Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Θωμά Empty Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Θωμά

Την / Το Τρι Νοε 19, 2019 12:35 pm
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Θωμά


Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Θωμά 06_oya10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς τοῦ Κυρίου Ἀναστάσεως κήρυξ, Θωμᾶ Ἀπόστολε, Χριστοῦ μυστολέκτα, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης, καὶ πταισμάτων ἄφεσιν, ταῖς ψυχαῖς ἡμῶν αἴτει, τῷ ὑπὸ σοῦ ψηλαφηθέντι Ἰησοῦ, ὅπως καθάρῃ ἡμῶν τὴν διάνοιαν.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ἀρχόμεθα τοῦ κανόνος˙

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ, Θωμᾶ θεηγόρε, τοὺς τιμῶντάς σε εὐλαβῶς, πάντας διαφύλαξον λιταῖς σου, ταῖς πρὸς τὸν Πλάστην Χριστὸν καὶ Δεσπότην σου.

Σοῦ ἡ Εἰκόνα Θωμᾶ πιστοῖς, βρύει τὰς ἰάσεις προσιοῦσι ταύτῃ σοφέ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστε.

Τοὺς ἐν τῷ ναῷ σου Θωμᾶ πιστοῖς, ἐνθέῳ τε ζήλῳ καὶ εὐλαβείᾳ ἱκετικῶς, προσπίπτοντας σὴν χάριν ἐξαιτούντας, πάσης ἀνάγκης αὐτοὺς ἐλευθέρωσον.

Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν σὸν Υἱὸν, σὺν τῷ Ἀποστόλῳ νεκρωθεῖσαν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐμενῆ σε προστάτην, πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα μάκαρ Θωμᾶ Ἀπόστολε, καθικετεύοντες πειρατηρίων παντοίων λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.

Ἔχοντές σου τὴν Κάραν, οἱ τῇ Μονῇ ἔνδοξε, τοῦ Ἐπιστηθίου οἰκοῦντες Θωμᾶ πανεύφημε, θησαυρὸν πανάριστον καὶ περιβόητον κλέος, σοῦ πιστῶς δεόμενοι, ὑπὲρ τῶν τιμώντων σε.

Ἡ σὴ θεία θεόφρων, ψυχὴ Θωμᾶ μέγιστε, ἐν τῇ τῶν Ἀγγέλων σκηνώσει, φαιδρῶς ἀγάλλεται, ἡ δὲ αἰδέσιμος καὶ ἱερά Κεφαλή σου, ἐπὶ γῆς τὰ θαύματα βρύει Ἀπόστολε.

Θεοτοκίον.
Παναγία Παρθένε, τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων, τοὺς σοὶ προστρέχοντας, καὶ ἀνυμνούντας σε, Θεοκυῆτορ Παρθένε, τῶν πιστῶν βοήθεια μόνη Πανύμνητε.


Διάσωσον, Θωμᾶ πρεσβείαις τοῦ θείου σου Ἀποστόλου, ἐπηρείας τοῦ χαλεποῦ κοσμοκράτορος, τοὺς ἐν σοὶ προσπίπτοντας, Πανοικτίρμον.

Ἄχραντε, ἡ διὰ λόγον τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Προστάτης θερμός, καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε, Ἀπόστολε Θωμᾶ, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.


ᾨδὴ δ.΄ Εἰσακήκοα Κύριε.
Ἀποστόλων ὡς μέγιστος, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.

Ἀσθενούντων Θωμᾶ θεράπευσον καὶ κακοχουμένους συντήρισον Ἅγιε, καὶ παθῶν ξήρανον βόρβορον, ὡς θαυμάτων κρήνη ἀνεξάντλητος.

Σοῦ ἡ Εἰκὼν θαυμάσιε, βρύει τὰς ἱάσεις Θωμᾶ Ἀπόστολε, τοῖς πιστῶς ταύτῃ προστρέχουσι, καὶ ἀσπαζόμενους Ἱερώτατε.

Θεοτοκίον.
Ταῖς τῆς Μητρός Σου δεήσεσι, καὶ τοῦ Ἀποστόλου Σου Κύριέ μου δώρησαι, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων καὶ πταισμάτων πολλῶν, ὡς τοῦ Κυρίου Μαθητὴς μέγιστος, τοὺς καθ’ ἑκάστην τιμῶντάς σε παναοίδιμε.

Οἱ ἐν πειρασμοῖς καὶ πολλαῖς κυκλούμενοι ταῖς παριστάσεσι, πρὸς τὸν Δεσπότην σου μεσίτην ἔχοντες, σοὶ θεηγόρε καταφεύγομεν Ἀπόστολε.

Ῥῶσιν ψυχικὴν καὶ σωμάτων δὸς τὴν ἴασιν, ἐνεργείᾳ τῆς ἐνθέου δωρεᾶς, τοῖς προστρέχουσι τῇ σκέπει σου, Ἀπόστολε.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.


ᾨδὴ ς΄. Τὴν δέησιν.
Ὡς ἥλιος, νοερῶς ἀστράπτουσα, ἡ ἁγία σου Εἰκὼν καθορᾶται, καὶ τοῖς πιστῶς προσπελάζουσι ταύτῃ Θωμᾶ θεόφρον, δωρεῖται ἰάματα, Ἀπόστολε θεῖε Χριστοῦ, οἰκουμένης προστάτα θερμότατε.

Τοῖς ἴχνεσι τοῦ Κυρίου πάνσοφε, ἠκολούθησας Θωμᾶ σὺ προθύμως, καὶ μιμητὴς τῶν αὐτοῦ παθημάτων, γέγονας ὄντως διὸ σὲ ἐδόξασεν, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὡς Αὐτοῦ Μαθητὴν γνησιώτατον.

Τὴν δέησιν, μὴ ἐλλείπης ἔνδοξε, τῷ Δεσπότῃ σου προσάγων ἀπαύστως, ὑπὲρ ἡμῶν ὦ Θωμᾶ ἱκετεύων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα σου, καὶ αἰτουμένων παρὰ σοῦ, ῥῶσιν καὶ χάριν καὶ ἔλεος.

Θεοτοκίον.
Ἐπέβλεψεν, ἐπὶ σοὶ ὁ Κύριος, τὴν ἐμὴν ἂνακαινίζων οὐσίαν, ὡς δυνατὸς μεγαλεῖα ποιήσας, Θεογεννήτορ ὡς ἔφη Πανάμωμε, καὶ ἔσωσὲ με διὰ σοῦ, ἐκ φθορᾶς ὁ Θεός μου ὡς εὔσπλαχνος.


Διάσωσον, Θωμᾶ πρεσβείαις τοῦ θείου σου Ἀποστόλου, ἐπηρείας τοῦ χαλεποῦ κοσμοκράτορος, τοὺς ἐν σοὶ προσπίπτοντας, Πανοικτίρμον.

Ἄχραντε, ἡ διὰ λόγον τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὁ τῆς θείας χάριτος πεπληρωμένος, τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, ἐν μετανοίᾳ ἐκραύγαζε˙ Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ: Ἐπαίνει, Ἱερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Εὐαγγέλιον.Ἐκ τοῦ κατὰ Ἰωάννην  (Κεφ. ιδ΄ 1-7)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγώ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.

Δόξα
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μύστης θεοδίδακτος, καὶ διαπρύσιος κῆρυξ, τῆς ἐκ νεκρῶν ἐγέρσεως, τοῦ Χριστοῦ Ἀπόστολε ἀναδέδειξαι˙ πρὸς Αὐτὸν ἔχων οὖν, πολλὴν παρρησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ βιοῦν ἡμᾶς ἀξίωσον Θωμᾶ, ὡς ἄν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως Θωμᾶ πανένδοξε, καὶ τούτοις συγχορεύων, ἐκλύτρωσαι κινδύνων, σὺν αὐτοῖς τοὺς κραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ἀπιστήσας θεόφρων, τῇ Χριστοῦ Ἀναστάσει, Θωμᾶ πανεύφημε, καὶ τὴν πλευρὰν τὴν τούτου, τὰς τρήσεις τε τῶν ἥλων ψηλαφήσας ἐκραύγαζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τοῖς πιστῶς προσιοῦσι, τῇ Ἱερᾷ Εἰκόνι σου, Θωμᾶ παμμέγιστε, παρέχεις τὰς ἰάσεις, καὶ ῥύεσαι κινδύνων, πολλῶν ἐπερχομένων ἵνα πόθῳ κραυγάζωσιν˙ ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Δαπανήσας ἀσώτως, τῆς ζωῆς μου Παρθένε, ἐν ἀμελείᾳ πολλῇ, τὸν χρόνον καὶ βοῶ σοι, διέγειρόν με σῶσον, τῷ υἱῷ σου κραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ τὰς τῶν ψυχῶν ἀρρωστίας, καὶ σωμάτων θεραπεύεις παμμάκαρ, ὅθεν σὲ ὑμνοῦμεν Ἀπόστολε Κυρίου.

Ὡς παρρησίαν σὺ κεκτημένος θεόφρων, πρὸς Χριστὸν αὐτὸν Θωμᾶ δυσώπει, ἵνα λυτρωθῶμεν κινδύνων καὶ βασάνων.

Ἡ σὴ Εἰκόνα, ἱερὰ καὶ σεβάσμιος οὖσα, τοῖς πιστοῖς παρέχει τὰς ἱάσεις, ὅθεν σὲ τιμῶμεν Θωμᾶ εἰς τοὺς αἰώνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰώνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Θωμᾶ θεηγόρε, καταπεμφθῆναι δυσώπει Πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σὲ μακαρίζουσι.

Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρων, τοὺς μετὰ πόθου τιμῶντάς σε ἔνδοξε, καὶ εὐλαβῶς ἐξαιτούντας τῇ μεσιτείᾳ σου.

Ἴσχυνας θεηγόρε, νοητῶν πολέμων καὶ τοῖς Ἰνδοῖς τὸν Κύριον ἔδειξας, Αὐτῷ πρεσβεύης ὑπὲρ τῶν τιμώντων σε.

Θεοτοκίον.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὸν Χριστοῦ αὐτόπτην καὶ Μαθητήν, θεῖον ὑπηρέτην, ψηλαφήσαντα τὴν πλευράν, τὰς τρήσεις τῶν ἥλων καὶ πίστει στηριχθέντα, Θωμᾶν τὸν θεηγόρον, ὕμνοις τιμήσωμεν.

Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Θωμᾶν θεηγόρον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ὁμολογοῦντες, Χριστοῦ τοῦ Ἀναστάντος, πίστιν σωτήριον.

Πάντας τοὺς τιμῶντάς σε εὐλαβῶς, σῇ χάριτι σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, Θωμᾶ Χριστοῦ αὐτόπτα, ὡς ἔχων παρρησίαν, πρὸς τὸν Διδάσκαλον.

Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ τῆς Ποίμνης ταύτης, ἡ θεσπέσιος χαρμονή, καὶ πάντων τῶν νοσούντων, ὁ Ἰατρὸς ὁ μέγας, Θωμᾶ Κυρίου μύστα, σκέπε τοὺς δούλους σου.

Τὸν ναόν σου τοῦτον τὸν ἱερόν, φύλαττε, παμμάκαρ, ἐκ σκανδάλων τοῦ πονηροῦ, χάριζε δὲ ῥῶσιν ἅμα τε καὶ ὑγείαν, τοῖς ἐν αὐτῷ καταφεύγουσι.

Δέχου τὰς πρεσβείας, Παμβασιλεῦ, Θωμᾶ Ἀποστόλου, σὺν Βαρβάρα καὶ Ἠλιοῦ˙ καὶ τὴν Ποίμνην ταύτην, ἀπήμονα συντήρει, δεινῶν πειρατηρίων, ὅπως δοξάζῃ σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ήχος α’. Τῆς ἐρήμου
Αὐγασθείς τῆν καρδίαν, ταῖς ἀκτίσι τῆς χάριτος, τοῦ Χριστοῦ ὀπίσω θεόφρον, ἀκλινῶς ἠκολοῦθησας˙ καὶ χρίσματι τοῦ Πνεύματος χρἰσθεῖς, ποιμήν τῆς ἐκκλησίας θαυμαστῶς, τῶν αἰρέσεων κατήσχυνας τῆν ὀφρύν, τῶν λόγων σου τῆ σοφία. Δόξα τῶ σε σοφίσαντι Χριστῶ, δόξα τῶ σε θαὐμαστῶσαντι, δόξα τῶ σε δοξάσαντι λαμπρῶς, σοφέ Ἐπιφάνιε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἤχος β’. Ότε ἐκ τοῦ ξύλου.

Ἔχων παρρησίαν πρὸς Θεόν, πάντων τῶν πιστῶς προσκυνούντων τὴν ἱερὰν Εἰκόνα σου, μέγιστε Ἀπόστολε θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάτων, πάσης περιστάσεως δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, σὲ Θωμᾶ πιστῶς γεραίρωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης