Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Eγκώμια εις τον Όσιον Γεώργιον Καρσλίδη τον Ομολογητή Empty Eγκώμια εις τον Όσιον Γεώργιον Καρσλίδη τον Ομολογητή

Την / Το Κυρ Νοε 17, 2019 11:44 am
Eγκώμια εις τον εν Οσίοις Θεοφόρον Πατέρα ημών Γεώργιον Τουπικλήν Καρσλίδη τον Ομολογητήν


Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Eγκώμια εις τον Όσιον Γεώργιον Καρσλίδη τον Ομολογητή Soaa_a10
Ψαλλόμενα Κατά τας Λιτανείας των Αυτού Λειψάνων

Ὁ Κανὼν φέρει τήνδε τὴν ἀκροστιχίδα·
«Χαῖρε, Γεώργιε ὅσιε, νέον Ποντίων.
εὖχος, Δραμινῶν ἀντιλῆπτορ.Χ.»


ΣΤΑΣΙΣ Α΄.
Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μαχκαρίζομέν σε, Ὀρθοδόξων χοροί, ᾿Αναλήψεως Μονῆς τὸν δομήτορα, ὁσιώτατε Γεώργιε, σοφέ.

Μακαρίζομέν σε Πόντου θεῖε βλαστὲ καὶ τῆς Δράμας ἀντιλήῆπτορ, Γεώργιε, ἀσκητῶν νεολαμπῶν ὑπογραμμέ.

Καὶ τὰ ἑπόμενα φέροντα ᾿Αχροστιχίδα"
«Χαῖρε,Γεώργιε Ὅσιε»


Χαῖρε, Μάνδρας κτίτορ ἱερὲ καὶ σεπτέ, ᾿Αναλήφεως ἐν Δράμᾳ, Γεώργιε. νέον εὖχος θεοφόρων ἀσχητῶν.

᾿Αντιλῆπτορ θεῖε Δραμινῶν εὐσεβῶν, μὴ ἑλλίπῃς ἐποπτεύων ἀείποτε τοὺς τιμῶντάς σε. Γεώργιε σεπτέ.

Ἰερέων γέρας νεαυγῶν καὶ φωστὴρ εὐσεβείας ἀνεδείχθης νεόφωτος, φίλε γνήσιε. Γεώργιε. Χριστοῦ.

Ῥαντισμῷ εὐχῶν σου ἁγιάζεις ἡμᾶς τοὺς ὑμνοῦντάς σε ἐχθύμως. Γεώργιε, καὶ λειψάνων προσχυνοῦντάς σου σορόν.

Ἐκ νεότητός σου ἐπεθύμεις Χριστῷ ἑαυτὸν ἀφιερῶσαι. Γεώργιε, ὁ λαβῶν καὶ στέφος ὁμολογητῶν.


Γεωργὸς ἐδείχθης τῆς ἀρούρης ψυχῶν Δραμινῶν πιστῶν, Γεώργιε, ἄριστος ὁ ἀόκνως σπείρων σπόρον τοῦ Χριστοῦ.

Ἔκ Ποντίων χώρας ῥόδον, μάκαρ, φυὲν ἄρτι, ηὔφρανας,. Γεώργιε πάνσοφε, ἀρεταῖς σου εὐσεβούντων τοὺς χορούς.

Ὥς χρηστοηθείας, ἀσιγήτου εὐχῆς καὶ συνέσεως ταμεῖον, Γεώργιε, σὲ ὑμνοῦμεν αἱ χορεῖαι Δραμινῶν.

Ῥείθροις σῶν ἱδρώτων καὶ δαχρύων στολὴν τῆς ψυχῆς σου κατεκάλλυνας, Ὅσιε, θείου Πνεύματος. Γεώργιε. ἀκτίς.

Γῆθεν σοὺς ἱκέτας πρὸς νομὰς οὐρανῶν, ἱκεσίαις σου, Γεώργιε, ἴθυνον, προσκυνοῦντάς σου λειψάνων τὴν σορόν.

Ἰον μυροβόλον ἀρετῆς ἀκραιφνοῦς, εὐωδίασας ὀδμαῖς σου. Γεώργιε, Ὀρθοδόξων Μακεδόνων τὴν πληθύν.

᾿Ἐφορῶν μὴ παύσῃ οὐρανόθεν ἡμᾶς τοὺς προφέροντας, Γεώργιε, κλῆσίν σου εὐλαβῶς τὴν παναγίαν καὶ σεπτήν.

Ὃ τοῦ Πόντου γόνος καὶ βλαστὸς εὐθαλής, ὦ Γεώργιε. τῆς ᾿Αργυρουπόλεως, ἰαμάτων χάριν εἴληφας πολλήν.

Σοῦ λειψάνων θήκην προσχυνοῦντες πιστῶς τὴν ἐχβλύζουσαν πιστοῖς τὰ ἰάματα ἀνυμνοῦμέν σε. Γεώργιε, λαμπρῶς.

Δόξα. Τριαδικόν.
Ἴδε οὐρανόθεν, Παναγία Τριάς, τοὺς δοξάζοντας Σὸν κράτος καὶ χάριν Σου πέμψον πᾶσι Γεωργίου ταῖς λιταῖς.

Καὶ νῦν. Θεοτοκίον.
Εἰὐσπλαγχνίας βάθρον, συμπαθείας κρηπὶς καὶ ἀγάπης, Θεοτόκε, θεμέλιον, οὐρανόθεν ἐπιστήριζε ἡμᾶς.

καὶ αὖθις τὸν πρῶτον.
Μακαρίζομέν σε, Ὀρθοδόξων χοροί, ᾿Αναλήψεως Μονῆς τὸν δομήτορα, ὁσιώτατε Γεώργιε, σοφέ.



ΣΤΑΣΙΣ Β΄.
Ἦχος πλ. α΄. Ἄξιον ἐστι.


Ἄξιόν ἐστι μακαρίζειν σε, τὸ νέον εὖχος Πόντου καὶ περίδοξον καύχημα Δράμας, Ὅσιε Γεώργιε, σοφέ.

Ἄξιόν ἐστι μακαρίζειν σε, τοῦ Παρακλήτου πρόβολον, Γεώργιε Ὅσιε, ᾿Αναλήψεως δομήτορα Μονῆς.

Καὶ τὰ ἑπόμενα φέροντα ᾿Ακροστιχίδα·
«Νέον Ποντίων εὖχος».


Νέε ἀσχητά. κατευθῦντορ ἁπλανὲς πρὸς πόλον Δραμινῶν σπευδόντων σῇ χάριτι, χαῖρε. Ὅσιε Γεώργιε. σεπτέ.

Ἔκτυπον λαμπρὸν θείας πίστεως, ὁμολογίας τῆς Χριστοῦ, Γεώργιε, κλήσεως καὶ ἀσχήσεως ἐδείχθης ἀχραιφνοῦς.

Ὅσιε Χριστοῦ, φίλε γνήσιε καὶ ποδηγέτα εὐσεβῶν, Γεώργιε, ἴθυνον τοὺς τιμῶντας σε πρὸς δόμους οὐρανῶν.

Νύκτα τῶν παθῶν τῷ φωτὶ ἀπήλασας εὐχῶν σου καὶ σκληραγωγίας, Γεώργιε, τῆς σαρκός σου, φωτοφόρε ἀσκητά.

Πόντου εὐθαλὲς καὶ νεόφυτον εὐῶδες ῥόδον, ἐν ἐσχάτοις χρόνοις, Γεώργιε, Μακεδόνων εὐωδίασας τὴν γῆν.

Ὄλβε τιμαλφὲς ᾿Αναλήψεως Μονῆς ἐν Δράμᾳ. τοὺς ἀσπαζομένους, Γεώργιε, Καθαγίαζε, λειψάνων σου σορόν.

Νέκρωσον ἡμῶν τὰ χαμαίζηλα σαρκίου πάθη, ὁ αὐτὰ νεκρώσας συντόνοις σου ἀγωνίσμασι, Γεώργιε σεπτέ.

Τεῖχος ἀῤῥαγὲς ἀγαθότητος, ὀρθοπραξίας καὶ ἀλκίμου ὥφθης φρονήματος, θείου Πνεύματος, Γεώργιε, πυξίς.

Ἵλεων ἡμῖν τοῖς τιμῶσί σε ἀξιοχρέως τὸν Χριστὸν ἀπέργασαι, Ὅσιε, Δραμινῶν τῆς Ἐκκλησίας θησαυρέ.

Ὥφθης νεαυγὲς Πόντου αὔγασμα καὶ μυροβόλον τῆς ᾿Αργυρουπόλεως βλάστημα, παναοίδιμε Γεώργιε. σοφέ.

Νάρδον τὸ ἡδὺ ἐγρηγόρσεως καὶ ἀπαθείας πεφηνώς, Γεώργιε, ἥδυνας εὐωδίᾳ σου χορείας εὐσεβῶν.

᾿Ἔπηξας Μονὴν ᾿Αναλήψεως Χριστοῦ ἐν Δράμᾳ, ἥνπερ ἐργαστήριον ἔδειξας, ὦ Γεώργιε, εὐχῆς καρδιακῆς.

Ὕμνοις καὶ ᾧδαῖς καταστέφοντες σὴν θείαν μνήμην σῶν λειψάνων θήχην, Γεώργιε, προσχυνοῦμεν. Δράμας θεῖε ἰατήρ.

Χαῖρε, ἀσκητὰ νέε, πίστεως καὶ εὐλαβείας σκήνωμα. Γεώργιε, κράζοντες ἐκδεχόμεθα ἐνθέρμους σου λιτάς.

Δόξα. Τριαδικόν.
Οἱ τῶν εὐσεβῶν Σὲ δοξάζουσι χοροὶ ἀσμένως. σὺν Πατρὶ καὶ Λόγῳ Παράκλητε, ὁμοούσιε καὶ σύνθρονε Τριάς.

Καὶ νῦν. Θεοτοκίον.
Συκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ σου, Θεογεννῆτορ, ἀρωγῆς θερμῆς καὶ προνοίας σου ὡς ἡ ὄρνις τὰ νοσσία ἑαυτῆς.

Καὶ αὖθις τὸ πρῶτον.
Ἄξιόν ἐστι μακαρίζειν σε, τὸ νέον εὖχος Πόντου καὶ περίδοξον καύχημα Δράμας, Ὅσιε Γεώργιε, σοφέ.


ΣΤΑΣΙΣ Γ΄.
Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.


Αι γενεαὶ πᾶσαι, Γεώργιε θεόφρον, τιμῶμέν σε ἐκθύμως.

Αι γενεαί σε πᾶσαι, Γεώργιε, τιμῶμεν, Ὁσίων νέον γέρας.

Καὶ τὰ ἑπόμενα φέρονται ἀχροστιχίδα"
«Δραμινῶν ἀντιλἥπτορ. Χ.»


Διήνυσας τὸν δρόμον τοῦ σοῦ παρόντος βίου, Γεώργιε ὁσίως.

Ῥαανίσι σου ἱδρώτων κατήρδευσας τὴν χθόνα, Γεώργιε τῆς Δράμας.

᾿Ασκήσει σοὺ συντόνῳ προσεΐλχυσας τὴν χάριν, Γεώργιε, τὴν θείαν.

Μὴ παύσῃ ἐποπτεύων, Γεώργιε, τοὺς πίστει σὲ ἀνυμνολογοῦντας.

Ἱκέτευε τὸν Κτίστην ὑπὲρ τῶν εὐφημούντων, Γεώργιε, σοὺς πόνους.

Νικῆσαι τὸν Βελίαρ, ἀξίωσον ἱκέτας, Γεώργιε. θερμούς σου.

Ὠσ ἴον σε τοῦ Πόντου νεόφυτον τιμῶμεν, Γεώργιε. προθύμως.

Ναοὺς χρηστοηθέίας, Γεώργιε. λιταῖς σου τοὺς σοὺς ἱκέτας δεῖξον.

᾿Αστείρευτος χειμάῤῥους, Γεώργιε. ἐδείχθη τῶν σῶν λειψάνων θήκη.

Νῦν δραμινῶν χορεῖαι, Γεώργιε, ὑμνοῦσι θαυμάτων σου τὸ πλῆθος.

Ταμεῖον ἰαμάτων, Γεώργιε, ὑπάρχεις καὶ ξένων παραδόξων.

Ἰάσεις ἀναβλύζει παντοδαπὰς ἣ θήκη πανσέπτων σου λειψάνων.

Λαμπὰς ὁμολογίας φωτόλαμπρος Κυρίου, Γεώργιε. ὑπάρχεις.

Ἡμεῖς ἐπιτελοῦντες, Γεώργιε, σὴν μνήμην πληρούμεθα χαρίτων.

Ποντίων νέον εὖχος, Γεώργιε, μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύων.

Τιν χάριν σου τὴν θείαν, Γεώργιε, ζητοῦμεν οἱ μακαρίζοντές σε.

Ὀφθεὶς τοῦ Παρακλήτου δοχεῖον, πᾶσι πέμψον. Γεώργιε, σὴν χάριν.

Δόξα. Τριαδικόν.
Ῥοάς μου τῶν δακρύων μὴ ἀποποιήσῃς, Τριὰς ὑπεραγία.

Καὶ νῦν. Θεοτοκίον.
Χαρᾶς ἡμῶν τὸν βίον  ἔμπλησον, Παρθένε, σεμνὴ Θεογεννῆτορ.

Καὶ αὖθις τὸ πρῶτον.
Αι γενεαὶ πᾶσαι, Γεώργιε θεόφρον, τιμῶμέν σε ἐκθύμως.

Δίστιχον.
Γεώργιον ἐγκωμίοις κατέστεψε
Παύλου ἐνθέρμῳ προτροπῇ Χαραλάμπης.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης