Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Επιφάνιον Επίσκοπον Κύπρου Empty Παρακλητικός Κανών εις τον Άγιον Επιφάνιον Επίσκοπον Κύπρου

Την / Το Σαβ Νοε 16, 2019 7:53 am
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Επιφάνιον Επίσκοπον Κωνσταντίας και Αρχιεπίσκοπον Κύπρου

Ποίημα Κωνσταντίνου Κογεράκη του Κρητός
Παρακλητικός Κανών εις τον Άγιον Επιφάνιον Επίσκοπον Κύπρου Aaa_aa10
Εορτάζετε στις 12 Μαΐου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐπιφανίου τοῦ σοφοῦ Ἰεράρχου, δεύτε τελέσωμεν τῆν πἄμφωτον μνήμην, καὶ εὐλαβῶς βοῆσωμεν αὐτῶ οι πιστοί˙ Ἰεράρχα Ὄσιε, τους πιστῶς πεποιθότας, τη στερρά πρεσβεῖα σου, πᾶσης ρῦσαι ἀνάγκης, καὶ τῶν δεινῶν ἐν βίω συμφορῶν, ὠς παρρησίαν πλουτῶν πρὸς τὸν Κύριον.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Συνῶν τῶν Ἀγγέλων ταῖς στρατιαῖς, ἐν Σιῶν τῆ ἄνω, Ἐπιφάνιε ιερέ, τᾶς ἰκετηρίους μου δεήσεις, ὠς συμπαθής καὶ φιλόστοργος πρόσδεξαι.

Θαυμάτων τᾶς χάριτας εἰληφῶς, Ποιμένων το κλέος, Ἐπιφάνιε ιερέ, κατ’ ἄμφω νοσοῦντα με ἀθλίως καθικετεύω σε πόθω, θεράπευσον.

Ψυχήν μου εὐσπλάχνως τῆν χαμερπήν, οὐράνωσον πάτερ, Ἐπιφάνιε ιερέ, ταῖς πανευπροσδέκτοις σου πρεσβεῖαις, πρὸς τὸν Δεσπότην ἀπάσης τῆς κτίσεως.

Θεοτοκίον.
Τεκοῦσα τὸν Κύριον τοῦ παντός, τῆν τοῦ Παραδείσου, πύλην ἤνοιξας τοῖς βροτοῖς˙ ὄθεν Παντευλόγητε Μαρία, εὐγνωμοσύνης σοι ὔμνον προσάδομεν.


ᾨδή γ΄. Σὺ εἰ τὸ στερέωμα.
Το χρῖσμα τοῦ Πνεύματος, εἰσδεδεγμένος ἰἔρευσας, ἀμέμπτως Θεῶ τῶ ἐν Τριάδι, ιερέ Ἐπιφάνιε.

Ειρήνην τῆν κρείττονα, τῶ ταπεινῶ δος ικέτη σου, ὸ τοῦ Ειρηνάρχου Ἰεράρχης, ἰερέ Ἐπιφάνιε.

Χορήγει τὰ κρείττονα, τοῖς εὐλαβῶς εὐφημούσι σε, ὠς ἔνθεον φίλον τοῦ Σωτήρος, ἰερέ Ἐπιφάνιε.

Θεοτοκίον.
Ἀγγέλων ἐξέστησαν, Θεοκυήτορ τα τάγματα, ὀρῶντες σε φέρειν ἐν ἀγκάλαις, τῆς Τριάδος τὸν δεύτερον.


Διάσωσον τοῦς εὐλαβῶς Ἐπιφάνιε σε ὐμνοῦντας, από κινδύνων καὶ πᾶσης κακώσεως, ταῖς ιεραῖς σου πρεσβεῖαις πρὸς τὸν Σωτήρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Εμπρέπων λαμπρῶς, σοφίας τοῖς χαρίσμασι, ποιμήν ιερός καὶ Ἰεράρχης ἄριστος, ἐδείχθης Ἐπιφάνιε˙ ὄθεν πάντες πίστει σοι κράζομεν˙ ἀεί δυσώπει πάτερ τὸν Θεόν, δοθήναι ἠμῖν το μέγα ἔλεος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀγαπήσας τον Κύριον, ὀλικῶς μακάριε Ἐπιφάνιε, τὸν Σταυρόν αὐτοῦ ἐβάστασας, ὠς ἐνθέου φρονήσεως ἔμπλεως.

Τῆν καρδίαν μου πλούτισον, τῶ αμέτρω πλούτω τῆς σῆς χρηστότητος, Ἰεράρχα Ἐπιφάνιε, ὸ πλουτήσας ἐν ἔργοις τοῖς κρείττοσι.

Πρὸς νομάς σωτηρίου με, ποίμανον θεόληπτε Ἐπιφάνιε˙ συ ποιμήν γᾶρ ὤφθης κράτιστος, εὐδοκία τοῦ κρείττονος Ὄσιε.

Θεοτοκίον.
Ἀμαρτίας ἀναίρεσις, τῆς ἀρχαίας πέφηνας Θεονύμφευτε, τὸν Χριστόν ἀφράστως τέξασα, δι΄ἠμᾶς ἐν δυσί ὐποστάσεσι.


ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Τῶν αἰρετικῶν, τῆν ὀφρύν λαμπρῶς κατήσχυνας, ταῖς πανσόφοις καὶ λαμπραῖς σου διδαχαῖς, Ἰεράρχα θεορρήμον Ἐπιφάνιε.

Ψεύδους κραταιῶς, τὸν δυνάστην καταβέβληκας, ου τῆς μήνιδος διάσωσον ἠμᾶς, ἀνωτέρους Ἰεράρχα Ἐπιφάνιε.

Τῶ Παμβασιλεί, ἐν ὐψίστοις παριστάμενος, τῶν ὐμνοῦντων εὐλαβῶς σε ἐν ωδαῖς, Ἰεράρχα Ἐπιφάνιε μνημόνευε.
Θεοτοκίον.
Ἄνθος τὸν Χριστόν, θαυμαστῶς ἠμῖν ἐξήνθησας, ὴ βλαστήσασα ἐκ ρίζης Ἰεσαῖ, ράβδος θεία καὶ Ἀγία Μητροπάρθενε.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἠγάπησας θεοσόφως ἔνδοξε, τὸν ἐν ξύλω φιλανθρώπως παθόντα, καταυγασθείς τῆν καρδίαν ἀκτίσι, τῆς ἀληθοῦς Ἐπιφάνιε γνώσεως. Ὄθεν αὐτοῦ ὠς νουνεχής, τᾶς προστάξεις ἐν βίω ἐπλήρωσας.

Σοφίας προσειληφῶς τᾶς χάριτας, ἐν σοφία τῆν λαχούσαν σοι ποίμνην, πρὸς σωτηρίου νομάς ἀνυστάκτως, ὠ Ἐπιφάνιε πάτερ ἐποίμανας˙ ὄθεν καμέ πρὸς τᾶς νομάς, τῆς ἀψεύστου ζωής καθοδήγησον.

Ἐκύκλωσαν τῆν ψυχήν μου Ὄσιε, ὤσπερ κύνες ὐλακτούντες τα πάθη˙ συ δε ὠς πέλων εὐήκοος πᾶσι, ἐλέησόν με ἐν πίστει φωνούντα σε, Ἰεραρχών ἠ καλλονή, Ἐπιφάνιε πάτερ τρισόλβιε.

Θεοτοκίον.
Βοήθειαν πρὸς το σῶζει κέκτημαι, σε ἐτοίμην ἀειπάρθενε Κόρη˙ διὸ προσπίπτω σοι ὄλη τῆ καρδία, καὶ ἀνακράζω ἐν θλίψει καὶ δάκρυσι, τοῦ αἰωνίου με πυρός, τῆ πρεσβεῖα σου ρῦσαι ὠς εὔσπλαχνος.


Διάσωσον τοῦς εὐλαβῶς Ἐπιφάνιε σε ὐμνοῦντας, από κινδύνων καὶ πᾶσης κακώσεως, ταῖς ἰεραῖς σου πρεσβεῖαις πρὸς τὸν Σωτήρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β’. Τοῖς τῶν αἰμάτων σου.

Ἀναδειχθείς ἐν σοφία περίφημος, αἰρετικῶν τα ἀπύλωτα στόματα, τοῖς θείοις σου φθόγγοις ἐφίμωσας, καὶ τῆν ὀρθόδοξον πίστην ἐκράτυνας, Ὀσίων λαμπάς Ἐπιφάνιε.


Προκείμενον.
Οι Ἰερείς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οι Ὄσιοι σου ἀγαλλιάσονται.
Στίχ. Τίμιος εναντίον Κυρίου ό θάνατος τοϋ Όσιου αύτοΰ.

Ευαγγέλιον. Εκ του κατά Ματθαίον (Κεφ. ε’. 14-19)

Είπεν ὸ Κύριος τοῖς εαὐτοῦ Μαθηταῖς˙ Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Δόξα.
Ταῖς τοῦ Ἰεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἤχος πλ. β’. Τριήμερος ἀνέστη.

Χριστόν ἀπό ψυχής ὀλικῶς, θεόφρων Ἐπιφάνιε ἀγαπήσας, τα θελήματα αὐτοῦ, ἐπλήρωσας πανσόφως, ὠν πληρωτήν εὐχαῖς σου, ταῖς ιεραῖς καμέ ἀνάδειξον.

Σῶσον ὸ Θεός τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Προσδεχόμενος πίστει, τοῦ Σωτήρος τῆς δόξης τῆν ἐπιφάνειαν, σωφρόνως καὶ δικαῖως, ἐβίωσας ἐν κόσμω, ἰερέ Ἐπιφάνιε, καῖ μεταστάς πρὸς Θεόν, ζωήν τῆν θείαν εὔρες.


Εὐμενής μοι ταῖς θεῖαις, καὶ σεπταῖς σου πρεσβεῖαις Χριστόν ἀπέργασαι˙ το δῦνασαι γᾶρ ἔχεις, ἀξίως ὠς βαστάσας, ιερέ Ἐπιφάνιε, αὐτοῦ τὸν θείον ζυγόν, ἐπ’ ὤμον σου προθύμως.

Ἀσινείς διατήρει, τοῦς προστρέχοντας πίστει, τῆ προστασία σου απο ἀμπλακημάτων σαρκός καὶ νοσημάτων, θαυμαστέ Ἐπιφάνιε˙ παρά Θεῶ γᾶρ πολλήν, τῆν παρρησίαν ἔχεις.

Θεοτοκίον.
Κλίμαξ ὤφθης Αγία, καὶ μετάρσιος Κόρη, αεἰμακάριστε, δι’ ἠς πρὸς σωτηρίας, ἀνέρχονται το ὔψος, οι τὸν ἄφραστον τόκον σου, ὐμνολογούντες ἀεί, θερμότητι καρδίας.


’Ωδή η . Τόν Βασιλέα,
Ἐξανατείλας, ὤσπερ ἀστήρ εὠσφόρος, Ἐπιφάνιε, τῆν κτίσην καταυγάζεις, ταῖς φωτοπαρόχοις, τῆς χάριτος ἀκτίσι.

Ἐνισχυσόν με, τῆ ιερά σου δυνάμει, Ἐπιφάνιε Πατέρων ἠ λαμπρότης, φέρειν τᾶ ἐν βίω, ἐπίπονα ἠδέως.

Τῆν τῶν παθῶν μου, ζοφὠδεστάτην ὀμίχλην, Ἐπιφάνιε διάλυσον ἀκτίσι, τῆς παμφαεστάτης, καὶ θείας χἀριτός σου.

Θεοτοκίον.
Τῆν πρῶτην Εὔαν, Θεοκυήτορ Μαρία, ἀπελύτρωσας κατάρας τῆς ἀρχαίας, τέξασα ἀρρήτως, τὸν ἔνα τῆς Τριάδος.


’Ωδή θ'. Κυρίως Θεοτόκον.
Θυσίαν σ΄αυτόν ζῶσαν, διἀ πολιτείας, ἀκραιφνεστάτης Κυρίω προσήνεγκας, ὠ Ἐπιφάνιε πάτερ, Τριάδος πρόβολε.

Ψυχής μου τᾶς ἀρούρας, ἄρδευσον πλουσίως, τῆς ιεράς χἀριτός σου τῶ ὔδατι, ὠ Ἐπιφάνιε πάτερ, Ὀσίων καύχημα.

Πυρός με τοῦ ἀστέκτου, καὶ ἀτελευτήτου, ταῖς ἰεραῖς πρὸς Χριστόν μεσιτείαις σου, ὠ Ἐπιφάνιε ρῦσαι, ὠς συμπαθέστατος.

Θεοτοκίον.
‘Υπερδεδοξασμένη, Μήτερ τοῦ Υψίστου, ταῖς μητρικαῖς σου πρεσβεῖαις διάσωζε, απο παντοίων κινδύνων, τοῦς σε γεραίροντας.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαῖροις τῆς σοφίας μὔστης λαμπρός, καὶ τῆς εὐσεβεῖας, στύλος θείος καὶ ἀρραγής˙ χαῖίροις ὀρθοδόξων, ὐπέρμαχος δογμάτων, καὶ ἀληθείας πύργος, ὠ Ἐπιφάνιε.

Τῆ ἀσκήσει πάτερ πρὀκαθαρθείς, καθαρός ἐν πᾶσι, ἀναδέδειξαι λειτουργός, καὶ νῦν τοῦ Κυρίου, παρίστασαι τῶ θρόνω, ποδήρει Ἰερέων, κατακοσμούμενος.

Χαῖροις ο θεόρρυτος ποταμός, ο τῆν Οἰκουμένην, καταρδεύσας πάτερ σοφέ˙ χαῖροις εὐσεβείας, φωστήρ ο φωτοβόλος, ο θαὐμαστώς ἐκλάμπων, ἠμῖν τιμῶσι σε.

Ψεύδους τὸν αρχέκακον ἀρχηγόν, κατήσχυνας πάτερ, Ἐπιφάνιε ιερέ, τῆ παρά Κυρίου, δοθείση σοι σοφία, καὶ βίου ἐναρέτου, τοῖς κατορθώμασι.

Τοῦ Ἐπιφανίου ταῖς ἰεραίς, πρεσβεῖαις Οἰκτίρμων, τῆν ειρήνην σου δὸς ἠμῖν, καὶ τῆς τοῦ βελίαρ, κακίας ἀνωτέρους, συντήρει τοῦς ὐμνούντας, το θείον κράτος σου.

Χαῖροις ἠ θεόληπτος ξυνωρίς, τῶν τῆς ἐκκλησίας, θεοσόφων Ἰεραρχῶν, Ἀνδρέα τῆς Κρήτης, σῦν τῶ Ἐπιφανίω, τῆς ἐν Χριστῶ σοφίας, μῦσται πανάριστοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ήχος α’. Τῆς ἐρήμου
Αὐγασθείς τῆν καρδίαν, ταῖς ἀκτίσι τῆς χάριτος, τοῦ Χριστοῦ ὀπίσω θεόφρον, ἀκλινῶς ἠκολοῦθησας˙ καὶ χρίσματι τοῦ Πνεύματος χρἰσθεῖς, ποιμήν τῆς ἐκκλησίας θαυμαστῶς, τῶν αἰρέσεων κατήσχυνας τῆν ὀφρύν, τῶν λόγων σου τῆ σοφία. Δόξα τῶ σε σοφίσαντι Χριστῶ, δόξα τῶ σε θαὐμαστῶσαντι, δόξα τῶ σε δοξάσαντι λαμπρῶς, σοφέ Ἐπιφάνιε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἤχος β’. Ότε ἐκ τοῦ ξύλου.

Χαῖροις Ἰεράρχα τοῦ Χριστοῦ, ο κεκοσμημένος σοφίας, ταῖς θεῖαις χάρισι˙χαῖροις το τοῦ Πνεύματος, λαμπρόν κειμήλιον˙ χαῖροις στύλος ο ἄσειστος, τῆς ὀρθοδοξίας˙ χαῖροις τῶν αἰρέσεων, μάχαιρα δίστομος. Τοῦς εἰλικρινῶς σε τιμῶντας, ρῦσαι Ἐπιφάνιε πάτερ, τῆς πικράς μανίας τοῦ ἀλάστορος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον·

Ἐπιφάνιε λαμπρῶς επἰφανόν μοι
Κωνσταντίνω ὐμνούντι σε σῆν χάριν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης