Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Ἐγκώμια εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας Empty Ἐγκώμια εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Την / Το Σαβ Νοε 16, 2019 10:28 am
Ἐγκώμια εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Ποίημα Ἀρχιμ. Πολυκάρπου Κόμη
Ἐγκώμια εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας Anthim10

Στάσις Πρῶτη. Ἦχος πλ. α´.
Μακαρίζομέν σε, Ἄνθιμε ἱερέ, μοναζόντων τὸ τερπνὸν ἐγκαλλώπισμα, καὶ τελοῦμέν σου τὴν μνήμην εὐλαβῶς.

Μακαρίζομέν σε, τὸν τῆς Πάλλης βλαστόν, καὶ πολλῶν μοναστηρίων δομήτορα, καὶ τιμῶμεν τοὺς ἀγῶνάς σου σοφέ.

Ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον.
Ἀνατείλας μάκαρ, ὥσπερ ἄστρον λαμπρόν, ταῖς ἀκτῖσι θεοφόρε τῶν λόγων σου, κατεφώτισας τὰ πλήθη τῶν πιστῶν.

Βουληθεὶς βιῶσαι, βίον ἀγγελικόν, τὰ τοῦ κόσμου ὡς μὴ ὄντα κατέλιπες, εἰς τοῦ Ἄθωνος τὸ Ὄρος ἀνελθών.

Γλῶσσα ἀνθρωπίνη, οὐκ ἰσχύει σοφέ, τοῦ λαλήσαι τοὺς ἀγῶνάς σου Ἄνθιμε, ἵνα κτείνῃς τὸν ἀόρατον ἐχθρόν.

Δόκιμος ὑπάρχων, ἱκανῶν ἀρετῶν, μοναχῶν τὸ μέγα σχῆμα ἐνδέδυσαι, καὶ ἐβίωσας ὡς ἄσαρκος ἐν γῇ.

Ἔχει ἰατρεῖον, ἡ Λεπέδων Μονή, πάτερ Ἄνθιμε τὸν πάνσεπτον τάφον σου, ὅθεν δόξα ἀναπέμπει πρὸς Θεόν.

Ζῆλός σου ὁ θεῖος, οὐκ ἐκάμφθη σοφέ, τῇ παθήσει τῇ δεινῇ τῶν ὀμμάτων σου, ἀλλ᾿ ἐκήρυττες τοῖς πᾶσι τὸν Χριστόν.

Ἡ ἁγνὴ ψυχή σου, καθαρὰ ὡς χιών, ὡς λευκὴ περιστερὰ ἐκπετάσασα, πρὸς Χριστὸν ὑπὲρ ἡμῶν ἐκδυσωπεῖ.

Θεῖον σὲ προστάτην, πολιοῦχον στεῤῥόν, Ἀστυπάλαια ἡ νῆσος ἐκτήσατο, ἥν περίσωζε παντοίων συμφορῶν.

Ἱερέων δῆμος, καὶ πιστῶν ἡ πληθύς, εὐφημήσωμεν τὴν μνήμην τὴν ἔνδοξον, τοῦ Ὁσίου νῦν Ἀνθίμου εὐλαβῶς.

Κατελθὼν τοῦ Ὅρους, ἐπορεύθης σοφέ, εἰς τὸν τάφον τοῦ Κυρίου ὢ Ἄνθιμε, καὶ ἠσπάσω, ἐμπλησθεὶς θείου φωτός.

Λόγοις μελιῤῥύτοις, λόγοις θείοις σοφέ, τῶν Κυκλάδων τοὺς πιστοὺς κατεφώτισας, καὶ ἐξήγαγες ἐκ σκότους καὶ σκιάς.

Μοναστῶν ἐδείχθης, ποδηγέτης σοφός, ἑξαρίθμους δὲ μονάς, ὠκοδόμησας πρὸς Χριστοῦ δόξαν, καὶ αἶνον ἐσαεί.

Νέον ἄνθος ὤφθης, Ἐκκλησίας Χριστοῦ, καὶ ὀσμαῖς τῶν ἐναρέτων σου πράξεων, εὐωδίασας ἀνθρώπων τὰς ψυχάς.

Ξίφος ἀνεδείχθης, ἐν ὑστέροις καιροῖς, τῆς ἀμώμου ἡμῶν πίστεως Ἄνθιμε, τὰς τοῦ δράκοντας συγκόψας κεφαλάς.

Ὀφθαλμῶν σου μάκαρ, στερηθεὶς ἐκ παιδός, τῷ φωτὶ τῷ τοῦ Χριστοῦ φωτιζόμενος, κατεφώτισας τὰ πλήθη τῶν πιστῶν.

Πάρος, Νάξος, Χῖος, Σίφνος, Κρήτη σοφέ, Ἀστυπάλαια καὶ Κύθηρα Σίκινος, Καστελλόριζον τιμῶσι σὲ ᾠδαῖς.

Ῥῦσαι θεοφόρε, ἀπειλῆς τῶν σεισμῶν, τὴν γενέτειράν σου Ἅγιε Ἄνθιμε, δραστικαῖς σου ἱκεσίαις πρὸς Θεόν.

Στέφανον ἐδέξω, ἐκ Κυρίου διπλοῦν, τῆς γενναίας σοῦ ἀσκήσεως Ἄνθιμε, καὶ τῆς ὄντως στερεᾶς ὑπομονῆς.

Τρῖβον διοδεύσας, τὴν στενὴν καὶ σκληράν, ἐπορεύθης εἰς τὰ ἄνω σκηνώματα, εἰς Κυρίου θεοφόρε τὰς αὐλάς.

Ὑετὸν κατῆγες, εὐπροσδέκτῳ εὐχῇ, ὡς τὸ πάλαι ὁ Θεσβίτης θεσπέσιε, εἰς τὴν νῆσον Καστελλόριζον σοφέ.

Φοβηθέντες φόβῳ, ἔφυγον παρευθύς, οἱ σταλέντες τοῦ φονεῦσαί σε Ἄνθιμε· φῶς γὰρ εἶδον, ἐκ τοῦ στόματος τοῦ σοῦ.

Χαίρουσι χορεῖαι, ἑξαρίθμων μονῶν, ἂς πρὸς δόξαν τοῦ Θεοῦ ᾠκοδόμησας, ἐκτελούσαι τὴν σεπτήν σου ἑορτήν.

Ψάλλοντες ἐν πίστει, ἡδυφθόγγους ᾠδάς, τὸν Θεὸν εὐχαριστοῦμεν πανένδοξε, τὸν δοξάσαντα τὴν μνήμην σου λαμπρῶς.

Ὢ δυὰς ἁγία, τῶν Ἁγίων Θεοῦ, ὢ Γεράσιμε καὶ Ὅσιε Ἄνθιμε, ἱκετεύσατε Θεὸν ὑπὲρ ἡμῶν.

Δόξα.
Ψαλμικῶς Τριάδα, ἀνυμνοῦμεν πιστῶς,τὸν Πατέρα σὺν Υἱῷ καὶ τῷ Πνεύματι, τὴν Μονάδα κατ᾿ οὐσίαν καὶ ἀρχήν.

Καὶ νῦν.
Ἡ ἐνδοξοτέρα, τῶν φρικτῶν Σεραφείμ, Θεοτόκε τὸν Υἱόν Σου ἱκέτευε, σὺν Ἀνθίμῳ ὑπὲρ πάντων καὶ ἡμῶν.

Καὶ πάλιν τὸ πρῶτον.
Μακαρίζομέν σε, Ἄνθιμε ἱερέ, μοναζόντων τὸ τερπνὸν ἐγκαλλώπισμα, καὶ τελοῦμέν σου τὴν μνήμην εὐλαβῶς.


Στάσις Δεύτερη. Ἦχος πλ. α´.
Ἄξιον ἐστίν, μακαρίζειν σε Ἄνθιμε μάκαρ, τῆς Κεφαλληνίας τὸ ἥδυσμα, καὶ εὐπρόσδεκτον μεσίτην πρὸς Θεόν.

Ἄξιον ἐστίν, τοῦ γεραίρειν σε τίμιε Πάτερ, τὸ λαμπρὸν καὶ θεῖον ὡράϊσμα, τῆς χορείας μοναστῶν καὶ ἀσκητῶν.

Ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον.
Ἅπαντες πιστοί, ἀνυμνήσωμεν ᾄσμασι θείοις, μνήμην τοῦ Ἀνθίμου τοῦ μάκαρος, ἵνα σχῶμεν τοῦτον πρέσβυν πρὸς Θεόν.

Βέλη τοῦ ἐχθροῦ, ὡς τοξεύματα νηπίων Πάτερ, ἐλογίσω Ἄνθιμε ἔνδοξε, ἐν τῇ πίστει τοῦ Θεοῦ ὀχυρωθείς.

Γόνος ἐκλεκτός, ἐκ γονέων εὐσεβῶν ὑπάρχων, ἐκ παιδὸς Χριστῷ ἠκολούθησας, διὸ δόξης ἠξιώθης καὶ τιμῆς.

Δάκρυα θερμά, κατανύξεως καὶ συντριβῆς παμμάκαρ, δρόσος Ἀερμών σοι ἐγένοντο, καὶ νῦν κέκτησαι πολλὴν ἀναψυχήν.

Ἔχων πρὸς Θεόν, παῤῥησίαν Ἄνθιμε μάκαρ, σὲ παρακαλοῦμεν ἱκέτευε, λυτρωθῆναι ἡμᾶς ἐκ νόσων χαλεπῶν.

Ζῆλόν σου σοφέ, οὐκ ἐμείωσε Πάτερ οὐδόλως, τοῦ φωτός σου μάκαρ ἡ στέρησις, ἀλλ᾿ ἐκήρυττες φωτὸς τὸν Χορηγόν.

Ἥστραψας φαιδρῶς, στερεώματι τῆς Ἐκκλησίας, ὡς πυρσὸς σοφὲ διαυγέστατος, καταυγάζων καὶ φωτίζων τοὺς πιστούς.

Θαύμασι πολλοῖς, καὶ ἀῤῥήκτου εὐωδίας μάκαρ, Ἄνθιμε ἐδόξασε Κύριος, τῶν λειψάνων σου τὴν πάντιμον σορόν.

Ἵθυνον ἡμᾶς, ἱκεσίαις σου τίμιε Πάτερ, τὴν ὁδὸν Κυρίου πορεύεσθαι, σὲ γὰρ ἔχομεν φρουρὸν καὶ ὁδηγόν.

Κόσμου τὰ τερπνά, ὥσπερ σκύβαλα ἡγήσω Πάτερ, καὶ πωλήσας πάντα ἠγόρασας, Μαργαρίτην τὸν πολύτιμον σοφέ.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων συμφορῶν καὶ νόσων, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἱκεσίαις σου παμμάκαρ πρὸς Θεόν.

Μέγας ἀληθῶς, σὺ ὢ Ἄνθιμε εἰς τοὺς αἰῶνας, ὅτι τὸν Χριστὸν ἐπεπόθησας, ὑπεράνω τῶν ῥεόντων καὶ φθαρτῶν.

Νέος ἀληθῶς, πανυπέρλαμπρος ἀστὴρ ἐφάνης, τῷ τῆς Ἐκκλησίας πληρώματι, καὶ κατηύγασας καρδίας τῶν πιστῶν.

Ξήρανον σοφέ, τὰ ζιζάνια τῆς ἀσεβείας, τὰς αἱρέσεις Πάτερ διάλυσον, μεσιτείαις καὶ εὐχαῖς σου πρὸς Θεόν.

Ὅλον σεαυτόν, τῷ Χριστῷ ἀφιερώσας Πάτερ, ὥσπερ Σαμουὴλ ἐκ νεότητος, ἐδοξάσθης παρ᾿ Αὐτοῦ ὑπερφυῶς.

Πράϋνον ἡμῶν, καὶ εἰρήνευσον Πάτερ τὸν σάλον, πειρασμῶν κινδύνων καὶ θλίψεων, εὐπροσδέκτοις σου πρὸς Κύριον εὐχαῖς.

Ῥῦσαι σαῖς εὐχαῖς, ἐκ τοῦ κλύδωνος τῆς ἁμαρτίας, μονάζουσας κόρας σου Ἄνθιμε, καὶ εὐλόγησον αὐτὰς θεοπρεπῶς.

Σοῦ αἱ ἀρεταί, ὡς διάδημα πεποικιλμένον, τοῖς ἀστραποφόροις ἀδάμασι, νῦν κοσμοῦσι Ἐκκλησίαν τοῦ Χριστοῦ.

Τῆς ὑπομονῆς, τῇ καμίνῳ πυρωθεὶς δοκίμως, Πάτερ ὁσιώτατε Ἄνθιμε, καθαρώτερον ἀπήστραψας χρυσοῦ.

Ὕψωσον σοφέ, τὰς ἁγίας καὶ σεπτάς σου χεῖρας, πρὸς Χριστὸν τὸν σὲ στεφανώσαντα, καὶ δυσώπησον Αὐτὸν ὑπέρ ἡμῶν.

Φέρων τοῦ Χριστοῦ, ἐπὶ ὤμων τὸν Σταυρὸν τρισμάκαρ, ὡς δορκὰς τὰς νήσους διέδραμες, καὶ ἐστήριξας τὰ πλήθη τῶν πιστῶν.

Χαίρεται φαιδρῶς, Ἀστυπάλαια ἡ νῆσος Πάτερ, ἔχουσα προστάτην σε μέγιστον, καὶ εὐπρόσδεκτον μεσίτην πρὸς Θεόν.

Ψάλλων τῷ Θεῷ, σὺν Ἀγγέλοις καὶ Ἁγίοις μάκαρ, Ἄνθιμε ἱκέτευε πάντοτε, ὑπὲρ πάντων τῶν πιστῶν σοῦ ὑμνητῶν.

Ὢ ὑπομονῆς, Ἰωβείου καὶ ἀδαμαντίνης, ἥν ἐν βίῳ ἔσχες, ὢ Ἄνθιμε, ὑστερούμενος φωτὸς τοῦ αἰσθητοῦ.

Δόξα.
Δέχου τὰς εὐχάς, τρισυπόστατε Τριὰς Ἁγία, τοῦ σεπτοῦ Ἀνθίμου τοῦ δούλου Σου, καὶ εὐλόγησον τόν κλῆρόν καὶ λαόν.

Καὶ νῦν.
Ἓχουσα πολλήν, παῤῥησίαν πρὸς τὸν Χριστὸν Παρθένε, μὴ ἐλλείπης Τούτῳ πρεσβεύουσα, ἵνα ῥύσηται ἡμᾶς ἐκ πειρασμῶν.

Καὶ πάλιν τὸ πρῶτον.
Ἄξιον ἐστίν, μακαρίζειν σε Ἄνθιμε μάκαρ, τῆς Κεφαλληνίας τὸ ἥδυσμα, καὶ εὐπρόσδεκτον μεσίτην πρὸς Θεόν.


Στάσις Τρίτη. Ἦχος γ´.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἄνθιμε θεοφόρε.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν Ληξουρίου γόνον.

Ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον.
Ἀνθήσας ὥσπερ ἄνθος, ἐν ταῖς αὐλαῖς Κυρίου, ἡμᾶς εὐωδιάζεις.

Βίου τὴν ἀπάτην, καταλιπὼν ηὐλίσθης, ἐν Ἄθωνος τῷ Ὄρει.

Γαλήνιος καὶ σώφρων, πιστὸς καὶ ἐλεήμων, ἐφάνης ἐν τῷ βίῳ.

Δακρύων σου τοῖς ὄμβροις, ἔσβεσας τὴν φλόγα, παθῶν τῶν ψυχοφθόρων.

Εἰκών σου ἡ ἁγία, Ἄνθιμε ἐκβλύζει, τῶν ἰαμάτων ῥεῖθρα.

Ζῆλον ἔχων θεῖον, τὸ μέγα ἐνεδύθης, τῶν μοναζόντων σχῆμα.

Ἡμᾶς τοὺς σὲ ὑμνοῦντας, ἀξίωσον εὐχαῖς σου, τυχεῖν τοῦ Παραδείσου.

Θερμότατον σὲ πρέσβυν, πρὸς τὸν Θεὸν πλουτοῦντες, λυτρούμεθα κινδύνων.

Ἱερέων δῆμος, καὶ πλήθη τῶν ἀνθρώπων, νῦν λιτανεύουσί σε.

Κοσμήσας τὴν λαμπάδα, τὴν τῆς ψυχῆς εἰσῆλθες, εἰς τὸν Χριστοῦ νυμφῶνα.

Λαὸς τῶν Κεφαλλήνων, Ἄνθιμε δοξάζει, τὸν ἁγιάσαντά σε.

Μοναὶ ἂς ἐδομήσω, κόποις καὶ ἱδρῶσι, τὴν μνήμην σου τελοῦσι.

Νέος ἀνεδείχθης, Ἄνθιμε ἐργάτης, Χριστοῦ τῷ ἀμπελῶνι.

Ξηρῷ ἄρτῳ καὶ ὕδωρ, ἔτρεφες τὴν σάρκα, ζωογόνων τὸ πνεῦμα.

Ὀφθαλμῶν σου μάκαρ, τὴν στέρησιν ἐν βίῳ, ὑπέμεινας γενναίως.

Ποιμάνας θεαρέστως, τὴν ποίμνην σου μετέστης, εἰς ἄνω Βασιλείαν.

Ῥῶσιν καὶ ὑγείαν, χορήγησον θεόφρον, τοῖς πόθῳ σὲ τιμῶσι.

Σοφίας πλήρης θείας, Ἄνθιμε ὑπάρχων, ἐφώτισας τὸν κόσμον.

Τυφλώττουσαν γυναῖκα, ἴασας παμμάκαρ, τῇ τοῦ Σταυροῦ δυνάμει.

Ὑπομονὴν ἀσκήσας, Ἰώβειον ἐν βίῳ, λαμπρῶς ἐθαυμαστώθης.

Φυτευθεὶς ἐν οἴκῳ, Ἄνθιμε Κυρίου, ἐξήνθησας δικαίως.

Χαρᾶς καὶ εὐφροσύνης, πληρούμεθα τελοῦντες, τὴν ἔνδοξόν σου μνήμην.

Ψάλλοντες τὸν ὕμνον, προσφέρομέν σοι μύρα, μετὰ τῶν ἀρωμάτων.

Ὡς στέφανον προσφέρω, ἄνθη μυροβόλα, τῇ θείᾳ κορυφῇ σου.

Δόξα.
Ἀνθίμου ἱκεσίαις, Τριὰς ἡ ἐν μονάδι, ἁγίασον τὸν κόσμον.

Καὶ νῦν.
Ἁγία Θεοτόκε, δυσώπει τὸν Υἱόν Σου, σὺν τῷ κλεινῷ Ἀνθίμω.

Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἄνθιμε θεοφόρε.

Δίστιχον.
Εὐχαῖς σου τύχοιμι πταισμάτων ἄφεσιν, Ἄνθιμε Πάτερ,
ὑμνῳδὸς σὸς Πολύκαρπος παντλήμων.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης