικρινῶς σε μακαρίζοντας.

Ξενοτρόπως ἠγώνισαι, καί ξένων χαρίτων τυχοϋῦσα ἔνδοξε, προστασία ἠμῖν δέδοξαι, καί θερμή βοήθεια ἐν θλίψεσι.
Ἀνώτερους διάσωζε, πάσης δυσχερείας καί περιστάσεως,Ίσαπόστολε πανεύφημε, τούς τῆ ἀρωγή σου πίστει σπεύδοντας.

Θεοτοκίον.
Ιασαί μου τά τραύματα, τῆς ψυχής Παρθένε καί τά τοῦ σώματος, καί τόν νοῦν μου θᾶττον λύτρωσαι, πάσης ἐπηρείας τοῦ ἀλάστορος.


Ὠδή. ε '. Φώτισον ἠμᾶς.
Ἤνεγκας στερρῶς, αἰκισμούς Χριστόν κηρύττουσα• διό ρῦσαι τῶν βελῶν τοῦ πονηροῦ, Φωτεινή τούς τήν σήν ἄθλησιν γεραίροντας.

Μώλωπας ψυχῶν, καί σωμάτων νόσους ἴασαι, τῶν πιστῶς σοι προσιόντων Φωτεινή, ώς μεγίστην πρός Χριστοῦ χάριν πλουτήσασα.

Ὠς παρά Χριστοῦ, δεξαμενή ὔδωρ ἄφθαρτον, τάς φλωγώδεις τῶν παθῶν ἐπαγωγάς, τῆς ψυχῆς μου’Ισαπόστολε κατάσβεσον.

Θεοτοκίον.
Νέκρωσον Αγνή, τής σαρκός μου τά φρονήματα, ή τεκοῦσα τήν ζωήν τήν ἀληθῆ, καί καταύγασον τόν νοῦν μου τῆ σῆ χάριτι.


Ώδή στ '. Τήν δέησιν.
Τήν χάριν, παρά Χριστοῦ δεδεγμένη, Ἀποστόλων διανύεις τόν δρόμον• διό ἠμᾶς ἐνδυνάμωσον Μάρτυς, τῶν ἐντολῶν τήν ὀδόν τήν σωτήριον, βαδίξειν πίστει ἀληθεῖ, Φωτεινή’Ισαπόστολε ἔνδοξε.

Οί πίστει, τῶ σῶ ναῶ προσιόντεςδ, ὠς λιμένι Φωτεινή ἀκυμάντω, τρικυμιών τῶν ἐν βίω λυτροῦνται, καί οὐρανίου γαλήνης μετέχουσι, καί χαριστήριον ὠδήν, εὐχαριστώ καρδία σοι ἄδουσι.

Ναμάτων, ζωοποιῶν πεπλησμένη, Φωτεινή Μεγαλομάρτυς Κυρίου, τοῦς θολερούς τῶν παθῶν μου χειμάρρους, τη, μυστική ἐπομβρία σου ξήρανον, καί ἄρδευσον μου τήν ψυχήν, πρός ζωῆς εὐκαρπίαν ουράνιον.

Θεοτοκίον.
‘Υψίστου, περιφανέστατος θρόνος, τοῦ τεχθέντος έξ ἀγνῶν σου αιμάτων, συ άληθώς Θεοτόκε έδείχθης• διό τόν νοῦν μου ἀνύψωσον δέομαι, άπό κοπρίας τῶν παθῶν, καί πικράς συνηθείας με λῦτρωσαι.


Διάσωσον πάσης ἀνάγκης Φωτώνυμε Άθληφόρε, τούς έν πίστει τῆ σῆ πρεσβεία προστρέχοντας, τήν τῶν πταισμάτων συγχώρησιν αϊτούμένη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αϊτησις καί τό Κοντάκιον.
Ήχος β '. Toῖς τῶν αιμάτων σου.

Ὠς τόν Χριστόν έν τοῖς ἄθλοις δοξάσασα, υπερφυῶν δωρεῶν κατηξίωσαι, καί νῦν Φωτεινή Ίσαπόστολε, τάς Ικεσίας ἠμῶν δέχου πάντοτε, καί πλήρου ἠμῶν ἄπαν αἴτημα.


Προκείμενον. Ἦχος δ΄.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.(Κεφ. ι΄ 16)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων• γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων• παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε• δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον• καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου• ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.


Δόξα.
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

‘Υδωρ τό ζωήρρυτον, παρά Χριστοῦ δεξαμενή, γλυκασμόν ουράνιον, βλύζεις τοῖς προστρέχουσι τη πρεσβεία σου, Φωτεινή πάντιμε, Άθληφόρων δόξα  διά τούτο δυσωποῦμέν σε, πικρίαν ἄπασαν, τήν τῆς ἀμαρτίας διάλυσον, καί τόν ίόν τοῦ ὄφεως, τόν λόγοις καί ἔργοις χεόμενον, έν τῆ, διανοία, ἀπόσμηξον ἠμῶν ταῖς πρός Θεόν, πανευπροσδέκτοις πρεσβείαις σου, Μάρτυς’Ισαπόστολε.

Σῶσον ό Θεός τόν λαόν σου...

’Ωδή ζ '. Οι έκ τῆς Ίουδαίας.

Μολυσμών ψυχοφθόρων, τάς καρδίας ἐκκάθαρον Ίσαπόστολε, ροαῖς τῶν σῶν χαρίτων, ἠμῶν τῶν σε τιμώντων, καί βοώντων ἐκάστοτε• Ό τών Πατέρων ἠμῶν, Θεός ευλογητός εἴ.

Νοσημάτων παντοίων, πειρασμῶν ἀδοκήτων καί περιστάσεων, καί πάσης άλλης βλάβης, συντηρεί ἀνώτερους, Φωτεινή τούς κραυγάζοντας- Ό τῶν Πατέρων ἠμῶν, Θεός ευλογητός εἴ.

Ὀ σός ἄγιος οἴκος, ἀγιάζει τούς πίστει ἐν τούτω σπεύδοντας, καί ρῶσιν καί υγείαν, παρέχει καθ’ ἐκάστην, Φωτεινή τοῖς κραυγάζουσιν  Ό τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἴ.

Θεοτοκίον.
Νεκρωθείς τη κακία, ὐπετάγην Παρθένε τῶ παναλάστορι  ἀλλά τῆς τούτου ρύμης, ἀπάλλαξόν με τάχος, καί βοώντά με ζώωσον  χαῖρε πιστῶν προσφυγή, καί σωτηρία κόσμου.


’Ωδή η '. Τόν Βασιλέα.
Γαλήνην αἴτει, καί εὐπραγίαν έν Βίω, καί συγχώρησιν πταισμάτων Άθληφόρε, τοῖς ὐπερυψοῦσι, Χριστόν εἰς τούς αιῶνας.

Ἐν εὐλαβεία, τῆ σῆ ἐστῶτες Είκόνι, ἐκδεχόμεθα ἀγιασμόν καί χάριν, Φωτεινή ἀγία, οί πόθω σε τιμῶντες.

Ρῶσιν σωμάτων, ρῶσιν ψυχῶν ἠμῖν δίδου,Ίσαπόστολε ταῖς σαῖς ἰκετηρίαις, καί παθῶν ποικίλων, ταχείαν  θεραπείαν.

Θεοτοκίον.
Ἀχραντε Κόρη, ή τετοκυῖα ἀφράστως, μετά σώματος τόν Ποιητήν τοῦ κόσμου, ρῦσαι τήν ψυχήν μου, ἐχθροῦ τῆς δυναστείας.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Συνοῦσα τοῖς Άγγέλοῖς, Φωτεινή θεόφρον, υπέρ ἠμῶν τόν Σωτῆρα ικέτευε, τῶν ἐκζητούντων ἀπαύστως τήν σήν άντίληψιν.

Ισχύν τοῖς ἀσθενέσι, καί τοῖς θλιβομένοις, ἀεί έξαίτει τήν ἄνεσιν πάνσεμνε, ὠς παρεστώσα Κυρίω τῶ σε δοξάσαντι.

Μανίας τοῦ Βελίαρ, τήρει ἀνωτέρους, τούς πρός τήν σήν ἀφορῶντας βοήθειαν, Μεγαλομάρτυς Κυρίου καὶ Ἰσαπόστολε.

Ὀλόφωτον παστάδα, ἤδη κατοικούσα, καί τῶ φωτί τοϋ Κυρίου ἐκλάμπουσα, ὤ Φωτεινή σκοτομήνης παθῶν με λύτρωσαι.

Θεοτοκίον.
Ύδάτων ἀπωλείας, ρῦσαι με Παρθένε, καί μετάνοιας τοῖς ὔδασι ἔκπλυνον, τήν μολυνθεῖσαν ψυχήν μου τοῖς παραπτώμασι.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τήν έκ Σαμαρείας Νύμφην Χριστοῦ καί ἀξιωθείσαν ομιλίας τής παρ’ αυτόῦ, Φωτεινήν τήν θείαν, ὐμνήσωμεν άξίως, ώς μάρτυρα Κυρίου και Ίσαπόστολον.

‘΄Υδωρ δεξαμενή τό τῆς ζωῆς, παρά τοῦ Σωτῆρος, έν τῶ φρέατι μυστικῶς, Φωτεινή πηγάζεις, νάματα σωτηρίας, κηρύξασα ἐν κόσμω, τό Εύαγγέλιον.

Νόμου καταλείψασα τήν σκιάν, τῶ φωτί προσήλθες, θεολήπτω Μάρτυς ψυχῆ Χριστοῦ τοῦ Σωτῆρος, καί φαίνεις τοῖς ἐν κόσμω, ὠ Φωτεινή τόν λόγον τῆς θείας πίστεως.

Χαίροις Ίσαπόστολε τοῦ Χριστοῦ, Φωτεινή θεόφρον, ή κηρύξασα εὐθαρςῶς, τό τῆς εὐσεβείας μυστήριον τό μέγα, καί ἤθλησας νομίμως στερρῶ φρονήματι.

Ἤνεγκας αἰκίας πολυειδεῖς, γυναικείαν φύσιν παριδοῦσα ὠς νουνεχής, Φωτεινή θεόφρον, καί ἤσχυνας τό κράτος, τῆς εἰδωλομανίας, καλῶς ἀθλήσασα.

Χάριν ἀναβλυζει ό σός ναός, καί παρέχει πᾶσιν, Ίσαπόστολε Φωτεινή, θείαν εὐφροσύνην, τῆ σῆ ἐπιστασία καί λύει παθημάτων, πᾶσαν ἐπήρειαν.

Πλήρου τάς αἰτήσεις πάντων ἠμῶν, Φωτεινή παμμάκαρ, τῶν τιμώντων σε εὐλαβῶς, καί τῶν πρεσβειῶν σου, ἀπέλασον τῶ φέγγει, παθῶν καί νοσημάτων, ζόφον ψυχόλεθρον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τό τροπάριον Ἤχος γ'.
Θείω Πνεύματι καταυγασθεῖσα καί τοῖς νάμασι καταρδευθεῖσα, παρά Χριστοῦ τοῦ Σωτήρος πανεύφημε τής σωτηρίας τό ὔδωρ έξήντλησας, καί τοῖς διψῶσιν ἀφθόνως μετέδωκας, Μεγάλομάρτυς καί Ίσαπόστολε Φωτεινή, Χριστόν τόν Θεόν ικέτευε, τοῖς ζωηῤῤήτοις ὔδασι δροσίσαι τάς ψυχάς ἠμῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς τοῦ Σωτῆρος Φωτεινή, τούς ἐν διαφόροις ἀνάγκαις καί περιστάσεσι, θᾶττον ἀπολύτρωσαι, ταῖς ἰκεσίαις σου, καί ειρήνην καί ἴασιν, παράσχου Ἀγία, τοῖς πιστῶς προσπίπτουσι, τη, προστασία σου, ἔχουσα πολλήν παρρησίαν, πρός τόν σόν νυμφίον καί Κτίστην, ὐπέρ οὔ στερρούς αγῶνας ἤνυσας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον

Φωτί Φωτεινή τῆς σῆς θερμῆς πρεσβείας.
Γερασίμου σκέδασον παθῶς τό σκότος.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης