Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1688
https://www.proseyxi.com

Εγκώμια εις την Αγία Μεγαλομάρτυρα Ειρήνη Empty Εγκώμια εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

Την / Το Τετ Οκτ 30, 2019 1:13 am
Εγκώμια εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

Ποίημα Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
Εγκώμια εις την Αγία Μεγαλομάρτυρα Ειρήνη Irini10


Στάσις α΄. Ἤχος πλ. α’. Η ζωή ἐν τάφω…
Μακαρίζομέν σε, Ἄθληφόρε σεμνή, ὠς ειρήνης ουρανίου επῶνυμον ὠς αμίαντον αμνάδα τοῦ Χριστοῦ.

Καὶ τὰ εξής ὠν ὴ Ακροστιχίς Ειρήνης ὔμνος ἐξ ἀθλίου Κυρίλλου

Ἐν φαιδροίς επαίνοις, εὐσεβῶν οὶ χοροί, τὴν Ειρήνην τὴν ολβίαν τιμήσωμεν, τὴν αισχύνασαν το κράτος τοῦ εχθροῦ.

Ιερείον θείον, προσηνέχθης Χριστῶ, υπέρ φύσιν ὠ Ειρήνη τελέσασα, μαρτυρίου παναλκίμου τὴν οδόν.

Ρείθροις σῶν αιμάτων, Ἀθληφόρε Χριστοῦ, τὸν αρχέκακον απέπνιξας δράκοντα, κατά σου ἐπιδραμόντα ἀναιδῶς.

Ἤσχυνας τερθρείας, μυθικάς τῶν Περςῶν, ρητορεύσασα Ειρήνη ἐν Πνεύματι, εὐσεβείας τα μυστήρια τρανῶς.

Νόμω πειθαρχούσα, ἀκλινῶς τοῦ Θεοῦ, ἀνομίας τοῦς χειμάρρους εξήρανας, τῶν αιμάτων σου Ειρήνη τοῖς κρουνοῖς.

Ἤρθης πρὸς τὴν γνώσιν, θαυμαστῶς τοῦ Θεοῦ, παραδόξου δι’ οράματος ἔνδοξε, καὶ τοῖς ἴχνεσιν εβάδισας αυτόῦ.

Σύμμορφος εγένου, ὠ Ειρήνη Χριστού, μαρτυρίου τὸν αγώνα τελέσασα, δι’ αγάπησιν διάπυρον αυτόῦ.

‘’Υμνοις σε Ειρήνη, εὐφημούμεν ἀεί, ὄτι γένους ευδοξίαν εμίσησας, ἴνα εύρης τὴν ἀθάνατον ζωήν.

Μαγεδῶν καυχάται, τοῖς σπαργάνοις τοῖς σοῖς, καὶ κομπάζει τοῖς τροπαίοις τῶν ἄθλων σου, δι’ ὠν ἤσχυνας τῶν Μάγων τὴν ὀφρύν.

Νικηφόρος ὤφθης, ὠ Ειρήνη σεμνή, ἐν τη πάλη κραταιού μαρτυρίου σου, αριστεύσασα δυνάμει θεϊκή.

Ο Χριστός Ειρήνη, τὴς ειρήνης αυτόῦ, κληρονόμον σε ἐν πόλω ανέδειξεν, ὠς επώνυμον ειρήνης ἐκλεκτήν.

Σατραπείας πᾶσας, τῶν ἐχθρῶν τοῦ Σταυροῦ, ἐν αυτόῦ τη θεία χάριτι ὤλεσας, καὶ ἐδόξασας ἀθλήσει τὸν Χριστόν.

Ἐν σοι χαῖρει Μάρτυς, φιλεόρτων πληθύς, ὄτι αίμασιν οικείοις εκόσμησας, παρθενίας τὴν ἀμόλυντον στολήν.

Ξύλου ὠ Ειρήνη, τὴς ἀψεύστου ζωής, κατηξίωσαι το ζὴν ἐκμετρήσασα, αιδεσίμου κεφαλής σου ἐκτομή.

Ἀφθαρσίας στέφος, εκομίσω σεμνή,  τῶν φθαρτῶν υὐπεραρθείσα τοῖς ἄθλοις σου, καὶ κατώκησας σκηνήν φωτοειδή.

Θλάσιν καθυπέστης, τῶν μελῶν σου στερρῶς, ἀγαθά ἀποσκοπούσα τα μέλλοντα, ά δωρείται τοῖς Αγίοις ὸ Χριστός.

Λόγοις σου Ειρήνη, καὶ σημείοις φρικτοῖς, χιλιάδας πιστευσάντων προσήγαγες, ὠς θυμίαμα ευώδες τὠ Χριστώ.

Ἴθυνας σους πόδας, πρὸς ειρήνης ὀδόν, περσικής θεοεχθρίας μησήσασα, ματαιότητα Ειρήνη ὀλικῶς.

Ὠ τῶν θαυμασίων, ὠ Ειρήνη Θεός, αὐτουργόν σε θαυμασίων ἀνέδειξε, δι’ ὠν ὤφθης χριστοκήρυξ επί γὴς.

Υπέρ πάντων Μάρτυς, ἐκδυσώπει Χριστόν, τὸν δοξάσαντά σε δόξη καὶ χάριτι, ἴνα πᾶσης λυτρωθώμεν συμφοράς.

Καθελούσα Μάρτυς, τῶν ἐθνῶν τα γλυπτά, εὐσεβείας ὠ Ειρήνη καὶ πίστεως, διετράνωσας τὴν ἄμαχον ισχύν.

Υπέρ τῶν προσφύγων, ὠ Ειρήνη τῶν σων, καθικέτευε Χριστόν τὸν φιλάνθρωπον, ὠς πλουτούσα παρρησίαν πρὸς αυτόν.

Ρύσαι τοῦς τιμῶντας, τῆν σην μνήμην πιστῶς, από πᾶσης ἐπηρείας τοῦ δράκοντος, καὶ κινδύνων ὠ Ειρήνη χαλεπῶν.

Ίλεων Ειρήνη, τὸν Δεσπότην Χριστόν, τὸν ὠραίον σου Νυμφίον απέργασαι, τοῖς τιμῶσι σου τα ἄθλα εὐλαβῶς.

Ρύθροις σων αιμάτων, φοινιχθείσα λαμπρῶς, εὐπρεπής ἠγλαϊσμένη εισέδραμες, ὠ Ειρήνη εἰς νυμφῶνα φωτεινόν.

Λὐτρωσαί με Μάρτυς, δραστικαίς σου εὐχαίς, τοῦ εχθροῦ τῶν δολερών ἐπιθέσεων, καὶ παράσχου μοι ειρήνην τη ψυχή.

Δόξα… Τριαδικόν.
Ο Θεός τὴς δόξης, ὴ Αγία Τριάς, τῶν πταισμάτων ἠμῖν λύσιν πρυτάνευσον, ταῖς τὴς Μάρτυρος Ειρήνης σου λιταῖς.

Καὶ νῦν… Θεοτοκίον.
‘Ύμνοις σε τιμῶμεν, Θεοτόκε Αγνή, ὠς τὸν Λόγον τοῦ Πατρός σωματώσασα, καὶ δωρήσασα τὠ κόσμω τὴν χαράν.

Καὶ πάλιν τὸ πρώτον.
Μακαρίζομέν σε, Ἄθληφόρε σεμνή, ὠς ειρήνης ουρανίου επῶνυμον ὠς αμίαντον ἀμνάδα τοῦ Χριστοῦ


Στάσις β΄.  Ήχος πλ. α’. Άξιόν εστί…
Άξιόν ἐστί, μακαρίζειν σε Μάρτυς Ειρήνη, τὴν μαρτυρικῶς διαπρέψασαν, καὶ ειδῶλων καταργήσασαν ἰσχύν.

Καὶ τὰ εξής ἄνευ Ακροστιχίδος.

Ἤλιος λαμπρός, ἐξανέτειλας ἐκ τὴς Περσίας, τη φωταγωγία τῶν ἄθλων σου, ειρηνώνυμε ἀμνάς τοῦ Ἰησοῦ.

Πόθω μανικῶ, τοῦ Νυμφίου σου πυρποληθείσα, κοσμικάς αξίας κατέλιπες, καὶ ενήθλησας Ειρήνη εὐσθενῶς.

Ἔτρεψε φοράν, τῶν βασάνων ἔνδοξε Ειρήνη, ὴ πρὸς τὸν φιλάνθρωπον σχέσις σου, καὶ τῶν Μάγων ἀπετέφρωσε τὸ πὺρ.

Θείαν τὠ Χριστῶ, προσενήνοχας αἰχμαλωσίαν, πλήθος πιστευσάντων πολύαθλε, δια λόγων σου και ἄθλων κραταιῶν.

Πόδας σης ψυχής, ἐν Χριστοῦ στηρίξασα τη πέτρα,οὐκ ετράπης Μάρτυς πολύαθλε, ἐν κολάσεων μεγίστων προσβολαῖς.

Ἔθραυσας βωμοῦς, τῶν ειδώλων θαυμαστή Ειρήνη, χύσει τῶν αιμάτων καὶ ἤσχυνας, τοῦς προάρχοντας τῆς πλάνης ανδρικῶς.

Σκεύος ἐκλογής, τοῦ Χριστοῦ εγένου Ἀθληφόρε, καὶ τῆν τυρρανίδα κατέβαλες, ση ἐνστάσει τῶν δεινῶν πυρσολατρῶν.

Πλάνης μυσαράς, ἐκφυγούσα κλύδωνα Ειρήνη, καὶ μαρτυρικῶς εὐπλοΐσασα, εἰς τρυφήν ἐλλιμενίσθης θεϊκήν.

Θῦσαι τοῖς γλυπτοῖς, μη πεισθείσα νουνεχῶς Ειρήνη, θλίψεις καὶ κολάσεις καὶ μάστιγας, καθυπέμεινας ἐνθέω λογισμῶ.

Ὄλως τοῦ Χριστοῦ, ου κατίσχυσαν πόθου χωρίσαι, θλίψεις σε στρεβλώσεις καὶ μάστιγες, ειρηνώνυμε καὶ ξίφους η ακμή.

Πίστεως Χριστοῦ, πανοπλίαν φέρουσα Ειρήνη, ἔτρεψας τυράννων αὐθάδειαν, καὶ διώλεσας τα στίφη τῶν ἐχθρών.

Κάλλους σου Χριστός, ἐρασθείς ο Κύριος Ειρήνη, δι’ ορνέων σε σεμνή προσεκάλεσεν, εἰς νυμφῶνα τὸν ακήρατον αυτόῦ.

Ἔλιπες στοργήν, γεννητόρων σου σεμνή Ειρήνη, καὶ τοῦ Λυτρωτοῦ εν τοῖς ἴχνεσιν, ἠκολούθησας βεβαία ἐν σπουδή.

Ἴθυνας λαοῦς, εἰς ουράνιον επαγγελίαν, θαύμασι μεγίστοις εκλάμψασα, ἐν ἀθλήσεως Ειρήνη τὠ καιρῶ.

Γνόφον αὶκισμῶν, θεία χάριτι διαδραμούσα, τω φωτί Ειρήνη πολύαθλε, προσεπέλασας Θεοῦ τὠ νοητῶ.

Ἄπταιστον Θεοῦ, γνῶσιν ἄνωθεν Μάρτυς λαβούσα, ἔδειξας ασύστατον ἄτοπον, τῆν σοφίαν τῶν δεινῶν πυρσολατρῶν.

Βάσιν τὴς ψυχής, στερεώσασα επί την πίστιν, οὐκ εσείσθης γνώμης το πάγιον, ἐν προσρήξεσι βασάνων αλγεινῶν.

Συ από τὴς γης, τα μιάσματα τὴς ἀσεβείας, μύρον ευωδίας τῶν ἄθλων σου, ἀναβλύσασα εκκάθηρας σεμνή.

Κλήρος τοῦ Θεοῦ, καὶ μερίς υπάρχουσα Ειρήνη, θράση ἀσεβείας αλλόφυλα, κατεπάτησας ἐνστάσει κραταιά.

Θλάσει τῶν μελών, καὶ τοῖς τραύμασι τοῦ σώματός σου, ἔτρωσας δεινῶς ἐτραυμάτισας, ειρηνώνυμε τον βύθιον εχθρόν.

Φύσιν ερπετῶν, καθυπέταξας Μάρτυς Ειρήνη, απειλής τροχού δε κατίσχυσας, ἐν Χριστῶ ταὠ σε ισχύσαντι σεμνή.

Κάρπωμα δεκτόν, προσηνέχθης τὠ Χριστῶ Ειρήνη, τῶν βασάνων τᾶς πληγάς υπομείνασα, καὶ τὸν θάνατον τὠ ξίφει εκοντί.

Θεία μηχανή, τοῦ Χριστοῦ της πίστεως Ειρήνη, τα ιδρύματα τὴς πλάνης συνέσεισας, καὶ ανύψωσας το κέρας τῶν πιστῶν.

Μέμνησο ἠμῶν, τῶν ὐμνούντων σε πιστῶς Ειρήνη, ως Παρθενομάρτυρα ἔνδοξον, ὠς αμνάδα τοῦ Δεσπότου λογικήν.

‘Ύμνοις καὶ ωδαίς, εὐφημούμεν σε Μάρτυς Ειρήνη, τὴν μαρτυρικῶς αριστεύσασαν, καὶ θαυμάτων δοξασθείσαν δωρεαῖς.

Χάρισαι ἠμῖν, τοῖς τιμῶσι σε Μάρτυς Ειρήνη, εὶρηνοποιῶν χαρισμάτων σου, ικετεύομεν ταᾶς θείας δωρεάς.

Δόξα… Τριαδικόν.
Ώ Τριάς σεπτή, Πάτερ ἄναρχε Λόγε και Πνεύμα, ταῖς τὴς Ἀθληφόρου δεήσεσι, τα συμφέροντα χορήγησον ἠμῖν.

Καὶ νῦν…. Θεοτοκίον.
Μήτερ τοῦ Θεοῦ, Παντευλόγητε Ἀγνή Παρθένε, πρέσβευε ἀεί τὠ ἐκ σπλάχνων σου, ἴνα τύχωμεν τοῦ θείου γλυκασμοῦ.

Καὶ πάλιν τὸ πρώτον.
Άξιόν εστί, μακαρίζειν σε Μάρτυς Ειρήνη, τῆν μαρτυρικῶς διαπρέψασαν, καὶ ειδῶλων καταργήσασαν ἰσχύν.


Στάσις γ΄.  Ἤχος γ’. Αι γενεαί πᾶσαι…
Αἰ γενεαί πᾶσαι, μακαρίζομέν σε, Ειρήνη Ἀθληφόρε.

Καὶ τᾶ εξής ὠν ἠ Ἀκροστιχίς κατ’ Ἀλφάβητον.

Ἀνθος εὐσεβείας, τη Εκκλησία ὤφθης, Ειρήνη ἐκ Περσίας.

Βέλη τοῦ δολίου, απέσβεσας Ειρήνη, ἀθλήσεως τὴ δρόσω.

Γνώμη αηττήτω, εισήλθες ἐν σταδίω, Ειρήνη μαρτυρίου.

Δόξης εὐσεβείας, ἀντεχομένης Μάρτυς ενίκησας τυράννους.

Ἐλαίω παρθενίας, εκόσμησας Ειρήνη, ψυχής σου τῆν λαμπάδα.

Υπέταξας ποσί σου, τὴς ἔχθρας τὸν δυνάστην, Ειρήνη Ἀθληφόρε.

Φύλαττε καὶ σκέπε, τοῦς σε ὐμνολογούντας, πρεσβείαις σου Ειρήνη.

Χαῖρε Χριστοῦ νύμφη, Ειρήνη μακαρία, το κλέος τῶν Μαρτύρων.

Ψάλλουσα Ειρήνη, τὸν ὔμνον σῦν Ἀγγέλοις, ἠμῶν μη επιλάθη.

Δόξα… Τριαδικόν.
Ώ Κύριε τὴς δόξης, Τριάς Μονάς Αγία, ειρήνευσον τὸν κόσμον.

Καὶ νῦν… Θεοτοκίον.
Ώ Μήτερ τοῦ Κυρίου, Θεόνυμφε Μαρία, χαῖρε καὶ πάλιν χαῖρε.

Καὶ πάλιν τὸ πρώτον.
Αἰ γενεαί πᾶσαι, μακαρίζομέν σε, Ειρήνη Ἀθληφόρε.

Δίστιχον.
Ἐγκωμῖοις ὔμνησε τῆν ἀθλησίν σου,
Ώ Ειρήνη ἔνδοξε Κύριλλος θύτης.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης