Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον Επίσκοπο Ικονίου Empty Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον Επίσκοπο Ικονίου

Την / Το Πεμ Νοε 14, 2019 12:57 pm
Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον Επίσκοπον Ικονίου

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον Επίσκοπο Ικονίου Amfilo10
Εορτάζετε στις 23 Νοεμβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Χρηματισθεὶς ὡς καθαρὸς μετ’ Ἀγγέλου, καὶ μυηθεὶς χερουβικῶς Ἱεράρχα, ἐν σεαυτῷ τὸν ὕμνον τὸν Τρισάγιον, Πάτερ Ἀμφιλόχιε ἱερούργησας ὃντως, Τριάδα ὁμόθρονον, ὀρθοδόξως κηρύξας· καὶ νῦν Χριστὸν μὴ παύσῃ δυσωπῶν, ὑπὲρ τῶν πίστει ὑμνούντων σὰς χάριτας.

Δόξα.
Ἐν φωταυγίᾳ μυστικῇ θεηγόρε, τὸ Εὐαγγέλιον λαβὼν ὑπ’ ἀΰλῶν, θεοβουλήτως ἤστραψας ἰσάγγελε, Πάτερ Ἀμφιλόχιε, ὡς ποιμὴν Ἰκονίου, ψυχὰς ἐκκαθαίρων νῦν, τῇ θερμῇ σου πρεσβείᾳ· διὸ τοῖς χρῄζουσι μὴ παύσῃ χορηγῶν, ὡς ἐλεήμων, δωρήματα πρόσφορα.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀμφιλόχιε, τὸ φῶς λόχευσόν μοι. Ἰσιδώρα.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀκτῖνας φωτὸς τοῦ τρισολαμποῦς, σεπτὲ Ἱεράρχα, Ἀμφιλόχιε θεωρῶν, διάλυσον σκότωσιν νοός μου καὶ ἐπιλάμψεως θείας ἀξίωσον.

Μερίμνῃ τῇ ἄνωθεν λοχευθείς, Ποιμὴν Ἰκονίου, ἐπὶ χλόην ζωοποιόν, ἐποίμαινας Πάτερ ἐν τοῖς κρίνοις, ἀρωμάτων ἐν κήποις χρηστότητος.

Φαιδρὸς εἰσελήλυθας εἰς ναόν, οὐράνιον Πάτερ, εἰς ἀθέατα ἐντρυφῶν, καὶ νῦν Ἀμφιλόχιε καρδίας, καὶ ψυχὰς ἡμῶν πάντων οὐράνωσον.

Θεοτοκίον.
Ἱλέωσαι Κόρη τὸν Σὸν Ὑἱόν, συγχώρησιν δοῦναι, ἐπταισμένων ἵνα ὑμνῶ, νοΐ καθαρῷ Σὰς ἀντιλήψεις, Παρθενομῆτορ ἐμόν ἀγαλλίαμα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπαδοῦχος ἐφάνης, πυριστεφὴς Ὅσιε, τῆς θεολογίας τρανώσας τὴν γνῶσιν ἅπασι· διὸ ὑπάναψον ἐν ταῖς ψυχαῖς ἡμῶν φλόγα, θείας ἀγαπήσεως, Ἀμφιλόχιε.

Ὀδυνῶν τῶν παθῶν μου, καὶ προσβολῶν δράκοντος, ῥῦσαὶ με πρεσβείᾳ σου Πάτερ, τῇ πανοικτίρμονι, πόμα τὸ ᾔδιστον, βλύζων ἐμοὶ ἀπαθείας, Πάτερ Ἀμφιλόχιε, καὶ κατανύξεως.

Χριστοκλήτως ἐκφαίνων, ποιμαντικὰς χάριτας, πύλας ἐννοιῶν ἀθανάτων, ἤνοιξας Ἅγιε· διὸ σωτήριον ἡμῖν λοχείαν παρέχεις, Πάτερ Ἀμφιλόχιε, ἀγαλλιάσεως.

Θεοτοκίον.
Ἰατῆρα δυσώπει, Ὅν ἐν γαστρὶ ἔφερες, δύσμορφον εἰκόνα ὦ Μῆτερ, καθωραΐσαι μου· καὶ γὰρ Σὲ εὕρηκε, πάντερπνον σφόδρα ὁ κάλλει, ἐν βροτοῖς ὑπέρκαλος καὶ ὡραιότατος.


Διάσωσον, ἡμᾶς ἐκ πλάνης καὶ θλίψεως ψυχοφθόρου, Ἀμφιλόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, πίστει, καὶ εὐλαβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τὴν γνῶσιν λαβὼν ζωῆς τὴν ἀδαπάνητον, τὸν νοῦν σου σοφὲ, ἐπλήρωσας λαμπρότητος, βοῶν πρὸς τὸν Ποιμένα σου, ποῦ ποιμαίνεις ὦ Λόγε Σὰ θρέμματα; Διὸ εἰς ὄρη θείας καλλονῆς, ἀνάφερε πάντας Ἀμφιλόχιε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐγεώργησας λόγῳ σου, λογικοὺς λειμῶνας ἀνθέων πίστεως, διὸ μύρον ὡς πολύτιμον, ἡμᾶς θέλγει Πάτερ, ἡ σὴ εὔνοια.

Τὰς αὐγὰς ἰριδίζων μοι, τῶν κρειττόνων Πάτερ φέρειν ἐνίσχυσον, εὐωδίαν καθαρότητας, ἵνα Ἀμφιλόχιε γεραίρω σε.

Ὀμβροφόρος ὡς νέφωσις, ἐξ αὐχμοῦ με ῥύεται ἡ πρεσβεία σου, βουλευμάτων τοῦ ἀλάστορος, δρόσον οὐρανίαν ὑετίζουσα.

Θεοτοκίον.
Φωτοφόρε Παράδεισε, τοῦ λαμπροῦ νυμφῶνος μὲ καταξίωσον, ἡ παστὰς θείας σαρκώσεως, ἡ κεχρυσωμένη τῇ ἁγνείᾳ Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης ἀῤῥαγές, Ἐκκλησίας περιτείχισμα, διὸ στήριξον ἐν πίστει ἀκλινεῖ, τὸ ποίμνιόν σου, ὀρθοδόξως Ἀμφιλόχιε.

Σκήνωμα τερπνόν, ἔνθα μένεις μοι εὐτρέπισον, ἵνα πρόσωπον πρὸς πρόσωπον ὁρῶ, Ὅν κατεπόθησας παμμάκαρ Ἀμφιλόχιε.

Λόχευσον ἡμῖν, ἁγιάσματος τὴν εὔκλειαν, ὁ φερώνυμον τὴν κλῆσιν βεβαιῶν, Ἀμφιλόχιε κατ’ ἄμφῳ νέμων ἴασιν.

Θεοτοκίον.
Ὄμβρησον ἡμῖν, οἶνον θείας ἐπιγνώσεως, ἀναστέλλοντα τὴν μέθην τῶν παθῶν, ἡ θεῖον βότρυν τῆς ζωῆς ἀποκυήσασα.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Χορείαις, ἀγγελικαῖς συναυλίζῃ, ὁ βιώσας ἐν σώματι ἀΰλως· καὶ νῦν ἡμῖν πατρικῇ εὐστοργίᾳ, ἐλθὲ καὶ δίδου γλυκεῖαν παράκλησιν, ὁρᾶν τὸ ὄντως ἐφέτον, τῷ νοΐ Ἀμφιλόχιε πάντοτε.

Ἐκλάμψας, ἱερωσύνης τῷ φάει, ὑπ’ Ἀγγελῶν ὡς λαβὼν χρῖσμα θεῖον, τοὺς ἀφορῶντας πρὸς σὲ ἐκ καρδίας, ἐκ ῥύπου βλάβης καὶ θλίψεων λύτρωσαι, ὦ Ἀμφιλόχιε σεπτέ, τῶν δογμάτων ἡ λύρα ἡ εὔσημος.

Ὑπάρχεις, τῶν ὑπερβάσεων μύστης, θεοτύπωτος εἰκὼν ἀποῤῥήτων, διὸ ἐμὲ ἐν ἀβύσσῳ κακίας, βεβυθισμένον ὦ Πάτερ ἀνέλκυσον, δεήσει σου τῇ φωταυγεῖ, ὑπερκόσμιε νοῦ Ἀμφιλόχιε.

Θεοτοκίον.
Σὲ ὁ Λόγος, ὁ τοῦ Πατρὸς Θεοτόκε, ὡς χρυσοῦν θυμιατήριον εὗρεν, ἐν ᾧ ἀνάψας σαρκώσεως θαῦμα, ἐν εὐωδίαις ἡμᾶς κατηγλάϊσε, ζωῆς ἀῤῥήτου Μαριάμ, δυσωδίας φθορᾶς ἐκλυτρούμενος.


Διάσωσον ἡμᾶς, ἐκ πλάνης, καὶ θλίψεως ψυχοφθόρου, Ἀμφιλόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, ἐν πίστει καὶ εὐλαβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Λειτουργὸς ὡς ὑπαρχῶν εὐπρόσδεκτος Ἅγιε, τῷ φωτὶ τῷ τρισηλίῳ θέσει θεουμένος, ἐλθὲ τάχει, καὶ ἐξελοῦ ἡμᾶς ἐκ συμφορῶν, δεινῶν νόσων τε καὶ χαλεπῶν, μηχανευμάτων τοῦ ἐχθροῦ, θεουργὲ Ἀμφιλόχιε. Ἴθυνον διανοίας, πρὸς τρίβον τῆς μετανοίας, διδοὺς ὑψόθεν χαρμονήν, ἀγαπήσει τῇ πατρῷα σου.


Προκείμενον.
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ι΄ 1-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής•  ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς• ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.  Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς• ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.  Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί• ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.  Ἐγώ εἰμι ἡ θύρα• δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Αἴγλῃ αὐγαζόμενος, χειροθεσίας Ἀγγέλων, Πάτερ Ἀμφιλόχιε, ῥήσεσι χειλέων σου ἐναπέφραξας, ἀσεβῶν στόματα, τῶν μὴ προσκυνούντων, τῆς Τριάδος τὸ ὁμότιμον, ἐλαίῳ ἄνωθεν ποιμαντορικῶς σφραγισάμενος· διὸ μανίας δράκοντας, ἄτρωτον συντηρεῖ μὲ πάντοτε, ἵνα σου δοξάζω, δωρήματα προνοίας ἐναργοῦς καὶ γλυκασμοὺς ἀντιλήψεων, ἐπιχεομένων μοι.

Σῶσον ὸ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὀσφρανθεὶς ἡδυπνόων, ἀρωμάτων τοῦ Πνεύματος Ἀμφιλόχιε, παθῶν τῆς δυσωδίας, εὐτόνῳ σου δεήσει, ἀπαλλάττεις ἑκάστοτε, ἐν συντριβῇ ἱερᾷ, τοὺς σὲ ὑμνολογοῦντας.

Νοητῇ ἐν δρεπάνῃ, κακοδόξων βλαστήματα ἐξεμέλισας, ζιζάνια ἐκκαίων, λυμαντικὰ σπερμάτων, Πάτερ τῆς πίστεως, καρποφυλάττων ἡμῖν, ῥαδάμνους σωτηρίας.

Μετουσίᾳ τῇ θείᾳ, Ἀμφιλόχιε Πάτερ θέλγει ἀείποτε, ἀΰλων ἁρμονίας, διὸ κεκυφυῖαν, τὴν ψυχήν μου ἐνίσωσαν, τῇ σταθερᾷ Ἰησοῦ, εὐθύτητι ἁγίᾳ.

Θεοτοκίον.
Ὁ Υἱός Σου ἐσθῆτα, περιθείς Σοι Πανάχραντε τῆς Θεότητος, διάχρυσον ἐξόλου, ὡς ᾆσμα τῶν ᾀσμάτων κατεκόσμησε χάρισι, ἐν κροσσωτοῖς ποικιλτοῖς, Πατρὸς τῆς εὐδοκίας.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰάσεις βρύεις, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν εἰκόνα σου θεόπτα, καὶ γὰρ πλουτεῖς πᾶσι, θαυμάτων σου τὴν αἴγλην.

Ἱερωσύνης, τὴν εὐλογίαν παμμάκαρ, συμπαθῶς ἐκχέεις τοῖς αἰτοῦσι· δρόσῳ γὰρ ἐπλήσθης, ψεκάδων εὐσπλαγχνίας.

Σκεῦος ἐδείχθης, τῆς θεϊκῆς ἐπιπνοίας, Ἀμφιλόχιε Πάτερ ἀξίως, ποίμνην σου εὐθύνων, εἰς τρῖβον μετανοίας.

Θεοτοκίον.
Ἱερωτέραν, τῶν οὐρανίων Ταγμάτων, Σὲ γινώσκομεν Πανύμνητε Μαρία· τέλος γὰρ ὑπάρχεις δημιουργίας πάσης.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Δεχόμενοι εὐχαῖς σου, αὔρας ζωηφόρους, συναθροισθέντες τῇ θείᾳ εἰκόνι σου, λοχαίους στάχυας Πάτερ ἀναδρεπόμεθα.

Ὠραῖος ἐνεφάνης, φωτὸς ταῖς ἀγλαΐαις, ἀμωφιλοχεύων ἰάσεις τοῖς χρήζουσι, ὦ Ἀμφιλόχιε, τρόποις τῆς σῆς χρηστότητος.

Ῥοαῖς τῶν σῶν θαυμάτων, σβέννυς πῦρ ἀνθράκων, τῶν πειρασμῶν καὶ τῶν θλίψεων Ὅσιε, εὐχῇ σοῦ φύσεως τρέπων τὰ ὁροθέσια.

Θεοτοκίον.
Ἁγνείας ἐν κοιλάσι, ὡς δορκὰς τρυφῶσα, βόσκεις νομαῖς ταῖς τοῦ Πνεύματος Δέσποινα, ἐπιθυμία Υἱοῦ Σου ἡμᾶς ἡδύνουσα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Κλήσει Ἀσωμάτων ὡς πιστωθείς, πρὸς σκοπὸν λατρείας, παναχράντου καὶ λογικῆς, θείᾳ προμήθειᾳ, Ποιμὴν ἐτελειώθης, Τριάδος λαμπηδόσι, ὦ Ἀμφιλόχιε.

Θημὼν πεπυκασμένος ἐν ἀρεταῖς, καρποὺς ἀθανασίας, διανέμεις καὶ γλυκασμόν, πατρῴας ἱκεσίας, πικρίας ῥυομένης, Πατέρων ᾆσμα θεῖον, ὦ Ἀμφιλόχιε.

Χαίροις εὐδοκίας ἱερουργός, δοθεῖσάν σοι χάριν, σφραγισάμενος ἱερῶς, τυπώματι θείῳ, ἁγιασμοῦ θεόπτα, ἐν λόγῳ τε καὶ ἔργῳ, ὦ Ἀμφιλόχιε.

Πόθῳ ἱεράτευσας τῷ Χριστῷ, οὐράνιοι πύλαι, διὸ ἤρθησαν ἐξ αὐτῶν, τῇ θέᾳ σου μύστα, ἵνα εἰσέλθῃς ἔνδον, τοῖς στίγμασι Δεσπότου, ὡς σημειούμενος.

Ἐδίδαξας Πάτερ θεολογεῖν, Τριάδος τὸ δόγμα καὶ λατρεύειν μίαν ἀρχήν, ἁπλῆν τῇ οὐσίᾳ, τρισάριθμον προσώποις, τὴν ποίμνην σου φυλάττων λύκοις ἀλύμαντον.

Δίδου εὐλογίας τοῖς ἐπὶ σέ, Πάτερ ἀφορῶσι, καὶ ἐκ νάρδων καρδιακῶν, ἐπίχεε μύρα, ψυχαῖς ἐπιποθούσαις, τὸ φίλτρον τοῦ Δεσπότου, ὦ Ἀμφιλόχιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χλαίνῃ τοῦ Ποιμένος φαιδρυνθείς, χάριν τὴν πολύφωτον ἔργῳ, πᾶσιν ἐπλούτησας, βίον τοῦ Δεσπότου σου ἐν τοῖς παθήμασι, διεξάγων θεόπνευστε· διὸ μὴ ἐλλίπῃς, δόσεις τὰς ἀΰλους σου νέμειν τοῖς μέλπουσι, θεῖά σου λοχεύματα πόθῳ, τὴν χαρὰν αἰτούμενος πᾶσι, Πάτερ Ἀμφιλόχιε καὶ ἔλεος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης