Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον του εν Πάτμω Empty Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον του εν Πάτμω

Την / Το Πεμ Νοε 14, 2019 1:14 pm
Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον του εν Πάτμω

Ποίημα Γεωργίου Γαλανοπούλου
Παρακλητικός Κανών εις τον Άγιον Αμφιλόχιον του εν Πάτμω Ag_amf10
Εορτάζετε 16 Απριλίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Τὸν ἐν τῇ Πάτμῳ ὡς ἀκτῖνα Ἡλίου, ἐξανατείλαντα καιροῖς τοῖς ὑστέροις, τὸν θεῖον Ἀμφιλόχιον ψαλμοῖς ἱεροῖς, δεῦτε πάντες ἐπαινέσωμεν, τρανῶς αὐτῷ ἐκβοῶντες· φρούρει ἐκ τῶν συμφορῶν, σὴν βλαστήσασαν νῆσον, φίλης δ’ Ἑλλάδος σκέπε τὸν λαόν, καὶ σῷζε πάντας, τοὺς σὲ μεγαλύνοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ἔνθεον ᾠδήν, Ἀμφιλόχιε δέχου. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐνθέως ὑμνεῖν σου τὰς ἀρετάς, λευΐτα μοι δίδου, θείας χάριτος φωτισμόν, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, ἐκ τῶν παθῶν ἱερὲ Ἀμφιλόχιε.

Νεότατος ἔδραμες πρὸς Χριστόν, τῷ ἔρωτι Τούτου, τετρωμένος Πάτερ ψυχῇ· διὸ πόθον θεῖον δὸς λιταῖς σου, πνευματοφόρε κἀμῖν τοῖς τιμῶσί σε.

Θεράπευσον πάθη τὰ χαλεπά, καὶ τῷ Ἀναστάντι, ἐκ τοῦ Τάφου λαμπροφανῶς, δεήθητι θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας σοφὲ Ἀμφιλόχιε.

Θεοτοκίον.
Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχαῖς καὶ καρδίαις, Θεονύμφευτε Μαριάμ, καθαίρουσα πάντων μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ πικρῶν ἀλγηδόνων, καὶ συμφορῶν ἅπαντας, λύτρωσαι ἡμᾶς πρὸς Σωτῆρα, ἀεὶ δεόμενος, τῶν πειρασμῶν δ’ ἐξελοῦ, δαιμονικῆς ἐπηρείας, Πάτερ Ἀμφιλόχιε, τοὺς σὲ γεραίροντας.

Οἰδημάτων τὰ ἄλγη, ἡμῶν πληγῶν τραύματα, ἴασαι σοφὲ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἣν εἴληφας ἐκ Θεοῦ, ἀσκητικοῖς σου ἀγῶσι, καὶ σκληροῖς παλαίσμασι, τόποις τοῦ Κύνωπος.

Νοσημάτων καὶ ὄγκων, τοὺς ἀσθενεῖς τάχιστα, ῥῦσαι Ἀμφιλόχιε θεῖε, ἐπιστασίᾳ σου· σὺ γὰρ ὑπόδουλον, λαὸν Ἑλλάδος ἐκ πείνης, καὶ δεινῆς κακώσεως, πίστει διέσωσας.

Θεοτοκίον.
Εὐλογία Σὺ πέλεις, τῶν ἀγαθῶν πρόξενος, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων Σου, τοῖς εὐλαβῶς τῇ Μορφῇ Σου, ἐν Ναοῖς προστρέχουσι, ταύτῃ ἀσπάσασθαι.


Διάσωσον, ὦ Ἀμφιλόχιε Πάτερ, τοὺς ἀνυμνοῦντας θείαν μνήμην σου εὐλαβῶς, καὶ τάφῳ σου σπεύδοντας, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν, καὶ πρέσβυν σε πρὸς Κύριον, πτωχῶν ἀρωγόν, νοσούντων τὸν θεράποντα, θησαυρὸν κεκτήμεθα, πάντες θείας χάριτος κράζοντες· πρόφθασον ἡμᾶς ῥῦσαι ἐκ δεινῶν, καὶ πάσης βλάβης, τῆς Πάτμου καύχημα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὦ σεπτὲ Ἀμφιλόχιε, ἡμᾶς ἐπηρείας ἐχθροῦ ἐκλύτρωσαι, καὶ λαμπρῷ φωτὶ καταύγασον, τὰς καρδίας τῶν ἀεὶ ὑμνούντων σε.

Δαιμονῶντας θεράπευσον, τοῦ νοὸς τὸν ζόφον σοφὲ διάλυσον, καὶ Χριστὸν καρδίαις μόρφωσον, ὁ εὐεργετήσας πλήθη ἄμετρα.

Ἡ Χριστοῦ χάρις ηὔγασε, σὲ Πάτερ θεοῤῥῆμον καὶ διδάσκαλε, τὸν πυρσεύσαντα τοῖς ῥήμασι, δῆμον ἐμπερίστατον τοῖς πάθεσιν.

Θεοτοκίον.
Ὦ ἁγνὴ  Μητροπάρθενε, πάντων Ὀρθοδόξων τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους Σε, ἐξ ὀδύνης νόσων ἐλευθέρωσον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόμου τηρητάς, Θεοῦ δεῖξον πάντας Ὅσιε, ὁ ἀρετῶν τὰς ὑψώσεις ἀναβάς, ὅπως εἰς δόξαν, Χριστοῦ τὴν λαμπρὰν ἀνέλθωμεν.

Ἄκουσον ἡμῶν, τὰς αἰτήσεις Πάτερ ἔνδοξε, καὶ παῦσον τὰ σκιρτήματα τῆς σαρκός, καρδίας πόθον, ἑκάστου πληρῶν σωτήριον.

Μείνας ἐγκρατής, ταπεινὸς καὶ ἀνεξίκακος, ἐν ἀγωνίσμασί σου Πάτερ σκληροῖς, εἵλκυσας χάριν, Θεοῦ ἣν ἡμῖν νῦν δώρησαι.

Θεοτοκίον.
Ῥᾶνον δωρεάς, ἐφ’ ἡμᾶς σεμνὴ Μητρόθεε, τοὺς Σὴν εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσιν, ἡ χορηγοῦσα, γαλήνην ψυχῆς Σαῖς χάρισι.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φιλόϋλον, καὶ φιλαμαρτήμονα, μή μοι δὸς τὸν βίον Σῶτερ ἀνύειν, ἀλλ’ ἐν ἀγάπῃ τελείᾳ τὰ ἔργα, ἐπιτελεῖν μετανοίας τοῖς δάκρυσιν, ὡς ὁ τῆς Πάτμου Ἱερεύς, ὅπως εὕρω λιταῖς αὐτοῦ ἔλεος.

Ἱκέτευε, Ἰησοῦν θεόσοφε, Λυτρωτὴν ἡμῶν Θεὸν καὶ Σωτῆρα, ὅπως ψυχαῖς τὴν εἰρήνην βραβεύσει, ὑπομονὴν ἐν δεινοῖς περιστάσεσι, καὶ τόξων δῷ μεταβολήν, ἰοβόλων δαιμόνων ἰσχύϊ Του.

Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, ἀσθενειῶν, πειρασμῶν με ὀδύνης, ὦ Πάτερ ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.

Θεοτοκίον.
Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς εἰκόνος Σου ἡ θέα Παρθένε, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, πάσαις δ’ αἰσθήσεσι χαράν, ὁ Υἱός Σου δωρεῖται αἰώνιον.


Διάσωσον, ὦ Ἀμφιλόχιε Πάτερ, τοὺς ἀνυμνοῦντας, θείαν μνήμην σου εὐλαβῶς, καὶ τάφῳ σου σπεύδοντας, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ πέλεις τῶν πτωχῶν Ἀμφιλόχιε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν Εὔσπλαγχνον, σὺ τὴν Πάτμον σὺν τοῦ Αἰγαίου ταῖς νήσοις φρουρεῖς· διὸ πρόφθασον θεῖε Ποιμήν, εἰς τὴν βοήθειαν ἡμῶν, ἐκ ψυχῆς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι δαιμονοπλήκτους, πιστοὺς συντήρει ἀβλαβεῖς, τὴν δ’ Ἑλλάδα σκέπε ἅπασαν.


Προκείμενον
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ οὖν ἀποῤῥίψεις με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα Ἀμφιλόχιε, Ὅσιε σῶσόν με, πιστῶς προσπίπτοντα, σῇ εἰκόνι ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου, ἵν’ ὑμνολογῶ σου, ἀγῶνας πρὸς τὴν κτῆσιν ἀρετῶν, καὶ μεγαλύνω τοῖς ᾄσμασι, μνήμην σου τὴν πάμφωτον.

Σῶσον ὸ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Ὀφρὺν τοῦ παγκακίστου τῶν αἱρέσων θράση, καὶ τῶν βαρβάρων ἰσχύν, κατάβαλε ταχέως, σεπτὲ τῆς Πάτμου γόνε, ἵνα χαίροντες μέλπωμεν, τὸν σὲ δοξάσαντα νῦν, Θεὸν εἰς τοὺς αἰῶνας.

Χρυσὸν ὡς ἐν καμίνῳ δεδοκίμακε, Πάτερ Χριστὸς ἐν θλίψει πολλῇ, ἀλλ’ ὧ σῆς καρτερίας, μανίας πολεμίων, καὶ σατᾶν ὑπερίσχυσας· διὸ ἡμᾶς ἐξελοῦ, τῆς τούτων κακουργίας.

Ἱκέσιον πρεσβείαν ἱερώτατε, δίδου ὑπὲρ ἡμῶν τῷ Χριστῷ, τῶν μνήμην σου τιμώντων, καὶ ἐν ᾠδαῖς ᾀδόντων, Ἀμφιλόχιε ἄθλους σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἱλασμὸς πρὸς Δεσπότην, Ὃν ἐκύησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς Σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· ὁ ἐκ γαστρός Σου τεχθείς, Θεὸς προσκυνητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ πιστὲ ἐργάτα, Χριστοῦ τοῦ ἀμπελῶνος.

Δὸς σὴν πρεσβείαν, πρὸς τὸν Δεσπότην τρισμάκαρ, ἵν’ ἡμῖν δωρήσηται τὰ κρείττω, ἐξ ἐχθρῶν ὀδόντων, ψυχὰς δούλων δ’ ἁρπάσῃ.

Ἔσο προστάτης, Πάτερ λαὸν περισκέπων, ἐκ φθορᾶς θανάτου ὀψονίων, ταῖς θερμαῖς εὐχαῖς σου, πεπαῤῥησιασμένε.

Θεοτοκίον.
Ὄλισθον πάντα, νοὸς ψυχῆς Θεοτόκε, εὐθυγράμμισον χάρισι θείαις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χριστὲ Ἀμφιλοχίου, πρόσδεξαι δεήσεις, καὶ τὴν ὀφλὴν ἐγκλημάτων τοῖς πταίσασαι, δὸς καταξιῶν ἡμᾶς δόξης τῆς Βασιλείας Σου.

Ὀρδὰς τῶν ἀλλοδόξων, σκόρπισον θεόφρον, ἡμᾶς τὰς ἐπαπειλούσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων τῶν ἀνυμνούντων σε.

Ὑπάρχεις τῶν Πατμίων, καύχημα καὶ κλέος, τῶν Χριστωνύμων ὀχύρωμα τὸ ἀσφαλές· ὅθεν ἀεὶ ἡμῶν ἴσθι προστάτης Ὅσιε.

Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς Σε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις εὐσεβείας φάρος λαμπρός, ὁ κρουνὸς χαρίτων, τῶν Πατμίων ὁ ὁδηγός, πίστεως ὁ στῦλος, τροφὴ τῶν πενομένων, φωστὴρ τῆς Ἐκκλησίας, ὦ Ἀμφιλόχιε.

Ποίησον τρισμάκαρ σαῖς προσευχαῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, καὶ ἐντολῶν Ὑψίστου, τηρεῖν προστάγματα.

Δὸς ἡμῖν τὰ κρείττω ταῖς σαῖς λιταῖς, πανένδοξε Πάτερ, Ἀμφιλόχιε ἱερέ, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ καὶ πίστιν, βίου διόρθωσιν.

Ποίει ποίμνην νήσου σου ἱερᾶς, σαῖς πρεσβείαις Πάτερ, εἶναι ἄμπελον τοῦ Χριστοῦ· ἵν’ ἀεὶ γεραίρει, τὰ ἆθλά σου καὶ μνήμην, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.

Τοὺς ἀνευφημοῦντάς σε ἀσκητά, μέλεσι καὶ ὕμνοις, χαῖρε λέγοντας Ἱερεῦ, ῥῦσαι ἐκ κινδύνων, σεισμοῦ καὶ πάσης βλάβης, κατακλυσμοῦ ἀνάγκης, πυρὸς καὶ θλίψεων.

Σκόρπισον φρυάγματα τῶν ἐθνῶν, παῦσον τοὺς πολέμους, καὶ αἱρέσεων τὴν ὀρφύν, κόπασον ὦ Πάτερ, τῇ σῇ ἐπιστασίᾳ, φρουρῶν πιστοὺς ἀγραύλως, ὥσπερ τὴν ποίμνην σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, Πάτερ Ἀμφιλόχιε, Χριστοῦ σεπτὲ Ἱερεῦ, ἐμπλουτίζεις χαρίτων δέ, τοὺς πόθῳ δραμόντας, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς σὴν θείαν μνήμην μεγαλύνοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης