Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Εγκώμια εις τον Άγιο Ιερομάρτυρα Γεώργιο ο Νεαπολίτης Empty Εγκώμια εις τον Άγιο Ιερομάρτυρα Γεώργιο ο Νεαπολίτης

Την / Το Τετ Νοε 20, 2019 10:12 am
Εγκώμια εις τον Άγιο Νέο Ιερομάρτυρα Γεώργιο ο Νεαπολίτης

Εγκώμια εις τον Άγιο Ιερομάρτυρα Γεώργιο ο Νεαπολίτης Suaa_a10

ΣΤΑΣΙΣ Α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, ἱερέων τερπνῶν, καὶ Μαρτύρων καλλονὴ ὦ Γεώργιε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς.

Μακαρίζομέν σε, Ἐκκλησίας Χριστοῦ, τὸν φωστῆρα τὸν νεόλεκτον Ὅσιε, καὶ νεόσδοτον θησαύρισμα πιστῶν.

Παῤῥησίαν ἔχων, πρὸς Θεὸν ἀληθῶς, μὴ ἐλλείπῃς ἱκετεύειν Γεώργιε, λυτρωθῆναι συμφορῶν τῶν νῦν ἡμᾶς.

Εἰ καὶ τάφῳ μάκαρ, κατετέθη το σόν, ἀκραιφνέστατον καὶ ἅγιον σῶμά σου, ἀλλὰ ζῇ καὶ τὰς ἰάσεις χορηγεῖ.

Πολιτείας ὤφθης, ἰσαγγέλου φωστήρ, ἀπαθείας τὴν στολὴν ἐνδυσάμενος, ὡς γὰρ ἄσαρκος ἐβίωσας ἐν γῇ.

Σὺν Ἀγγέλοις μάκαρ, νῦν αὐλίζεις σαφῶς, καὶ Ὁσίων καὶ Μαρτύρων τοῖς τάγμασι, ὡς ἐκεῖνοι γὰρ ἐβίωσας ἐν γῇ.

Τῆς ψυχῆς κοσμήσας, τὴν λαμπάδα φαιδρῶς, ταῖς ἐνθέοις ἀρεταῖς κατηξίωσας, τοῦ Νυμφίου τῆς χαρᾶς ἀπολαβεῖν.

Γεωργίου δέχου, τὰς λιτὰς ὁ Θεός, καὶ ἐλέησον τὸν κόσμον σου ἅπαντα, τὴν εἰρήνην παρεχόμενος πιστοῖς.

Οἱ Νεαπολίται, σὲ προστάτην θερμόν, προβαλλόμεθα πρὸς Κύριον Ὅσιε, ῥῦσαι ἅπαντας κινδύνων σαῖς λιταῖς.

Εὐφροσύνης πάσης, ἔμπλησον τοὺς πιστῶς, προσιόντας τῇ σορῷ σου Γεώργιε, καὶ τιμῶντας σοῦ τὴν ἔνδοξον σφαγήν.

Δόξα. Τριαδικόν.
Δόξα Σοι Θεέ μου, Παναγία Τριάς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Πνεύματι, σῶζε πάντας τοὺς ἐλπίζοντας εἰς Σέ.

Καὶ νῦν. Θεοτοκίον.

Μεγαλύνομέν Σε, τὴν Μητέρα Θεοῦ, Σὺ ἡμᾶς Παρθένε ἀξίωσον, Βασιλείας οὐρανῶν ἐπιτυχεῖν.

Καὶ πάλιν τὸ πρῶτον
Μακαρίζομέν σε, ἱερέων τερπνῶν, καὶ Μαρτύρων καλλονὴ ὦ Γεώργιε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς.


ΣΤΑΣΙΣ Β΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, τὸν φωστῆρ σὲ τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν ὦ Γεώργιε σεπτῶς.

Δέχου τὰς λιτάς, ὦ Γεώργιε τῶν σὲ τιμώντων, καὶ Θεὸν παμμάκαρ ἱκέτευσον, ὑπὲρ πάντων τῶν τιμώντων σε πιστῶν.

Ἔφησε ποτέ, θείῳ Πνεύματι ὁ προφητάναξ, δίκαιος ὡς φοῖνιξ ἀνθήσεται, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ γὰρ φυτευθείς.

Ξύλῳ φυτευθέν, τῶν ὑδάτων ἐν ταῖς διεξόδοις, σὺ ἐδείχθης μάκαρ Γεώργιε, καὶ ἐβλάστησας καρποὺς ἀειθαλεῖς.

Ζῶσι τῷ Χριστῷ, ὄντως δίκαιοι εἰς τὸν αἰῶνα, ζῆς καὶ σὺ θεόφρον Γεώργιε, αὐλιζόμενος δικαίων τοῖς χοροῖς.

Μακάριος ἀνήρ, ὁ Γεώργιος ὃς οὐκ ἀπῆλθεν, ἐν βουλῇ ἀνόμων ὡς γέγραπται· ὅθεν εἴληφεν τὰ γέρα ἐκ Θεοῦ.

Γέρα ἐκ Θεοῦ, ὄντως εἴληφας Ὅσιε Πάτερ, πάντων θεραπεύειν νοσήματα, τῶν τιμώντων σου τὴν ἔνδοξον σφαγήν.

Ἄλλον ἐκτὸς σοῦ, οὐ δυνάμεθα εὑρεῖν προστάτην, καὶ πρὸς τὸν Θεὸν μεσίτην θερμότατον, ἵνα φύγωμεν ἐνέδρας τοῦ ἐχθροῦ.

Ζάλη πειρασμῶν, ἀπειλεῖ ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἐλευθερωτὴν δὲ ἄλλον οὐκ οἴδαμεν, εἰμὴ τὴν δεξιάν σου τὴν κραταιάν.

Δεῦτε οἱ πιστοί, εὐφημήσωμεν ᾄσμασι θείοις, μνήμην Γεωργίου τοῦ Μάρτυρος, ἵνα σχῶμεν ἄφεσιν παρὰ Θεοῦ.

Δόξα. Τριαδικόν.
Ἄναρχε Τριάς, ὁμοούσιε Μονὰς Ἁγία, οὐρανίου πάντας ἀξίωσον, Βασιλείας Γεωργίου ταῖς λιταῖς.

Καὶ νῦν. Θεοτοκίον.
Πάντες οἱ πιστοί, μακαρίσωμεν τὴν Θεοτόκον, ἡ τῶν πάντων Κτίστην κυήσασα, καὶ λυτρώσασα τῆς πλάνης τοὺς βροτούς.

Καὶ πάλιν τὸ πρῶτον
Ἄξιόν ἐστι, τὸν φωστῆρ σὲ τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν ὦ Γεώργιε σεπτῶς.


ΣΤΑΣΙΣ Γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Γεώργιε θεόφρον.

Γεώργιε θεόφρον, ἱλέωσαι τὸν Κτίστην, ὑπὲρ τῶν σὲ τιμώντων.

Ὑπὲρ τῶν σὲ ὑμνούντων, Γεώργιε μὴ παύσῃ, πρὸς Κύριον πρεσβεύειν.

Περίσωζε τοὺς πίστει, καὶ πόθῳ σὲ ὑμνοῦντας, Γεώργιε τρισμάκαρ.

Γεώργιε τρισμάκαρ, προσδέχου ἱκεσίας, τῶν σὲ ἀνευφημούντων.

Ῥάνομεν τὸ σῶμα, Ὁσίου Γεωργίου, μύρα μετ’ ἐγκωμίων (γ΄).

Τὴν στενὴν τρισμάκαρ, ὁδὸν καὶ τεθλιμμένην, διόδευσας Κυρίου.

Γεώργιε λιταῖς σου, δώρησαι σοῖς δούλοις, πλημμελημάτων λύσιν.

Ἡμᾶς τοὺς σοὺς ἱκέτας, συντήρησον ἀτρώτους, βελῶν τῶν τοῦ βελίαρ.

Σπεῦσον ἡμᾶς καὶ σῶσαι, Γεώργιε σοὺς δούλους, ἀνάγκης ἐνεστώσης.

Ὅλη προθυμία, προστρέχομεν σορῷ σου, κακῶν αἰτοῦντες λύσιν.

Οὐδεὶς ἰσχύει σῶσαι, τῆς νῦν ἡμᾶς ἀνάγκης, ἐὰν μὴ σὺ προφθάσῃς.

Δέχου ὦ Θεέ μου, Γεώργιε Σὸν δοῦλον, ὑπὲρ λαοῦ Σου πρέσβυν.

Δόξα. Τριαδικόν.
Τριὰς ὑπεραγία, εἰρήνευσον τὸν κόσμον, λιταῖς τοῦ Γεωργίου.

Καὶ νῦν. Θεοτοκίον.
Εἰρήνην Ἐκκλησίᾳ, τῷ κόσμῳ σωτηρίαν, δώρησαι Θεοτόκε.

Καὶ πάλιν τὸ πρῶτον
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Γεώργιε θεόφρον.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης