Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1749
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Όσιον Διονύσιον ο εν Ολύμπω Empty Χαιρετισμοί εις τον Όσιον Διονύσιον ο εν Ολύμπω

Την / Το Σαβ Νοε 16, 2019 10:48 am
Χαιρετισμοί εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Διονύσιον ο εν Ολύμπω

Ποίημα Γερασίμου Μονάχου Μικραγιαννανίτου.
Χαιρετισμοί εις τον Όσιον Διονύσιον ο εν Ολύμπω Dionis10


Κοντάκιον. Ἤχος πλ. δ΄ Τῇ ὑπερμάχω.
Ὠς τῶν “Οσίων κοινωνὸν καὶ ἰσοστάσιον, καὶ τοῦ Ὀλύμπου οἶκιστὴν καὶ στῦλον πάμφωτον, ἀνυμνοῦμεν ἐν πίστει σε θεοφόρε. ᾿Αλλ᾽ ὡς χάριτος τῆς θείας ἐνδιαίτημα, νοσημάτων καὶ παθῶν δεινῶν ἀπάλλαξον, τοὺς βοῶντάς σοι· Χαίροις, πάτερ Διονύσιε.

Ἀνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμω, Πατέρων Διονύσιε κλέος (έκ γ'), καὶ τῆ σῆ οὐρανίω ζωή, τῶν Άσωμάτων συνόμιλος πέφηνας, μεθ’ ὠν δυσῶπει πάντοτε, υπέρ τῶν σοΐ ἐκτενῶς βοώντων·

Χαῖρε, δι’ ού ή Τριάς ὐμνείται·
Χαῖρε, δι’ ού ό Σατάν πατεῖται.
Χαῖρε, τής Σκλαταίνης βλαστός εὐθαλέστατος·
Χαῖρε, τοῦ Όλύμπου ἀστήρ τηλαυγέστατος.
Χαῖρε, σέλας τὸ νεόφωτον Ἐκκλησίας τῆς σεπτῆς·
Χαῖρε, γέρας τὸ νεότευκτον πολιτείας τῆς καινῆς.
Χαῖρε, ὄτι ἐδείχθης μιμητής τῶν Όσίων·
Χαῖρε, ὄτι ἐφάνης ἐραστής οὐρανίων.
Χαῖρε, κλυτόν τοῦ Ἄθω ὠράϊσμα·
Χαῖρε, σεπτόν Όλυμπου διάδημα.
Χαῖρε, δι’ οΰ μονασταί οδηγοῦνται·
Χαῖρε, δι’ οΰ εύσεβεῖς κραταιοῦνται.

Χαίροις, πάτερ Διονύσιε.

Βλέποντες οἰ γονεῖς σου, ἄνωθεν τοῦ σου λίκνου, ἐκλάμπον τοῦ Σταυροῦ τό σημεῖον, μεμύηνται προοιμιακῶς, τήν ἐσύστερον τοῦ βίου σου ἐλλαμψιν Χριστῶ γάρ, Διονύσιε, ἠγάπησας θερμῶς κραυγάζειν·

Ἀλληλούΐα.

Γνώσει τῆ τῶν κρειττόνων, θεοφρόνως προκόπτων, συνηύξησαι Κυρίου τῶ φόβω, ἐν ὠ διαιτώμενος σεμνῶς, τήν ἀρετήν ἐκ νεότητος ἔστερξας, δι’ ἤς ρυθμίζεις, Ὄσιε τούς ἐκβοῶντάς σοι τοιαΰτα·

Χαῖρε, Χριστοῦ τῆν δόξαν ποθήσας·
Χαῖρε, φθαρτῶν τῆν σχέσιν μισήσας.
Χαῖρε, ὸ νοήσας ψυχής τῆν εὐγένειαν·
Χαῖρε, ὸ τηρήσας νοός τῆν εὐπρέπειαν.
Χαῖρε, ἔμψυχον γεώργιον ἐπιπνοίας θεϊκής·
Χαῖρε, φάσγανον ἀμφίστομον προσπάθειας ὐλικής.
Χαῖρε, ὄτι Κυρίω ἀκλινῶς ἐκολλήθης·
Χαῖρε, δὄτι τοῦ κόσμου ὀλικῶς ἐχωρίσθης.
Χαῖρε, ηθῶν ἐνθέων διάγραμμα
Χαῖρε, σεμνῶν τοκέων ἀνάστημα.
Χαῖρε, ζωής ΐχνηλάτα ἀλήκτου·
Χαῖρε, τρυφής μυστολέκτα ἀρρήτου.

Χαίροις, πάτερ Διονύσιε.

Δύναμιν καὶ σοφίαν, ἐκ μελέτης ἀγίας, λαμβάνων τῶν ἐνθέων ρημάτων, θεόφρων ὤφθης από παιδός, θεοειδέσιν ἀρχαῖς σεμνυνόμενος, ἐκπλήττων τούς ὀρῶντας σε, καὶ ψάλλων θερμῶς τῶ Σωτῆρι·

Ἀλληλούΐα.

Ἔδραμες θεΐω πόθω, τῶ καλοϋντί σε Λόγω, βαστάζων τὸν σταυρόν σου θεόφρον καὶ ἐν Μετεώροις ἀνελθών, τω πρὸς Θεόν μετάρσιος φρονήματι, ὠράθης Διονύσιε, καὶ φαιδρύνεις  τούς βοῶντάς σοι·

Χαῖρε, πυκτίς ἀγάπης τοῦ Λόγου·
Χαῖρε, πρηστήρ ἀπάτης τοῦ κόσμου.
Χαῖρε, ὸ βαδίσας Ὄσιων τοῖς ἴχνεσι·
Χαῖρε, ὸ ἐκλάμψας ποικίλοις χαρίσμασι.
Χαῖρε, σύμμορφος ἀσκήσεως ἀσκητῶν θεοειδῶν·
Χαῖρε, μέτοχος θεώσεως θεοφόρων εὐκλεῶν.
Χαῖρε, ὄτι ἀνήλθες Μετεώρων εἴς ὔψος·
Χαῖρε, ὄτι ὐψώθης τῶ Κυρΐω ὀσίως.
Χαῖρε, κλεινῶν Πατέρων ἐφάμιλλος·
Χαῖρε, Θεοῦ θεράπων ἰσάγγελος.
Χαῖρε, εἰκών θεϊκῶν χαρισμάτων·
Χαῖρε, ἐχθρῶν ὀλετήρ ἐναντίων

Χαίροις, πάτερ Διονύσιε.

Ζέων τῆ προθυμία, τῶ σεπτῶ πατρΐ Σάββα, σαύτόν καθυποτάξας ἐμφρόνως, ὐπέταξες ἐχθροῦ τάς ὀρμάς, καί τῶ θεϊκῶ ἐπτερώθης ἔρωτι, τῶν κάτω ἀφιστάμενος, καὶ ἔνθους ταῶ Σωτῆρι ψάλλων·

Ἀλληλούΐα.

Ἤκες σπουδῆ καὶ πίστει, πρὸς τό Ὄρος τοῦ Ἄθω, ὠς ἔλαφος ὠκύδρομος χαίρων, καὶ τῶ θυηπόλω Σεραφείμ, όλοτρόπως καὶ σαφώς σαὐτόν δέδωκας, ὐφ’ οὔ παιδοτριβούμενος, ἐῤῤύθμιζες τούς σοί βοώντας·

Χαῖρε, ὸ ἄνθραξ τῆς ἐμμελείας·
Χαῖρε, τὸ βέλος τῆς ραθυμίας.
Χαῖρε, λαμπηδῶν ιερῶν ἀναβάσεων·
Χαῖρε, μυητά σωτηρίων καθάρσεων.
Χαῖρε, ὔψος θείου ἔρωτος ἀνυψοῦν εἴς οὐρανόν·
Χαῖρε, βάθος ταπεινώσεως ταπεινοῦν τὸν πονηρόν.
Χαῖρε, ὄτι ρυθμίζεις μοναστῶν τᾶς ἔννοιας·
Χαῖρε, ὄτι λαμπρύνεις εὐσεβῶν τᾶς καρδίας.
Χαῖρε, Χριστοῦ ἐρῶν ἐκ νεότητος·
Χαῖρε, παθῶν τῶν τούτου συνόμιλος.
Χαῖρε, καλῶν θεοσδότων μεθέκτα·
Χαῖρε, παθῶν ψυχοφθόρων ὀλέτα.

Χαίροις, πάτερ Διονύσιε.

Θεϊκῆ προμήθεια, ἰερεύς θεοφόρος, καὶ θείος λειτουργός τῶν ἀρρήτων, ὤφθης, Διονύσιε σοφέ, ὠς καθαρώτατον σκεῦος τοῦ Πνεύματος, Θεῶ δε ὤσπερ ἄγγελος ἰερούργεις, ὠ καὶ έβόας·

Ἀλληλούΐα.

Ἴδον οί ἐν τῶ Ἄθω τῆς ζωῆς σου τὸν τρόπον, καὶ βίον τὸν ουράνιον ὄντως, καὶ τῶν σῶν τρυφήσαντες καρπῶν, τῶν ἀρετῶν σου τὸν πλούτον ήγάσθησαν, δι’ ὠν πλουτίζεις ἄπαντας, τούς ἐκβοῶντας σοι τοιαῦτα·

Χαῖρε, ό τύπος τής εγκράτειας·
Χαῖρε, ό λύχνος τής ἠσυχίας.
Χαῖρε, θιασῶτα Πατέρων των πρόπαλαι·
Χαῖρε, καθαιρέτα τού πλάνου στερρότατε.
Χαῖρε, στόμα τό άσίγητον ουρανίων προσευχών·
Χαῖρε, όμμα τό άνύστακτον μυστικών θεωριών.
Χαῖρε, τής άκτησίας ή πολύολβος κτήσις·
Χαῖρε, τής θεουργίας ή θεότιμος δεΐξις.
Χαῖρε, λαμπρόν πραότητος σκήνωμα·
Χαῖρε, σεπτόν τής χάριτος τίμημα.
Χαῖρε, τρυφή νοητή νηστευόντων·
Χαῖρε, άλκή τών αεί έκβοώντων.

Χαίροις, πάτερ Διονύσιε.

Καθαρότητι γνώμης, τῆς Σιών ὠς ἐπέστης, Κυρίου τὸν ζωήρυτον
τάφον, ἀφάτω προσκυνήσας χαρᾶ, συνετάφης εὐσεβῶς τῶ φρονήματι, τῶ τὸν Άδάμ ἐγείραντι, καί σέ δοξάσαντι βοῶντα·

Ἀλληλούΐα.

Λάμπων ταῖς λαμπηδόσιν, ὠς λαμπτήρ σελασφόρος, τῶν σῶν θεοφιλῶν Πάτερ ἔργων, σοφός τῆς Φιλόθεου Μονής, παιδευτής καὶ ρυθμιστής ἐχρημάτισας• διό τή ἠγεσία σου, ἀγαλλομένη ἐκβοᾶ σου·

Χαῖρε, ποιμήν λογικῶν θρεμμάτων·
Χαῖρε, σοφέ παιδευτά ἀτάκτων.
Χαῖρε, κυβερνήτα ἠμῶν περιδέξιε·
Χαῖρε, οἰκονόμε τοῦ Πνεύματος ἔνθεε.
Χαῖρε, θύτης ὸ μακάριος μυστηρίων τῶν φρικτῶν·
Χαῖρε, μύστης ὸ θεόληπτος τῶν ὀσίων ἀρετῶν.
Χαῖρε, τῆς Θεαρχίας θεοφόρος θεράπων·
Χαῖρε, τῆς θεαυγείας τῆς άύλου θεάμων.
Χαῖρε, πολλῶν ἀφρόνων σωφρόνημα·
Χαῖρε, ψυχῶν σωφρόνων ὐπόδειγμα.
Χαῖρε, θεσμῶν ζωηφόρων ταμεΐον
Χαῖρε, κρουνός θεοβρύτων λογίων.

Χαίροις, πάτερ Διονύσιε.

Μέτοχος θείας δόξης, γεγονώς ἐν τῶ Ἄθω, κατέλαβες τῆν Σκήτην Βερροΐας, ἐν ὴ ὐπογραμμός ἀρετῶν, τοῖς ἐκεῖσε ἀσκουμένοις ἐνδέδειξαν πρὸς μίμησιν γάρ ἄπαντας εἴλκες, τούς νουνεχῶς βοῶντας·

Ἀλληλούΐα.

Νέος ὤσπερ Ήλίας, ἔν Ὀλύμπω ἀνήλθες, καὶ τούτον ὠς Χωρήβ κατοικήσας, τῶν κατ’ εκείνον θεωριῶν, θεοφανῶς κατηξίωσαι Ὄσιε Θεός γάρ σε ἐδόξασεν, ὸ δοξάζων τούς σοϊ βοῶντας·

Χαῖρε, ἔπόπτα τῆς θείας δόξης•
Χαῖρε, τῶν κρείττω ὸ μυστοδότης.
Χαῖρε, Ήλίου τοῦ Θεσβίτου ὀμότροπε
Χαῖρε, ’Αντωνίου τοῦ πάνυ ὀμόζηλε.
Χαῖρε, ἄγαλμα ἐξαίρετον τῆς μονήρους βιοτής•
Χαῖρε, ἔσοπτρον νεόσμηκτον τῆς ἀγγελικής ζωής.
Χαῖρε, ὄτι ’Αγγέλων ἐμφανείας κατεῖδες·
Χαῖρε, ὄτι ρεόντων τάς ἐπόψεις παρεῖδες.
Χαῖρε, πηγή δακρύων πολύρρυτος
Χαῖρε, κανῶν νηστείας εὐθύτατος.
Χαῖρε, δι’ οὐ ὸ ληστής μετεβλήθη·
Χαῖρε, δι’ οὐ τῶ Σωτήρι προσήχθη.

Χαίροις, πάτερ Διονύσιε.

Ξένον θαύμα είργάσω, ἐν θαλάσση θεόφρον, τῆ ξένη πρὸς Χριστόν προσευχή σου, τὸν γἀρ σάλον αὐτής τὸν δεινόν, εἴς γαλήνην παραδόξως μετέβαλες• καὶ πρὸς λιμένα ἄκλυστον, ιθύνεις τούς Θεῶ βοῶντας·

᾿Αλληλούϊα.

Ὄλυμπος ἐγκαυχᾶται, εὐαγέσι σου πόνοις, λαμπρῶς ἁγιασθεὶς θεοφόρε· τοῦτο γὰρ τὸ ὄρος ἐπιβάς, τοὺς κάτω κειμένους πρὸς Θεὸν ὕψωσας, ὕψώσεσι τοῦ βίου σου, ἀναβοῶντάς σοι ἐκ πόθου·

Χαῖρε, Ὀλύμπου στερρὸς πολίτης"
Χαῖρε, Κυρίου λαμπρὸς ὁπλίτης.
Χαῖρε, ὑψηλῆς πολιτείας κυπάρισσος·
Χαῖρε, χθαμαλῆς διανοίας ὑπέρτερος.
Χαῖρε, ὕψος ὅτι ἔφθασας τῆς ἀγάπης τοῦ Θεοῦ·
Χαῖρε, κράτος ὅτι ἔλυσας τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ἐκλάμπεις πρακτικῇ θεῶρίᾳ·
Χαῖρε, ὅτι ἀστράπτεις ἀρετῶν συντονίᾳ.
Χαῖρε, λαμπρᾶς ἀσκήσεως στέλεχος·
Χαῖρε, πολλῶν ῥαθύμων ὁ ἔλεγχος.
Χαῖρε, βαλβὶς ἀσκητῶν πρὸς ἀγῶνας·
Χαῖρε, Θεῷ ὁδηγῶν τοὺς βοῶντας.

Χαίροις, πάτερ Διονύσιε.

Πράξεσιν ἐναρέτοις, ναὸς ἔμψυχος ὥφθης, Τριάδος τῆς ᾿Αγίας θεόφρον᾽ διὸ ταύτῃ Ναὸν εὐαγῆ, καὶ ἷερὸν Σεμνεῖον ὠκοδόμησας, πολλῶν εἰς περιποίησιν, τῶν πίστει αἱρουμένων ψάλλειν·

᾿Αλληλούϊα.

Ρἡμασί σου ἐνθέοις, δαψιλῶς διατρέφεις, τὰ στίφη τῶν σεμνῶν φοιτητῶν σου, καὶ τούτους ἄνδρας τῆς ἐν Χριστῷ, πνευματικῆς ἡλικίας ἀνέδειξας· διὸ ἐπαγαλλόμενοι, σοὶ τῷ πατρὶ ἧμῶν βοῶμεν·

Χαῖρε, ἡγέτα τῶν φοιτητῶν σου·
Χαῖρε, προστάτα τῶν ὑμνῳδῶν σου.
Χαῖρε, κηδεμὼν τῶν υἱῶν σου καὶ πρόμαχε·
Χαῖρε, ἀρωγὲ τῆς Μονῆς σου καὶ πρόβολε.
Χαῖρε, κρήνη ἡ βλυστάνουσα ῥεῖθρα ἰαματικά·
Χαῖρε, θήκη ἡ παρέχουσα φάρμακα τὰ σωστικά.
Χαῖρε, ὅτι ῥυθμίζεις τὴν τοῦ ἄρχοντος γνώμην·
Χαῖρε, ὅτι ἐκλύεις τὴν τοῦ δράκοντος ῥώμην.
Χαῖρε, πολλῶν πασχόντων ὑγίανσις·
Χαῖρε, θερμὴ πταιόντων ἐξίλασις.
Χαῖρε, μορφὴ ἱλαρότητος πλήρης·
Χαῖρε, Θεοῦ ἀγαθότητος βλύσις.

Χαίροις, πάτερ Διονύσις.

Σκέπην σε καὶ προστάτην, καὶ θερμὸν προμηθέα, ᾿Ολύμπου οἱ περίοικοι πάντες, πλουτοῦντες προνοίᾳ θεϊκῇ, τῇ ἀντιλήψει σου ἀεὶ προστρέχομεν, ὡς ἂν πάσης στενώσεως, ῥυσθείημεν Πάτερ βοῶντες·

᾿Αλληλούϊα.

Τίμιος ὄντως ὥφθη, ὁ σὸς θάνατος μάκαρ, ἐνώπιον Χριστοῦ τοῦ Σωτῆρος· αὐτὸν γὰρ προϊδὼν ἀληθῶς, τὰ κατὰ σὲ εὐπρεπῶς διηυθέτησας, καὶ πρὸς Χριστὸν ἀνέδραμες, ἐκβοώντῶν τῶν φοιτητῶν σου·

Χαῖρε, συνέστιος ᾿Ασωμάτων·
Χαῖρε, ἀλάβαστρον χαρισμάτων.
Χαῖρε, θεωρὲ τῆς τοῦ Λόγου τερπνότητος·
Χαῖρε, κοινωνὲ τῆς ἀδύτου φαιδρότητος.
Χαῖρε, σύναυλε καὶ σύσκηνε τῶν ὁσίων ᾿Ασκητῶν·
Χαῖρε, σύμψηφε καὶ σύνοικε τῶν ἁγίων λειτουργῶν.
Χαῖρε, ὅτι ἐδέξω ἰαμάτων τὴν χάριν·
Χαῖρε, ὅτι κοιμίζεις παθημάτων τὴν ζάλην.
Χαῖρε, χοροῦ Ὃσίων συνάριθμε·
Χαῖρε, τῶν σῶν προσφύγων ὑπέρμαχε.
Χαῖρε, σεπτοῦ σοὺ Σεμνείου κοσμῆτορ·
Χαῖρε, λαοῦ σου πιστοῦ ἀντιλῆπτορ.

Χαίροις, πάτερ Διονύσιε.

‘Υδὼρ ζῶν ἰαμάτων, ἐνεργείᾳ ἀύλῳ πηγάζει ὡς κρουνὸς συμπαθείας, ἡ Κάρα σου Πάτερ ἡ σεπτή, καὶ παθημάτων καθαίρει τοὺς μώλωπας, τὰς νόσοὺς ἀπελαύνουσα, καὶ ἰωμένη τοὺς βοῶντας·

᾿Αλληλούϊα.

Φὑλαξ σωτηριώδης, καὶ ἔφορος καὶ ἐπόπτης, γενοῦ τῇ θεολέκτῳ σοῦ Μάνδρᾳ, τῶν δὲ τιμώντων σε εὖλαβῶς, τὰ αἰτήματα ἀεὶ πλήρου, Ὅσιε᾽ ἰδοὺ γὰρ τῇ πρεσβείᾳ σου, προστρέχομεν πάντες βοῶντες·

Χαῖρε, ἡ δόξα τῶν μοναζόντων·
Χαῖρε, τὸ κλέος τῶν ᾿Ορθοδόξων.
Χαῖρε, πρεσβευτὰ πρὸς Θεὸν ἡμῶν ἕτοιμε·
Χαῖρε, βραβευτὰ τῶν κρειττόνων καὶ πάροχε.
Χαῖρε, γνώστης καὶ προάγγελος ἐσομένων ἀκριβής
Χαῖρε, δότης θείας χάριτος τῶν αἰτούντων δαψιλής.
Χαῖρε, ὅτι παιδεύεις τὴν πανάσεμνον κόρην·
Χαῖρε. ὅτι προλέγεις τῶν μελλόντων τὴν γνῶσιν.
Χαῖρε, κυλλῶν ταχεῖα ἀνάρρωσις·
Χαῖρε, κυρτῶν ὀξεῖα ἀνόρθωσις.
Χαῖρε, παθῶν ἀκαθάρτων διῶκτα·
Χαῖρε, φρουρὲ τῶν βοώντων καὶ ῥύστα.

Χαίροις, πάτερ Διονύσιε.

Χἄριτος ἐντρυφῶντες. τῶν πολῶν σου θαυμάτων, οἱ σπεύδοντες τῇ σκέπῃ σου Πάτερ, δοξάζομεν τὸν πάντων Θεόν, τὸν διὰ σοῦ ἡμᾶς περιέποντα᾽ ᾧ καὶ προσάγεις ἅπαντας, Διονύσιε, τοὺς βοῶντας·

᾿Αλληλούϊα.

Ψάλλων ἐν τοῖς ὑψίστοις, τῇ ᾿Αγίᾳ Τριάδι, τὸν ὕμνον σὺν Ὁσίοις Πατράσιν. ἐπίνευσον ἡμῖν συμπαθῶς, τὰς οἰκτρὰς φωνὰς ἡμῶν προσδεχόμενος᾽ ἀεὶ γὰρ ἀφορῶμέν σοι, παμμακάριστε ἐκβοῶντες·

Χαῖρε, Τριάδος ὁ παραστάτης·
Χαῖρε, τῶν τέκνων σου ὁ προστάτης.
Χαῖρε, συναυλίας τῆς ὧδε ὁ ἔξαρχος·
Χαῖρε, θυμηδίας τῆς θείας ὁ ἔμπλεως.
Χαῖρε, σθένος καὶ ὑπόδειγμα μοναζόντων εὐλαβῶν·
Χαῖρε, εὖχος καὶ κραταίωμα εὐσεβῶν Χριστιανῶν.
Χαῖρε. τῆς ᾿Εκκλησίας νεοστήρικτος βάσις·
Χαῖρε, τῆς Πιερίας θεοφώτιστος φαῦσις.
Χαῖρε, δι᾽ οὗ παθῶν ἰαθήσομαι·
Χαῖρε, δι᾽ οὗ δεινῶν λυτρωθήσομαι.
Χαῖρε, τρυφὴ τῶν παρόντων μου στίχων·
Χαῖρε, χαρὰ τῶν πιστῶν σου προσφύγων.

Χαίροις, πάτερ Διονύσιε.

Ὠ θεσπέσιε Πάτερ, ἱερέων ἀκρότῆς, καὶ πάντων τῶν Ὁσίων προσθήκη (ἐκ γ). καθάπερ δῶρα χηριακά, τὴν παροῦσαν ὑμνῳδίαν ἡμῶν πρόσδεξαι, καὶ ἐσαεὶ περίεπε, τοὺς συμφώνως Θεῷ βοῶντας·

᾿Αλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἤχος πλ. δ΄ Τῇ ὑπερμάχω.

Ὠς τῶν “Οσίων κοινωνὸν καὶ ἰσοστάσιον, καὶ τοῦ Ὀλύμπου οἶκιστὴν καὶ στῦλον πάμφωτον, ἀνυμνοῦμεν ἐν πίστει σε θεοφόρε. ᾿Αλλ᾽ ὡς χάριτος τῆς θείας ἐνδιαίτημα, νοσημάτων καὶ παθῶν δεινῶν ἀπάλλαξον, τοὺς βοῶντάς σοι· Χαίροις, πάτερ Διονύσιε.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης