Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1688
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον Empty Χαιρετισμοί εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον

Την / Το Δευ Οκτ 28, 2019 12:43 am
Χαιρετισμοί εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον

Ποίημα Ἀντωνίου Μάρκου (2012)
Χαιρετισμοί εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον Sisohs10

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον. (Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου).
Ἐν ἀσκήσει Ἄγγελος ἐν γῇ ὡράθης, καταυγάζων Ὅσιε, τάς διανοίας τῶν πιστῶν, θεοσημείαις ἑκάστοτε· διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Ἀστήρ ἀνεφάνης ἐν τῇ Αἰγύπτῳ, θεόφρων (γ΄), ἐν τῇ ἐρήμῳ ἀγωνισάμενος· ἐκεῖθεν δέ ἀνατείλας, τῷ κόσμῳ αὐγάζεις καί πάντας λυτροῦσαι τῶν παθῶν καί ἐν τῇ πίστει στηρίζεις ἅπαντας· ὅθεν τιμῶμεν Σε ἄδοντες ταῦτα·

Χαῖρε, Πάτερ, ὁ Βελίαρ τῷ Σῷ ἀγῶνι πατάξας·
χαῖρε, Μάκαρ, ὁ ἀρετήν καί ἀγνοίαν διδάξας·
Χαῖρε, ὁ ὑποστάς τούς τῆς ἀσκήσεως πόνους,
χαῖρε, ὁ φανεῖς ὑπέρ τούς τῆς φύσεως νόμους·
Χαῖρε, ἄνθος ὡραιότατον τῆς πικρᾶς ἐρημίας,
χαῖρε, ἀγλάϊσμα τερπνόν τῆς Χριστοῦ Ἐκκλησίας·
Χαῖρε, ὁ ὑπάρχων τῶν Ὀρθοδόξων λαμπρότης,
χαῖρε, ὁ τυγχάνων τῆς Ἐκκλησίας φαιδρότης·
Χαῖρε, ἥλιε ὁλόφωτε τῆς Ἐκκλησίας τοῦ Χριστοῦ,
χαῖρε, βάσις ἀρραγεστάτη τοῦ ποιμνίου τοῦ Θεοῦ·
Χαῖρε, δι’ ὅν ἡ Ἐκκλησία εὐφροσύνως χορεύει,
χαῖρε, πρός ὅν ἐκβοῶσα ἐν εὐλαβείᾳ προστρέχει·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Βασιλείας οὐρανῶν τό ἀείφωτον ἐκέκτησω δι’ ἀσκήσεως, Σισώη Πατήρ ἡμῶν, διά βίου ἐν τῇ ἐρήμῳ Χριστόν ὁμολογῶν Θεόν σεσαρκωμένον, εἰς ἔλεγχον τυράννων καί ἡγεμόνων· διό καί ἀλήκτου ζωῆς ἠξιώθης, ἀναβοῶν Αὐτῷ·

Ἀλληλούϊα.

Γεωργίον Κυρίου πάντιμον ἀνεδείχθης, Πάτερ ἀξιάγαστε· Ἀντωνίου γάρ τοῦ Μεγάλου μαθητής γενόμενος, τῶν ἐν ἐρήμῳ Πατέρων φωστήρ ἀνεδείχθης, ἐκεῖθεν τήν τοῦ Πνεύματος χάριν αὐγάζεις ἡμῖν τοῖς βοῶσι·

Χαῖρε, ὁ πλάνης τάς ἐνέδρας καθελῶν,
χαῖρε, ὁ τῆς σαρκός τάς ὀρέξεις ἀνελῶν·
Χαῖρε, κανών ποιμαντικῆς διακρίσεως,  
χαῖρε, λαμπάς τοῦ ἐνθέου φρονήματος·
Χαῖρε, ὁ μεγάλος ἐν τῇ θεοφρόνῳ ἀσκήσει,
χαῖρε, ὁ μέγιστος ἐν τῇ οὐρανίᾳ φρονήσει·
Χαῖρε, κρῖνον τό ἐν Αἰγύπτῳ ἐνδόξως ἀκμάσαν,
χαῖρε, ὁ εὐφραῖνον Σῇ δόξῃ τήν ὑφήλιον πᾶσαν·
Χαῖρε, ὁ ἐν ἀγῶσι στερρός καί ἀήττητος,
χαῖρε, ὁ ἐν πόνοις ἀσκητικοῖς ὁ πρόθυμος·
Χαῖρε, Αἰγύπτου τῆς ὀλβίας οὐρανοφθόγγος ἐρωδιός,
χαῖρε, κόσμου ὁ προστάτης καί πρός τά ἄνω ὁδηγός·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Δόξαν τήν τοῦ Σωτῆρος ὁλοτρόπως ποθήσας, τόν βίον ἐν τῇ ἐρήμῳ ἠνάλωσας, στάδιον ἀσκητικόν προκρίνας τῶν τοῦ κόσμου τερπνῶν καί ἠδέων· διό Αὐτῷ ἀπό καρδίας ἀνεβόας·

Ἀλληλούϊα.

Εὐλογοῦμεν Σισώην, τῆς Αἰγύπτου τόν γόνον καί αὐτῆς τό κλεινόν ἀπάνθισμα· οὗτος γάρ, οἷαπερ μέλισσα νοητή, τά κρείττονα ζηλῶν, ἀσκήσεως τήν ὁδόν τήν πρός οὐρανόν ἄγουσαν ἀκολουθῆσαι προκρίνας, ἀκούει παρ’ ἡμῶν τοιαῦτα·

Χαῖρε, ὁ μωρός καί ἀσθενής διά Χριστόν,
χαῖρε, ὁ ἄτιμος, ὡς Παῦλος λέγει, δι’ Αὐτόν·
Χαῖρε, ἡ χρυσή σάλπιγξ τῆς εὐσεβείας,
χαῖρε, ὁ διαπρύσιος κήρυξ τῆς ἀληθείας·
Χαῖρε, ὁ Σατάν καταργήσας τήν πλάνην,
χαῖρε, ὁ πιστοῖς πλουσίαν νέμων τήν χάριν·
Χαῖρε, ὁ ἀρνηθείς τό φθειρόμενον σῶμα,
χαῖρε, ὁ προαιρέσει ἐκχύσας τό αἷμα·
Χαῖρε, ὁ διά σημείων ὑπό Θεοῦ κηρυχθείς,
χαῖρε, ὁ τῶν μιγάδων προστάτης φανείς·
Χαῖρε, ἡ πολλῶν ἀσθενῶν θεραπεία,
χαῖρε, ὁ προσαχθείς τῷ Τυθέντι θυσία·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Ζῆλον θεῖον ὡς φλόγα τῇ Σῇ ψυχῇ κεκτημένος, Σισώη θεσπέσιε, βιοτῆς τῆς προσκαίρου τά τερπνά παρεῖδες καί ἀσκήσεως τήν ὁδόν προέκρινας· δι’ ἧς οὐρανίων δωρεῶν ἐγένου ἄξιος καί σωτηρίας, βοῶν Κυρίῳ τό·

Ἀλληλούϊα.

Ἤστραψεν τῷ νοητῷ τῆς Ἐκκλησίας στερεώματι Σισώης, ἀξίως ἐπισκοπεύσας τῶν παθῶν πόᾳ τῇ τοῦ Πνεύματος τούς ἐκθρεψάμενος· παιδείας δέ δραξάμενος, οὐκ ὀργίσθη αὐτῷ ὁ Κύριος· διό μετ’ εὐφροσύνης λέγομεν·

Χαῖρε, ἀστήρ πολύφωτος τοῦ νοητοῦ στερεώματος,  
χαῖρε, ὑψίστη ἀνόρθωσις τοῦ δεινοῦ ἡμῶν πτώματος·
Χαῖρε, τῶν Παθῶν τοῦ Κυρίου μιμητής ζωηφόρων,
χαῖρε, προπατόρων τῇ πίστει ζηλωτής θεοφόρων·
Χαῖρε, πλούτος θεοδώρητος ἀρετῶν ἀσκητικῶν,
χαῖρε, σκεῦος πολυτίμητον, πλῆρες θείων δωρεῶν·
Χαῖρε, δι’ ὅν εὐσεβεῖς ἀεί εὐφροσύνως σκιρτῶσι,
χαῖρε, πρός ὅν ἐν χαρᾷ νῦν μετ’ εὐλαβείας βοῶσι·
Χαῖρε, δοχεῖον τῆς τοῦ Πνεύματος χάριτος,
χαῖρε, ταμεῖον πλῆρες τῆς Αὐτοῦ ἁγιότητος·
Χαῖρε, ἐγκρατείας κανών ὁ εὐθύτατος,
χαῖρε, ἀπαθείας λειμών ὁ μυρίπνος·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Θεοῦ δῶρον ἡμῖν ἐδόθης, Σισώη ἀξιάγαστε· ἐν Σίβᾳ γάρ τόν Ἀλεξάνδρου τάφον εὑρών, πρό τούτου τό τῆς ζωῆς πρόσκαιρον καί μάταιον ἐφιλοσόφισας καί καρδιοστάλακτον δάκρυον ἐξέχεας, τόν θάνατον λογιζόμενος, Κυρίῳ ψάλλων·

Ἀλληλούϊα.

Ἰδεῖν ἡμέραν Κυρίου ἐπιποθῶν μετά λῆξιν, Σοῖς συντόνοις ἐγκρατείας καμάτοις τόν Κύριον εὐηρέστησας καί Παραδείσου τάς πύλας σαὐτῷ ἠνέωξας, Σισώη θειότατε· διό κατά χρέος Σοί ἐκβοῶμεν, ἀπό καρδίας ψάλλοντες·

χαῖρε, δι’ οὗ ἡ τοῦ Χριστοῦ χάρις δωρεῖται,
χαῖρε, δι’ οὗ ἡ τοῦ Σατάν κακία σοβεῖται·
χαῖρε, τό τοῦ Κυρίου ἐθελούσιον θῦμα,
χαῖρε, τό Διαβόλου καιριότατον πλῆγμα·
χαῖρε, οὗ ἡ μνήμη ἐν ἡμῖν μακαρία,
χαῖρε, Ὀρθοδόξων πιστῶν προστασία·
χαῖρε, ἀγάπης τοῦ Χριστοῦ τό ἔσοπτρον,
χαῖρε, ἀπάτης τοῦ Βελίαρ τό δρέπανον·
χαῖρε, ὁ ὑπάρχων τοῦ Παραδείσου εὐωδίᾳ,
χαῖρε, ὁ ἐλαύνων τήν τῶν παθῶν δυσωδίαν·
χαῖρε, ὅτι πρός ὕψος ἁγιότητος ἦρθης,
χαῖρε, ὅτι πλουσίων χαρισμάτων ἐπλήσθης·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Καλλινίκου Αἰγύπτου τῷ βλαστῷ καί καυχήματι καί ἐρήμου τῆς πικρᾶς τόν πολίτην τόν ἔνθεον, ἀξιοχρέως τιμῶμεν οἱ πιστοί· τῷ αὐτῷ ἁγιάσαντι Κυρίῳ, δι’ Ὅν τό σῶμα ἔτυξεν, βοῶντες·

Ἀλληλούϊα.

Λαόν τόν τοῦ Κυρίου ἐν διακρίσει ποιμάνας, δι’ ἀσκήσεως ἀγάπης τῆς θείας ἐδέχθης τήν δροσίζουσαν φλόγαν, Σισώη Πατήρ ἡμῶν, καί στερρῶς τῇ προαιρέσει μαρτυρίου τόν δρόμον διήνυσας· διό Σοῦ τά παλαίσματα θαυμάζοντες λέγομεν·

χαῖρε, δι’ οὗ οἱ πιστοί ἐν εὐφροσύνῃ σκιρτῶσι,
χαῖρε, δι’ οὗ οἱ ἐχθροί παντελῶς σιγῶσι·
χαῖρε, ὁ ζωῆς τῆς ἁγίας διδάσκαλος,
χαῖρε, ὁ θεοφόρων Πατέρων ἐφάμιλλος·
χαῖρε, εἰκών ἔμψυχε ἀρραγοῦς καρτερίας,
χαῖρε, ἄνθος μυστικόν οὐρανῶν εὐθαλείας·
χαῖρε, ὁδηγός εὐλαβῶν ὁ θεόσοφος,
χαῖρε, ὁ φωτί οὐρανίῳ θεούμενος·
χαῖρε, δι’ οὗ ὁ Χριστός ἀνυμνήθη,  
χαῖρε, δι’ οὗ ὁ Σατάν κατηργήθη·
χαῖρε, ὁ δεδοξασμένος τῷ ἦθῃ τῶν τρόπων,
χαῖρε, ὁ λελαμπρυσμένος τῷ ὄγκῳ τῶν κόπων·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Μένει εἰς τόν αἰῶνα Σισώη πατρός ἡ δόξα, ἧν ἐκτήσω ἐν τῇ ἐρήμῳ τῷ καύματι τικόμενος, Χριστόν ὁμολογῶν Θεόν ἐνανθρωπήσαντα· διό ὡς παρρησίαν πρός Αὐτόν κεκτήμενος, πάσης βλάβης διασώζει τούς βοῶντας·

Ἀλληλούϊα.

Νίκην τήν μόνην καί μένουσαν διά βίου ζητῶν, ἀσκητικοῖς ἀγῶσι τόν ἀρχαῖον πτερνιστήν κατήσχυνας· διό τάς ἀριστείας Σου ἐξυμνοῦντες καί τάς Σάς πρεσβείας πρός Θεόν ἐξαιτούμενοι, χρεωστικῶς ἐν τιμῇ ἐκβοῶμεν Σοι τοιαῦτα·

χαῖρε, τῆς ἀγάπης τῆς θείας θησαύρισμα,
χαῖρε, τῆς πτωχείας τοῦ Λόγου ἐναύλισμα·
χαῖρε, ὁ τοῦ Χριστοῦ πράξει κηρύξας τό ὄνομα,
χαῖρε, ὁ τῆς χάριτος Αὐτοῦ δειχθεῖς σκήνωμα·
χαῖρε, ὁ μαρτυρήσας προθύμως τῇ συνειδήσει,
χαῖρε, ὁ σῶμα τύξας τῇ ὑπερανθρώπῳ ἀσκήσει·
χαῖρε, σύναξις εὐφρόσυνος καί σεπτή παρεμβολή,
χαῖρε, πτῶσις ἡ τοῦ δράκοντος καί ἡμῶν καταφυγή·
χαῖρε, ὁ γεωργίας καινῆς τό λαμπρόν ἀπάνθισμα,
χαῖρε, τό οὐρανίας πατρίδος φωτοφόρον πόλισμα·
χαῖρε, ὁ ἀστράπτων βίον τόν ἰσάγγελον,  
χαῖρε, ὁ προχέον μῦρον τό οὐράνιον·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Ξένος τῶν ἐν τῶ κόσμῳ ἀγαθῶν καί ἠδέων καί πάροικος τῆς ὑπ’ οὐρανόν ὅντως ἐφάνης, Σισώη μακάριε, ξενοπρεπῶς διά βίου ἀγωνισάμενος· ὅθεν Ὀρθόδοξοι πάντες κατά χρέος τιμῶντες Σε, Κυρίῳ τῷ Σε ἁγιάσαντι βοῶμεν·

Ἀλληλούϊα.

Ὅλως ἡγιασμένος καί τοῖς ὑδρῶσι λελουσμένος, ἡμῖν παρά Κυρίου ἐδόθης, εἰς πρεσβείαν πρός Αὐτόν, Ὁσιώτατε· μαρτυρίου προαίρεσιν γάρ καί ἀσκήσεως βίον συγκεράσας, ἰσχύν παρέχεις ἡμῖν τοῖς ψάλλουσι·

χαῖρε, Ἀντωνίου τοῦ Μεγάλου ὁ διάδοχος,
χαῖρε, τῆς εὐκλείας ἐκείνου ὁ ἰσότιμος·
χαῖρε, ὁ μωρός διά τήν χάριν τοῦ Κυρίου,
χαῖρε, ὁ ἐν σαρκί κήρυξ τοῦ Εὐαγγελίου·
χαῖρε, κήρυξ διαπρύσιε τῆς ἀγάπης τοῦ Θεοῦ,
χαῖρε, μάχαιρα ἀμφίστομε τῆς ἀπάτης τοῦ ἐχθροῦ·
χαῖρε, ἀστήρ τῆς Ὀρθοδόξου ἡμῶν Πίστεως,
χαῖρε, ὀλετήρ τῆς ματαιωτάτης φρονήσεως·
χαῖρε, νόμων τῶν τοῦ Πνεύματος ἀσφαλής ὑφηγητής,
χαῖρε, τρόπων κόσμου σχέσεων ἀληθής ἐκμειωτής·
χαῖρε, Ὁσίων Πατέρων τῶν πρώτων ὁ διάδοχος,
χαῖρε, ἐκείνων τοῦ βίου καί τῶν τρόπων ὁ μέτοχος·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Πατέρων ἐν τῷ μέσῳ τοῦ Παραδείσου ἐντυγχάνων, ὧν τόν βίον ἐζήλωσας, Σισώη τρισμάκαρ, ὡς δι’ ἀρετῆς καί ἀσκήσεως ἁγιασθείς, ἀξιοχρέως γεραίρεσαι ὑπό πάντων, τῶν τῷ Σέ δοξάσαντι Θεῶ κραυγαζόντων·

Ἀλληλούϊα.

Ροῇ μέλιτος ἀπό γλώττης, ὡς Ἀντώνιος ἄλλος, εὐσεβείας τόν λόγον κηρύττει, Σισώης ὁ θεῖος, ὅν πρῶτον ἐκεῖνος ἑαυτῷ ἐφήρμοσεν, λαῷ τῷ τοῦ Θεοῦ· διό καί ἡ Ἐκκλησία τοῦτον τιμῶσα, βοᾶ αὐτῷ ἐν χαρᾷ συμφώνως·

χαῖρε, στρατιῶτα τοῦ Κυρίου κραταιότατε,
χαῖρε, καθαιρέτα τοῦ διαβόλου ἐνθεώτατε·
χαῖρε, ἄνθος εὐωδέστατον τῆς ἀπαθείας,
χαῖρε, σκεύος πολύτιμητον τῆς ἀκακίας·
χαῖρε, τοῦ Χριστοῦ ἐκλογίον τό θεῖον,
χαῖρε, τοῦ ἀκτίστου φωτός τό δοχεῖον·
χαῖρε, λαμπάς τῆς θείας καθάρσεως,
χαῖρε, ὁδηγέ τῆς ψυχῶν ἀνατάσεως·
χαῖρε, τῆς ἀγάπης τῆς οὐρανίου ταμεῖον,
χαῖρε, τό κρειττόνων ἐν σαρκί ἐκμαγεῖον·
χαῖρε, ὁ σαρκός τάς ἀγλειδόνας κουφίζων,
χαῖρε, ὁ ἁμαρτανόντων πολιτείαν ρυθμίζων·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Στέψας τήν κορυφήν Σου ὁ Χριστός τῷ στεφάνῳ, ἐν Παραδείσῳ μετά Πατέρων Σέ ἐνέταξε, Σισώη μάκαρ, ἔνθα χορεύεις Ἁγίων αὐλιζόμενος δήμοις· ἡμᾶς διό πάσης βλάβης καί κινδύνου διάσωζε, τούς ψάλλοντας τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Τιμήν ἀπ’ Ἐκκλησίας ἠξιώθης, παμμάκαρ, δι’ἐγκρατείας ἐκγυμνασθείς καί δι’ ἀσκήσεως τόν πάλαι πτερνιστήν κατασχύνας· διό τάς ἀριστείας Σου τιμῶντες, οἱ τῷ φωτί τῶν πρεσβειῶν Σου ἐλπίζοντες, πίστει ἐνθέρμῳ μέλπομεν·

χαῖρε, ὁ πλουτήσας Πατέρων τήν ἔλλαμψιν,
χαῖρε, ὁ ζηλώσας Ὁσίων τήν κατάστασιν·
χαῖρε, δι’ οὗ εὐσεβεῖς ἐξ οὐρανοῦ φωταυγοῦνται,
χαῖρε, δι’ οὗ δυσεβεῖς διά παντός καταργοῦνται·
χαῖρε, δόξα καί ἀντίληψις Ὀρθοδόξων εὐσεβῶν,
χαῖρε, σκέπη καί κραταίωμα τῶν ὑφ’ ἥλιον εὐλαβῶν·
χαῖρε, ὁ πλησθείς μενόντων δωρεῶν οὐρανίων,
χαῖρε, ὁ ἀποστάς φθηρομένων ἐννοιῶν ἐπιγείων·
χαῖρε, ὁ θαυμάτων τήν χάριν δεξάμενος,
χαῖρε, ὁ ἀκαθαρσίας τήν λύμιν τρεψάμενος·
χαῖρε, δι’ οὗ ἡ Ἁγία Τριάς πανενδόξως ἀνυμνεῖται,  
χαῖρε, δι’ οὗ ἡ πᾶσα γῆ ἀνυστάκτως φρυκτωρεῖται·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Ὕμνοις ἐπινικίοις τήν Σήν πολιτείαν καί κόπων τῶν μεγίστων τούς πόνους τιμῶμεν, χαιρετιστήριον ὠδήν Σοί προσφέροντες, Ἅγιε· τῷ δέ Σέ δοξάσαντι Θεῷ τῷ ἐν Τριάδι, πανευφροσύνως ἐν εὐλαβείᾳ καί κατανύξει ἐκβοῶμεν·

Ἀλληλούϊα.

Φλέγει Βελίαρ τήν ἰσχύν, ἡ ἐνοικοῦσα τοῖς τιμίοις Σου Λειψάνοις τοῦ Πνεύματος χάρις, Σισώη Πατήρ ἡμῶν· ἁγιάζει δέ τούς πίστῃ προστρέχοντας καί ταῦτα προσκυνοῦντας· διό μετ’ εὐφροσύνης, ἐν χαρμονῇ Σοι βοῶμεν·

χαῖρε, ῥεῖθρον καθαρόν ναμάτων μυστικῶν,  
χαῖρε, ἄνθος εὐώδες Βασιλείας Οὐρανῶν·
χαῖρε, ὁ λυτῆρ συνοχῆς τῆς ψυχοφθόρου,
χαῖρε, ὁ δοτῆρ χαρμονῆς τῆς θεοδότου·
χαῖρε, πύργε ἄσειστε τῆς Ἐκκλησίας,
χαῖρε, πτῶσις ὁλοσχερῆς τῆς ἀγνωσίας·
χαῖρε, δι’ ὅν ὁ ἐχθρός Σατάν οἰμώζει,
χαῖρε, δι’ ὅν εὐσεβεῖς πιστοί σκιρτῶσι·
χαῖρε, ἀηδών θεοβρύτου συνάρσεως,
χαῖρε, λαμπηδών οὐρανίου ἐμφάνσεως·
χαῖρε, ὁ λόγος τῆς Χριστοῦ Ἐκκλησίας,
χαῖρε, ἡ πτωχῶν πηγή παραμυθίας·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Χαίρων τῆς ζωῆς τῆς ἀλήκτου νῦν ἀπολαύεις, Σισώη μακάριε, σύν πάσῃ ψυχῇ οἷα τόν Κύριον ηὐηρέστησε καί πάντα τά τῶν Ἀγγέλων καί Δικαίων συστήματα· ἀπό πάσης δέ λύπης καί ὀργῆς ἡμᾶς ῥύεσαι, τούς πόθῳ τελοῦντας τήν μνήμην Σου καί Κυρίῳ ἄδοντας·

Ἀλληλούϊα.

Ψάλλομεν Σισώη τήν ἀείφωτον δόξαν, ὅς Κυρίου τῶν λόγων ποιητής ἀνεδείχθη· «ὅστις – γάρ – θέλει ὀπίσω μου ἐλθεῖν» ἀκούων, ἔσπευσε τρέχων καί διά βίου Ἐκείνου μαθητής ἐνεφάνη· διό αὐτοῦ τά παλαίσματα θαυμάζοντες βοῶμεν·

χαῖρε, ὁ τῶν πόνων φανείς ἰσχυρότερος,
χαῖρε, ὁ τῶν ἠδέων δειχθείς ἀνώτερος·
χαῖρε, ὁ τῶν παθῶν τάς ἀκάνθας ἐκτίλλων,
χαῖρε, ὁ τῶν ψυχῶν τάς ἀρούρας ἀρδεύων·
χαῖρε, Χριστοῦ ἡ ἁγιωτάτη παράταξις,
χαῖρε, Σατάν ἡ τελειωτάτη κατάργησις·
χαῖρε, ὁ τοῦ Σωτῆρος τόν σταυρόν ἀράμενος,
χαῖρε, ὁ τήν μένουσαν πόλιν δειξάμενος·
χαῖρε, λαμπηδών Ἐκκλησίας τοῦ Χριστοῦ,
χαῖρε, ἀντιλήπτορ τοῦ θρησκεύοντος λαοῦ·
χαῖρε, χαιρετισμοῦ τοῦ ἐμοῦ ὁ συλλήπτωρ,
χαῖρε, τῆς ψυχῆς τῆς ἐμῆς ἀντιλήπτωρ·

Διό Σε πάντες, Σισώη, γεραίρωμεν.

Ὦ Σισώη Μεγάλε, τῆς Αἰγύπτου τό κλέος, Ἀγγέλων συμπολίτα τῶν θείων (ἐκ τρίτου μετά τῆς ἐπωδοῦ, «Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν»), σύν τούτοις καί πᾶσι τοῖς Ἁγίοις Χριστόν ἐκδυσωπήσατε, πταισμάτων διδόναι ἡμῖν συγχώρησιν, τοῖς Αὐτῷ βοῶσιν·

Ἀλληλούϊα.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
(Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου).

Ἐκ παιδός γεωργήσας ζωήν τήν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς Σῆς ἐξόδου· δηλοποιῶν τήν Σήν δόξαν καί καταλάμπων τάς ψυχάς ἡμῶν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης