Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τους Αγίους Αναργύρους Κοσμάν και Δαμιανόν Νο2 Empty Παρακλητικός Κανών εις τους Αγίους Αναργύρους Κοσμάν και Δαμιανόν Νο2

Την / Το Δευ Νοε 11, 2019 11:29 am
Παρακλητικός Κανών εις τους Αγίους Αναργύρους Κοσμάν και Δαμιανόν Νο2

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου.
Παρακλητικός Κανών εις τους Αγίους Αναργύρους Κοσμάν και Δαμιανόν Νο2 Anargi10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν Ἀναργύρων εὐλαβῶς τῇ Εἰκόνι, οἱ χειμαζόμενοι πικραῖς ἀσθενείαις, ἀπὸ ψυχῆς προσπέσωμεν, κραυγάζοντες αὐτοῖς· Ἅγιοι Ἀνάργυροι, ἰατροὶ τῶν νοσούντων, δεῦτε πρυτανεύοντες, τὴν κατ᾿ ἄμφω ὑγείαν, τοῖς ταπεινοῖς ἡμῖν ὡς συμπαθεῖς, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχὶς κατ᾿ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἁγίων συνόντες ταῖς στρατιαῖς, ὡς δικαιοσύνης, ἐκβλαστήσαντες τοὺς καρπούς, δέξασθε ἡμῶν τὰς ἐκ καρδίας, ἱκετηρίους δεήσεις  Ἀνάργυροι.

Βοήθεια γένοιτο θαυμαστή, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, ὑμῶν ἡ πρεσβεία ῥυομένη, πάσης ἡμᾶς συμφορᾶς καὶ κακώσεως.

Γαλήνην αἰτεῖσθε παρὰ Θεοῦ, τοῖς προσερχομένοις, τῇ πρεσβείᾳ ὑμῶν πιστῶς, Ἀνάργυροι θεῖοι τοῦ Σωτῆρος, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι.

Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Ἰησοῦ, τῶν κυριευόντων, τὴν ψυχήν μου ἁμαρτιῶν, ῥῦσαί με καὶ δίδου μοι βαδίζειν, ἐν σωφροσύνῃ τὸν ἅπαντα βίον μου.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεὰν τοῖς νοσοῦσιν, ὡς συμπαθεῖς δίδετε, χάριν ἰαμάτων ἐν τάχει, θεῖοι Ἀνάργυροι· διὸ προστρέχω ὑμῶν, τῇ δραστικῇ ἰατρείᾳ· μή μου τὴν ἱκέσιον, φωνὴν παρώσητε.

Εὐσπλαγχνίας πλουτοῦντες, θεοειδὲς χάρισμα, δέξασθε ἡμῶν τὰς δεήσεις, θεῖοι Ἀνάργυροι, καὶ θεραπεύσατε, ἡμᾶς κατ᾿ ἄμφω νοσοῦντας, τῇ βοτάνῃ χρώμενοι, ὑμῶν τῆς χάριτος.

Ζωῆς ἄϋλον ὕδωρ, πᾶσιν ἡμῖν βλύσατε, ταλαιπωρουμένοις ἀθλίως, παθῶν τῷ καύσωνι· πηγὴν γὰρ ἔχετε, Δαμιανὲ θεοφόρε, καὶ Κοσμᾶ μακάριε, θείας χρηστότητος.

Θεοτοκίον.
Ὦ Πανύμνητε Μῆτερ, ἡ τὸν Χριστὸν τέξασα, καὶ τὴν σωτηρίαν τῷ κόσμῳ, ἐξανατείλασα, χάριν μοι βράβευσον, τὴν μητρικήν Σου πλουσίως, ἵνα μακαρίζω Σε, τὴν Ἀειπάρθενον.


Διάσωσον, δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστοῦ τοῦ Θεοῦ, τὸ λόγιον πληρώσαντες,  Αὐτῷ εὐκλεῶς, ἐν οὐρανοῖς παρίστασθε, τοῖς ἐν κόσμῳ Ἅγιοι, δωρεὰν τὰς ἰάσεις παρέχοντες· διὸ ἡμᾶς ἐν ὕμνοις οἱ πιστοί, Δαμιανὲ καὶ Κοσμᾶ μακαρίζομεν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡδονῶν με θλιβόμενον, ἔνδοξοι Ἀνάργυροι ταῖς προσρήξεσι, μὴ παρίδητε ὡς εὔσπλαγχνοι, ἀλλ᾿ ἐπιφανέντες διασώσατε.

Θεῷ πάντοτε πρέσβευε, ἡ τῶν Ἀναργύρων δυὰς ἡ πάντιμος, ἵνα εὕρωμεν τὴν ἄφεσιν, τῶν ἀπειραρίθμων παραπτώσεων.

Ἱλασμός τε παράκλησις, γένοιτο καὶ ἴαμα ἡμῖν Ἅγιοι, παμμακάριστοι Ἀνάργυροι, ἡ ὑμῶν πρεσβεία πρὸς τὸν Κύριον.

Θεοτοκίον.
Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους Σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κύριον Θεόν, ἱκετεύσατε Ἀνάργυροι, ἵνα νόσων χαλεπῶν καὶ συμφορῶν, ἡμᾶς ῥύσηται ὡς μόνος Πολυέλεος.

Λύσιν τῶν παθῶν, ἡμῖν Ἅγιοι βραβεύσατε, καὶ κατ᾿ ἄμφω ὑγιαίνοντας ὑμᾶς, τῇ θερμῇ ὑμῶν πρεσβείᾳ ἀναδείξατε.

Μείνατε ἀεί, μεθ᾿ ὑμῶν θεῖοι Ἀνάργυροι, τὴν εἰρήνην καὶ εὐστάθειαν ἡμῖν, ὡς συμπάθειαν πλουτοῦντες πρυτανεύοντες.

Θεοτοκίον.
Δέσποινα Ἁγνή, ἡ σαρκώσασα τὸν Ὕψιστον, τῆς σαρκὸς μου τὰς ὀδύνας συμπαθῶς, τῇ βοτάνῃ τῆς Σῆς χάριτος θεράπευσον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοσήματα, χαλεπὰ διώκετε, καὶ ἰᾶσθε ἀλγεινὰς ἀσθενείας, Δαμιανὲ καὶ Κοσμᾶ θεοφόρε, θαυματοφόροι Κυρίου Ἀνάργυροι· διὸ ἰάσασθε κἀμέ, ἀσθενοῦντα ψυχῇ τε καὶ σώματι.

Ξενήκουστα, ἐνεργεῖτε θαύματα, ὡς θεόθεν εὐκλεῶς δοξασθέντες· διὸ προστρέχομεν πίστει καὶ πόθῳ, ὑμῶν τῇ χάριτι θεῖοι Ἀνάργυροι, παρακαλοῦντες δι᾿ ὑμῶν, ἵνα εὕρωμεν Ἅγιοι ἔλεος.

Ὁλόφωτον, κατοικοῦντες θάλαμον, ἐν ὑψίστοις ὦ Ἀνάργυροι θεῖοι, ὡς μιμηταὶ ἀκραιφνεῖς τοῦ δι᾿ οἶκτον, σωματωθέντος ἐκ Κόρης Θεόπαιδος, μὴ παύσητε ὡς εὐμενεῖς, ἐπακούειν ἡμῶν τῶν δεήσεων.

Θεοτοκίον.
Πταισμάτων μου, τὸ δεινὸν χειρόγραφον, ῥῆξον Ἄχραντε Παρθένε Μαρία, τῆς συνεχούσης ἀθλίως με λύπης, χαριζομένη τὴν λύσιν ὡς εὔσπλαγχνος, καὶ τὴν ζωήν μου τῶν παθῶν, τῆς ἐφόδου τηροῦσα ἀλώβητον.


Διάσωσον, δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῶν ἰαμάτων τὴν χάριν πλουτήσαντες, τοῖς ἀσθενοῦσιν ἰάσεις παρέχετε· διὸ θεοφόροι Ἀνάργυροι, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς οἱ πιστοὶ μακαρίζομεν.


Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον  (Κεφ. ι΄ 1, 5-8).

Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀναργύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην παρωσάμενοι, τὴν ἐν τῷ κόσμῳ ἀπάτην, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, κατηκολουθήσατε, ὡς ἐχέφρονες, καὶ ἀνεδείχθητε,  τῆς φιλευσπλαγχίας, ποταμοὶ ὑπερεκβλύζοντες, ἀχρύσως νείμαντες, τοῖς ἐν ἀσθενείας ἰάματα, καὶ πᾶσιν ἐπαρκέσαντες, τοῖς ἐν ἀλγειναῖς περιστάσεσιν. Ὅθεν δοξασθέντες, Ἀνάργυροι ἀξίως καὶ ἡμῖν, Θεοῦ αἰτεῖσθε τὸ ἔλεος, παῤῤησίᾳ πάντοτε.

Σῶσον ὸ Θεός τὸν Λαό σου...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ποταμὸς ἰαμάτων, τοῖς νοσοῦσιν ὑπάρχει, ὑμῶν ὁ θεῖος ναός, ἐν ᾧ συναθροισθέντες, αἰτούμεθα ἐν πίστει, θεοφόροι Ἀνάργυροι, ἀπαλλαγὴν τῶν κακῶν, καὶ λύσιν τῶν πταισμάτων.

Ῥαντισμῷ τῷ ἀΰλῳ, τῆς ὑμῖν δωρηθείσης, παρὰ Θεοῦ δωρεάς, τὴν τάλαινα ψυχήν μου, κακίας ῥυπαρίας, συμπαθῶς ἐκκαθάρετε, Δαμιανὲ καὶ Κοσμᾶ, δυὰς τῶν Ἀναργύρων.

Σωτηρίαν αἰτεῖσθε, καὶ παθῶν θεραπείαν, παρὰ τοῦ μόνου Θεοῦ, ἡμῖν τοῖς ἐκ βεβήλων, χειλέων ἱκεσίας, πρὸς ἡμᾶς ἀναφέροντας, Δαμιανὲ καὶ Κοσμᾶ, ψυχῇ συντετριμμένη.

Θεοτοκίον.
Ἐκ πηγῶν σωτηρίου, Θεοτόκε Παρθένε, τὸ μυστικὸν τῆς ζωῆς, ἀνάβλυσόν μοι ὕδωρ, καὶ πρὸς ἀθανασίας, τὴν νομήν με ὁδήγησον, τῆς μητρικῆς Σου στοργῆς, Ἁγνὴ τῇ βακτηρίᾳ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς τρυχομένους, ἐν ἀσθενείαις ποικίλαις, ἐπισκέψασθε Ἀνάργυροι Κυρίου, βραβεύοντες ῥῶσιν, αὐτοῖς καὶ σωτηρίαν.

Ὕμνοις τιμῶμεν, ὑμᾶς Ἀνάργυροι θεῖοι, ἐκδεχόμενοι ὑμῶν τὴν προστασίαν, ἐν πειρατηρίοις, τοῦ βίου καὶ ἀνάγκαις.

Φῶς κατοικοῦντες, ἐν οὐρανοῖς φῶς αἰτεῖσθε, ταῖς ψυχαῖς τῶν ἐν ναῷ προσερχομένων, ὑμῶν τῷ ἁγίῳ, Ἀνάργυροι ἐκ πόθου.

Θεοτοκίον.
Ἐν ἁμαρτίαις, μεμολυσμένον τὸν νοῦν μου, ἀποκάθαρόν Πανάχραντε Μαρία, ἵνα Σε γεραίρω, τὴν Κεχαριτωμένην.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Χαρίσματα πλουτοῦντες, τὰ τῶν ἰαμάτων, τὰς ἀμπλακίας ἡμῶν ἰατρεύσατε, καὶ τὴν κατ᾿ ἄμφω ὑγείαν, πᾶσι χαρίσατε.

Ψαλμοῖς ὑμᾶς καὶ ὕμνοις, πόθῳ εὐφημοῦντες, Δαμιανὲ καὶ Κοσμᾶ ἱκετεύομεν· δεῦτε ἡμᾶς πάσης ζάλης, ἀπολυτρούμενοι.

Ὡς πάντων τῶν νοσούντων, θεῖοι ἰατῆρες, τὰς ἀσθενείας ἡμῶν ἐπισκέψασθε, τῶν εὐλαβῶς προστρεχόντων, ἡμῖν Ἀνάργυροι.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, τῷ σταλαγμῷ τῆς θερμῆς εὐσπλαγχνίας Σου, τὴν ταπεινήν μου καρδίαν, δεῦρο δροσίζουσα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίρετε Ἀνάργυροι εὐκλεεῖς, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, οἱ τῶν ἰαμάτων, θαυματουργοὶ δοτῆρες, καὶ ἀληθῶς θαυμάτων, λαμπτῆρες ἄσβεστοι.

Χαίρετε Ἀνάργυροι εὐκλεῖς, Κοσμᾶ θεοφόρε, καὶ παμμάκαρ Δαμιανέ, οἱ ἀμπλακημάτων, βραβεύοντες τὴν λύσιν, τοῖς πόθῳ προσιοῦσιν, ὑμῶν τῇ χάριτι.

Χάριτος Ἀνάργυροι τὴν πηγήν, ὡς ἀναστομοῦντες, τῇ τοῦ κρείττονος δωρεᾷ, ἐπιχορηγεῖτε, νοσοῦσι τὰς ἰάσεις, καὶ δείκνυσθε προστάται, πιστῶν θερμότατοι.

Ὡς ἀξιωθέντες παρὰ Θεοῦ, δωρεῶν ἐνθέων, ἀναβλύζετε μυστικῶς, τοῖς προσερχομένοις, ὑμῶν ἐν τῷ τεμένει, πηγὰς τῶν ἰαμάτων, θεῖοι Ἀνάργυροι.

Σκότος νοσημάτων ἐκ τῶν πιστῶν, Ἀνάργυροι θεῖοι, διαλύετε θαυμαστῶς, καὶ φωταγωγεῖτε, Χριστοῦ τὴν Ἐκκλησίαν, τῆς χάριτος τὸ φέγγος, ἐξανατέλλοντες.

Πρὸς δικαιοσύνης τὴν μυστικήν, ἀνάβασιν πάντας, κυβερνήσατε ἀσφαλῶς, τοὺς ἐξαιτουμένους, Ἀνάργυροι ἐκ πόθου, ἐνέργειαν τὴν θείαν, ὑμῶν τῆς χάριτος.

Πάντοτε πρεσβεύετε τῷ Χριστῷ, Ἀνάργυροι θεῖοι, ὑπὲρ πάντων τῶν εὐσεβῶς, ἐπιβοωμένων, ὑμῶν τὴν προστασίαν, ἐν βίου ταῖς ἀνάγκαις, καὶ περιστάσεσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.  


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε εὐφημήσωμεν πιστῶς, ἐν ἀγαλλιάσει καρδίας, Δαμιανὸν τὸν σοφόν, καὶ Κοσμᾶν τὸν ἔνδοξον, ὡς παρακλήτορας, ἀληθεῖς καὶ ἀκέστορας, τῶν ἐν ἀσθενείαις, καὶ ποικίλοις πάθεσιν, αὐτοῖς κρυαγάζοντες· δεῦτε τὰς αἰτήσεις πληροῦντες, τῶν ἐν τῷ ναῷ ὑμῶν πίστει, προστρεχόντων Ἅγιοι Ἀνάργυροι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κύριλλον λυτρώσασθε Ἀρχιερέα,
Ἅγιοι Ἀνάργυροι πάσης ἀνάγκης.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης