Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1688
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο Γοργοπηγή Μεσσηνίας Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο Γοργοπηγή Μεσσηνίας

Την / Το Σαβ Νοε 09, 2019 1:09 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο Γοργοπηγή Νήσου Πρώτης Μεσσηνίας

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο Γοργοπηγή Μεσσηνίας Gorgop10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς προσιόντας τῇ σεπτῇ Σου εἰκόνι, Γοργοπηγὴ Θεοχαρίτωτε Κόρη, πάσης ἀνάγκης λύτρωσαι καὶ θλίψεως, ἅπασι παρέχουσα, φωτισμὸν σωτηρίας, ὡς φωτὸς γεννήτρια, τοῦ ἀδύτου Παρθένε, καὶ τῶν πταισμάτων δίδου ἱλασμόν, ταῖς μητρικαῖς Σου, πρεσβείαις πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἠ ἀκροστιχίς
Γοργοπηγή με Παρθένε, σῶζε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γενοῦ μοι Παρθένε καταφυγή, καὶ ἄῤῥηκτον τεῖχος ἐν κινδύνοις καὶ πειρασμοῖς, τῷ πίστει καὶ πόθῳ προσιόντι, Γοργοπηγὴ τῇ ἁγίᾳ εἰκόνι Σου.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη Θεοτόκε Γοργοπηγή, παθῶν μου διάλυσον τὸν ζόφον, τῷ φωτισμῷ τῆς θερμῆς προστασίας Σου.

Ῥυόμεθα πόνων ὀδυνηρῶν, πιστῶς προσιόντες τῇ εἰκόνι Σου τῇ σεπτῇ, Κεχαριτωμένη Θεοτόκε, εὐχαριστήριον ὕμνον Σοι ᾄδοντες.

Γαλήνην παράσχου καὶ φωτισμόν, καὶ πλῆθος εἰρήνης καὶ πταισμάτων ἀπαλλαγήν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, Γοργοπηγὴ τῇ θερμῇ προστασίᾳ Σου.


ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Οἱ προσφεύγοντες πίστει Γοργοπηγὴ Δέσποινα, τῇ Σῇ παναγίᾳ εἰκόνι, ταχέως ῥύονται, πάσης στενώσεως, καὶ δυσχερείας τοῦ βίου, τὴν Σὴν θείαν εὔνοιαν, ἀνακηρύττοντες.

Παραδόξως εὑρέθη ἡ Σὴ εἰκὼν Δέσποινα, ἐν τῇ νήσῳ Πρώτῃ καὶ χάριν, παρέχει ἄφθονον, τοῖς μεγαλύνουσι, τὸν Σὸν ἀπόῤῥητον Τόκον, καὶ πιστῶς δοξάζουσι, τὰ μεγαλεῖά Σου.

Ἡγιάσθη ἡ Πρώτη Γοργοπηγὴ Δέσποινα, ἐν τῇ φανερώσει τῆς θείας, ἁγνὴ εἰκόνος Σου, ὅθεν ἁγίασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν, πρὸς αὐτὴν προσπίπτοντας, καὶ Σὲ γεραίροντας.

Γηγενῶν προστασία καὶ συμπαθὴς ἔφορος, οὖσα οἷα Μήτηρ Κυρίου, Παρθένε ἄχραντε, ἡμῶν προστάτευε, παντὶ τῷ βίῳ καὶ δίδου, παθημάτων λύτρωσιν, ἡμῖν δεόμεθα.


Διάσωσον, Γοργοπηγὴ Θεοτόκε, τοὺς Σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, χαρὰν τὴν κρείττονα ἅπασι χορηγοῦσα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τοὺς πίστει θερμῇ προστρέχοντας τῇ σκέπῃ Σου, Παρθένε ἁγνή, Γοργοπηγὴ πανύμνητε, πάσης ἀνάγκης λύτρωσαι, καὶ παθῶν ἀκαθάρτων καὶ θλίψεων, καὶ τὸν Υἱόν Σου δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.


Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ εἰκών Σου ἠ πάντιμος, ἐν τῇ νήσῳ Πρώτῃ βλυστάνει ἄχραντε, ἀγαλλίασιν καὶ λύτρωσιν, τοῖς εἰλικρινῶς αὐτῇ προστρέχουσι.

Μητροπάρθενε Δέσποινα, πλήρου τὰ αἰτήματα ἡμῶν πάντοτε, ὡς ἐπίκουρος και ἔφορος, καὶ καταφυγὴ ἡμῶν σωτήριος.

Ἐν Σοὶ Κόρη ἀγάλλονται, Μαραθοπολῖται καὶ χαριστήριον, ὕμνον ᾄδουσί Σοι πάναγνε, πίστει παρεστῶτες τῇ εἰκόνι Σου.

Πειρασμῶν ἀπολύτρωσαι, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, Θεοτόκε ἀειπάρθενε, τοὺς πιστῶς προστρέχοντας τῇ σκέπῃ Σου.


Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, μὴ ἐλλείπης ἐποπτεύουσα, ἀειπάρθενε ἁγνὴ Γοργοπηγή, τοὺς ἐν πίστει προσιόντας τῇ εἰκόνι Σου.

Ῥῶσιν καὶ ἰσχύν, χορηγεῖ ἐπισκιάσει Σου, ἡ εἰκών Σου ἡ σεπτὴ Γοργοπηγή, καὶ ἐλαύνει τῶν δαιμόνων τὰ συστήματα.

Θρόνος ἀληθῶς, ἀνεδείχθης ὑψηλότατος, τοῦ Σωτῆρος καὶ Θεοῦ Γοργοπηγή, ἀνυψοῦσα τὰς ψυχὰς ἡμῶν πρὸς Κύριον.

Ἔπλησας πολλῆς, εὐφροσύνης τῇ εὑρέσει Σου, Μαραθόπολιν καὶ Πρώτην ἀληθῶς, Θεοτόκε διὰ τοῦτο Σὲ δοξάζουσι.


Ωδὴ στ΄. Τὴν δέησιν.
Ναῷ Σου, τῷ ἱερῷ προσιόντες, εὐλαβῶς Γοργοπηγὴ Θεοτόκε, τὴν Σὴν θερμὴν προστασίαν καὶ σκέπη, ἐπιβοώμεθα πίστει δεόμενοι, ὡς ἂν ῥυσθείημεν ἁγνή, πολλαπλῶν συμφορῶν καὶ κακώσεων.

Ἐδόθη, ὡς θησαυρὸς σωτηρίας, ἡ ἁγία Σου εἰκὼν Θεοτόκε, Γοργοπηγὴ τοῖς θερμῶς Σε ποθοῦσι, καὶ ὁδηγεῖ ἀοράτῳ Σου χάριτι, πρὸς σωτηρίας τὴν ὁδόν, τοὺς προστρέχοντας Κόρη τῇ σκέπῃ Σου.

Σωτῆρα, ὑπερφυῶς τετοκυῖα, τὸν τῆς δόξης Βασιλέα Παρθένε, τῆς οὐρανῶν Βασιλείας πολίτας, καὶ κληρονόμους τῆς ἄνω λαμπρότητος, ἀνάδειξον πάντας ἡμᾶς, τοὺς ὑμνοῦντας τὰ θεῖά Σου θαύματα.

Ὡς εὗρον, τὴν Σὴν ἁγίαν εἰκόνα, κεκρυμμένην οὖσαν πρώην Παρθένε, χαρᾶς ἐπλήσθησαν ὄντως τῆς θείας, καὶ τὰς αἰνέσεις Σου πᾶσιν ἐξήγγειλαν, Γοργοπηγὴ ὡς ἀληθῶς, ὡς φησὶν ὁ Δαβὶδ ὁ θεσπέσιος.


Διάσωσον, Γοργοπηγὴ Θεοτόκε, τοὺς Σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, χαρὰν τὴν κρείττονα ἅπασι χορηγοῦσα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων Σου.

Γοργοπηγὴ Θεοτόκε πανύμνητε, Μαραθοπόλεως στήριγμα ἄσειστον, ἡμᾶς θείῳ φόβῳ ἑδραίωσον, καὶ μετανοίας πρὸς τρίβον ὁδήγησον, ἡμῶν τὰς καρδίας δεόμεθα.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅρμον ὡς ἀχείμαστον, Γοργοπηγὴ Θεοτόκε, τοῖς τοῦ βίου θλίψεσι, τὴν θερμὴν κτησάμενοι προστασίαν Σου, πρὸς αὐτὴν σπεύδομεν, καὶ τῆς τρικυμίας, τῶν ποικίλων περιστάσεων, θᾶττον λυτρούμεθα, καὶ χαρᾶς τῆς θείας πληρούμεθα, καὶ τῇ σεπτῇ εἰκόνι Σου, πίστει προσιόντες βοῶμέν Σοι· τῶν ἐπικειμένων, ἀπάλλαξον ἡμᾶς ἐπιφορῶν, καὶ προσβολῶν τοῦ ἀλάστορος, καὶ πάσης κακώσεως.


ᾨδὴ ζ΄. Οἰ ἐκ τῆς Ἰουδαίας.
Ζῆν ἡμᾶς ἐναρέτως ἐνδεδυμένος Κόρη τῇ ἀντιλήψει Σου, καὶ πράττειν του Κυρίου, τὸ θέλημα τὸ θεῖον, Θεοτόκε τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Εὑρεθείσης Παρθένε τῆς σεπτῆς Σου εἰκόνος χαρᾶς ἐπλήσθημεν, διὸ απάσης λύπης, καὶ ἀθυμίας ῥῦσαι, τοὺς βοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γέρας Πρώτη ἡ νῆσος τὴν σεπτήν Σου εἰκόνα Παρθένε κέκτηνται, καὶ ταύτῃ καυχωμένῃ, χαριστηρίοις ὕμνοις, ἀναμέλπει Σοι κράζουσα· Χαῖρε ἡμῶν προσφυγή, Γοργοπηγὴ καὶ σκέπη.

Ἐκ παντοίων κινδύνων καὶ ἐχθροῦ τῆς μανίας ἡμᾶς ἀπάλλαξον, καὶ ῥῶσιν καὶ ὑγείαν, καὶ πᾶσαν εὐπραγίαν, ἡμῖν δίδου τοῖς ψάλλουσι· Χαῖρε ἡμῶν ἡ χαρά, Γοργοπηγὴ Παρθένε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀΰλοις, Γοργοπηγὴ Θεοτόκε, τῆς Σῆς χάριτος ἀπόπλυνον τὰ ἕλκη, τῆς τραυματισθείσης, ψυχῆς μου τῇ ἀπάτῃ.

Ἀγαλλιᾶται, ἡ Μαραθόπολις Κόρη, καταφεύγουσα τῇ θείᾳ Σου εἰκόνι, καὶ πᾶσαν ἐκ ταύτης, λαμβάνει εὐφροσύνην.

Σὺ τετοκυῖα, τὸν Ὑπερούσιον Λόγον, κόσμον Δέσποινα ἐῤῥύσω τῆς κατάρας, ὅθεν κἀμὲ ῥῦσαι, παθῶν τῶν ἀκαθάρτων.

Ἴασαι Κόρη, Γοργοπηγὴ Παναγία, τὴν ἀνίατα νοσοῦσάν μου καρδίαν, καὶ πρὸς μετανοίας, κατεύθυνόν με τρίβον.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ δυσωποῦμεν, Γοργοπηγὴ Παρθένε, ἡμῖν παρέχειν ταχεῖαν βοήθειαν, τοῖς τῇ σεπτῇ Σου εἰκόνι, πίστει προστρέχουσιν.

Ὁλόφωτον λυχνία, ἐν τῇ Τριφυλίᾳ, Γοργοπηγὴ ἡ εἰκών Σου ἡ πάντιμος, πᾶσιν ἐκλάμπειν ἀπαύστως, χάριν τὴν ἄφθονον.

Ὑπέρτερον τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, Γοργοπηγὴ Θεοτόκε ἀνάδειξον, καὶ μετανοίας τῷ φέγγει, τοῦτον καταύγασον.

Ὑμνοῦντας ἡμᾶς δέχου, Γοργοπηγὴ Παρθένε, καὶ τῇ σεπτῇ εἰκόνι προσπίπτοντας, καὶ τὰ αἰτήματα πάντων, πλήρου δεόμεθα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χάριτος μεγίστης πάντας ἡμᾶς, ἠξίωσας Κόρη, Θεοτόκε Γοργοπηγή, ὅτι τὴν σεπτήν Σου, δεδώρησαι εἰκόνα, διὸ χαριστηρίους, ὕμνους Σοι ᾄδομεν.

Ἡ νησὶς ἡ Πρώτη χαίρει ἐν Σοί, ἔχουσα ἐν κόλποις, τὴν εἰκόνα Σου τὴν σεπτήν, ἣν Θεοκυῆτορ, Γοργοπηγὴν καλοῦμεν, ὡς χορηγοῦσαν τάχος, χάριν καὶ ἔλεος.

Ἐν φωτὶ μεμύηται μυστικῶς, ὁ θύτης Παρθένε, εὐδοκίαν Σου τὴν σεπτήν, καὶ σπεῦσας ἀνεῦρε, τὴν θείαν Σου εἰκόνα, Γοργοπηγὴ ἐν πίστει, ἀγαλλιώμενος.

Μαραθοπολῖται σπουδῇ πολλῇ, σπεύδουσι Παρθένε, τῇ εἰκόνι Σου τῇ σεπτῇ, καὶ ἐν τῇ νησίδι, τῇ Πρώτῃ μετὰ πόθου, ἐν ἑορτῇ ἁγίᾳ, Σὲ μεγαλύνουσι.

Δίδου ἁλιεῦσι Μῆτερ Θεοῦ, καὶ τοῖς ἐν θαλάσσῃ, τὴν ταχεῖάν Σου ἀρωγήν, πίστει θερμοτάτῃ, Γοργοπηγὴ Παρθένε, τῇ θείᾳ Σου εἰκόνι, ἀεὶ προσπίπτουσι.

Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ πάσης ἀνάγκης, καὶ ἐκ νόσων ὀδυνηρῶν, τοὺς τῇ Σῇ εἰκόνι, Γοργοπηγὴ Παρθένε, προσπίπτοντας καὶ πόθῳ, Σὲ μεγαλύνοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Σκέπη, Θεοτόκε ἀσφαλής, καὶ καταφυγὴ ἐν ἀνάγκαις, καὶ περιστάσεσιν, ἔσο ἡμῖν πάντοτε, τοῖς προσκυνοῦσι πιστῶς, τὴν ἁγίαν εἰκόνα Σου, Γοργοπηγὴ Κόρη, ἣν ἡμῖν δέδωσαι, ὡς θησαυρὸν αληθῆ, λύουσα, παθῶν τὰς ὀδύνας, καὶ πταισμάτων λύσιν αἰτοῦσα, καὶ εἰρηνικὴν ζωὴν δεόμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης