Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1688
https://www.proseyxi.com

Ἐγκώμια εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Empty Ἐγκώμια εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος

Την / Το Τετ Οκτ 30, 2019 1:03 am
Ἐγκώμια εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος

Ποίημα Γεωργίου Γαλανοπούλου
Ἐγκώμια εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Θεόδωρο ο Χατζής ο Μυτιληναίος Xatzi110
ὧν ἡ ἀκροστιχίς: Ἅγιε Νεομάρτυς, ᾄδω σε ἀξίως, ᾄσμασιν ἐνθέοις.
Εἰς δὲ τό Δόξα καὶ νῦν: Χάριτι.


Στάσις α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Ἀνυμνοῦμεν Μάρτυς, τὰ σεπτά σου ὀστά, καὶ εἰκόνα σου τιμῶμεν πανίερον, ὦ Θεόδωρε πιστῶν ἡ χαρμονή.

Γηγενεῖς σκιρτῶσι, Νεομάρτυς στεῤῥέ, καὶ ὑμνοῦσί σου τὴν μνήμην μελίσμασιν, ἀσπαζόμενοι σὰ λείψανα πιστώς.

Ἱεροπρεπῶς μέν, μάκαρ δ’ ἅμα σεμνῶς, λιτανεύομεν εἰκόνα καὶ λείψανα, αὐγαζόμενοι ταῖς χάρισιν αὐτῶν.

Εὐφραινέσθω πᾶσα, Ὀρθοδόξων πληθύς, καὶ ἀγάλου Τουρλωτῆς οἶκος πάνσεπτος, ἀνυμνοῦσα τὸν Θεόδωρον ᾠδαῖς.

Νικηφόρος Μάρτυς, ἀνεδείχθης σοφέ, καὶ λειψάνων σου ἡ θήκη Θεόδωρε, γλυκασμὸν παρέχει πᾶσι τοῖς πιστοῖς.

Ἐν ψαλμοῖς ὑμνείσθω, ὁ Χριστοῦ ἀριστεύς, Ὀρθοδόξων φάρος βάθρον τῆς πίστεως, ὁ προστάτης κώμης Πύργων τῆς Θερμῆς.

Ὁ Παρθένου δόμος, Τρουλωτῆς ἱεράν, τῶν ὀστέων σου μερίδα νῦν κέκτηται, καὶ τιμᾶ σε ὦ Θεόδωρε πιστῶς.

Μακαρίζομέν σου, στρατιῶτα Χριστοῦ, τὰ πανένδοξα καὶ θεῖα ἀθλήματα, μεγαλύνοντες τὴν μνήμην σου ψαλμοῖς.

Ἀθλοφόρε Μάρτυς, σὺ ἀντέστης στεῤῥῶς, κολακείαις ἀπειλαῖς τῶν δημίων σου, καὶ ἀπτόητος ἐδείχθης αἰκισμοῖς.

Ῥῦσαι πάσης βλάβης, καὶ ἐχθρῶν ἀπειλῆς, τοὺς τιμῶντάς σε Θεόδωρε ᾄσμασι, καὶ χορήγει οὐρανόθεν χάριν σήν.

Τοὺς ἀνευφημοῦντας, σὴν ἀνακομιδήν, τῶν λειψάνων σου χορήγει Θεόδωρε, ἀντιδόσεις σῶν πλουσίων δωρεῶν.

Ὕψωσον τὰς χεῖρας, πρὸς Θεὸν ἀριστεῦ, καὶ κατάπεμψον ἡμῖν χάριν ἄνωθεν, ὦ Θεόδωρε τὸ ἔρεισμα πιστῶν.

Σῶτερ ἱκεσίαις, εὐκλεοῦς Ἀθλητοῦ, ἡμᾶς σῶσον ἑορτάζοντας μνήμην του, ἐν ᾠδαῖς πνευματικαῖς θεοπρεπῶς.

Δόξα. Τριαδικόν.
Χείλεσι καρδίαις, σὲ ὑμνοῦμεν σεπτέ, ἐξαιτούμενοι θερμαῖς σου δεήσεσι, καὶ δοξάζοντες Τριάδα ἀληθῶς.

Καὶ νῦν. Θεοτοκίον.
Ἀενάως Μῆτερ, δὸς ὑμνεῖν Σε ἡμᾶς, καὶ πιστῶς ὁμολογοῦντας κατ’ ὄνομα, Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός.

Καὶ πάλιν τὸ πρῶτον:
Ἀνυμνοῦμεν Μάρτυς, τὰ σεπτά σου ὀστά, καὶ εἰκόνα σου τιμῶμεν πανίερον, ὦ Θεόδωρε πιστῶν ἡ χαρμονή.


Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
Ἄξιον ἐστί, μεγαλύνειν σὲ τὸν Ἀθλοφόρον, τὸν λαμπρὸν ἐν Νεομάρτυσιν Ἅγιον, καὶ πυρσὸν τῆς Ἐκκλησίας φαεινόν.

Δεῦτε ἱεροῖς, εὐφημήσομεν ψαλμοῖς καὶ ὕμνοις, τὸν κρουνὸν ὁμολογίας τῆς πίστεως, τὸν στηρίξαντα λαὸν Ἄγαρ καιροῖς.

Ὦ τῆς πρὸς ἡμᾶς, ὀξυτάτης σου προνοίας Μάρτυς, καὶ τῆς πρὸς Θεὸν ἐνθέρμου πρεσβείας σου, τῶν τιμώντων τὴν σὴν μνήμην εὐλαβῶς.

Σπόρον ἀρετῶν, ἐγεώργησας Ἄθωνι μάκαρ, καὶ θερίσας στάχυν ἑκατοστεύοντα, ἀληθῆ τὸν λόγον ἔδειξας Χριστοῦ.

Ἔχομεν φρουρόν, σὲ Θεόδωρε καὶ προστασίαν, βίου ἡδοναῖς οἱ συγκυλινδούμενοι, καὶ βροτῶν τὸ γένος πρεσβευτήν.

Ἅπασα πληθύς, λαοῦ Λέσβου τε καὶ φιλεόρτων, ἐν ναῷ πιστῶς λείψανα ἀσπάζεται, καὶ αἰτεῖται θείαν χάριν Μάρτυς σήν.

Ξένα ἀληθῶς, τὰ παράδοξά σου καθορῶμεν, θαύματα τελούμενα ὦ Θεόδωρε, ἃ ἐκβλύζει σοῦ λειψάνου ἡ μερίς.

Ἴσμεν ἀφανεῖς, δωρεὰς καὶ δήλους Νεομάρτυς, ἃς Εἰκών σου θεία τοῖς γόνυ κλίνουσιν, αὐτὴ τάχει εὐσεβέσι χορηγεῖ.

Ὥρᾳ τῇ φρικτῇ, ἡμῶν πάρεσο πρέσβυς θεόφρον, ἵνα δεξιοῖς προβάτοις συντάξηται, ὁ Σωτὴρ τὰς ἁμαρτίας παρορῶν.

Σῶσον τοὺς πιστούς, ἱερεῖς καὶ μοναχοὺς τρισμάκαρ, καὶ ἡμᾶς τιμῶντας θήκην λειψάνων σου, ἐν ναῷ τῆς Θεοτόκου Τρουλωτῆς.

Δόξα. Τριαδικόν.
Ῥᾶνον ἐφ’ ἡμᾶς, τὸ Σὸν ἔλεος Τριὰς πλουσίως, τοὺς Πατέρα Λόγον καὶ Πνεῦμα Ἅγιον, προσκυνοῦντας καὶ δοξάζοντας πιστῶς.

Καὶ νῦν. Θεοτοκίον.
Ἴσθι βοηθός, Θεοτόκε πάντων ἐν ἀνάγκαις, νήσου τε τῆς Λέσβου προστάτις ἄμαχος, καὶ μεσίτις πρὸς Υἱόν Σου εὐμενής.

Καὶ πάλιν τὸ πρῶτον:
Ἄξιον ἐστί, μεγαλύνειν σὲ τὸν Ἀθλοφόρον, τὸν λαμπρὸν ἐν Νεομάρτυσιν Ἅγιον, καὶ πυρσὸν τῆς Ἐκκλησίας φαεινόν.


Στάσις γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Θεόδωρε ἐν ὕμνοις.

Σήμερον τιμῶμεν, μνήμην Θεοδώρου, τοῦ Μάρτυρος Κυρίου.

Μὴ ἐάσῃς Μάρτυς, ἄνευ βοηθείας, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.

Ἅγνισον τὰ χείλη, ἡμῶν ὅπως μερίδα, λειψάνων ἀσπασθῶμεν.

Σῶσον Ἀθλοφόρε, τοὺς τὰ λείψανά σου, πιστῶς καταφιλοῦντας.

Ἵλεως τοῖς πᾶσι, Σῶτερ Θεοδώρου, γενοῦ θερμαῖς πρεσβείαις.

Νίκας Νεομάρτυς, δίδου Ὀρθοδόξοις, κατὰ αἱρετιζόντων.

Ἔχει Ἐκκλησία, πιστῶς σε βάθρον, στεῤῥὲ Χριστοῦ ὁπλῖτα.

Νόσων ἀνιάτων, χαλεπῶν παθῶν τε, ἡμᾶς ῥῦσαι ὦ Μάρτυς.

Θήκην τῶν λειψάνων, καὶ Πατρὸς Εἰκόνα, πιστοὶ ῥάνατε μύροις. (γ΄).

Ἔρχου βοηθῆσαι, πάντας ἐκ κινδύνων, σοφὲ τῇ σῇ πατρίδι.

Ὁμοῦ σὺν τοῖς Ἁγίοις, τῆς νήσου Λέσβου Μάρτυς, καὶ σὲ πιστῶς τιμῶμεν.

Ἴθυνον τὸν βίον, τρίβοις μετανοίας, ἡμῶν ὦ Ἀθλοφόρε.

Σκέπε Νεομάρτυς, τοὺς σὲ ἀνυμνοῦντας, ἐξ ἐχθρικῶν σκανδάλων.

Δόξα. Τριαδικόν.
Τριὰς μιᾷ Θεότης, ὕμνον Σοι προσάδει, πιστῶς πᾶσα ἡ κτίσις.

Καὶ νῦν. Θεοτοκίον.
Ἰσχυρὰ προστάτις, Μῆτερ Θεοτόκε, ἀεὶ σκέπε Σοὺς δούλους.

Καὶ πάλιν τὸ πρῶτον:
Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Θεόδωρε ἐν ὕμνοις.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης