Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την υπό Επτά Σπαθών Απαλύναι σκληράς καρδίας Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την υπό Επτά Σπαθών Απαλύναι σκληράς καρδίας

Την / Το Πεμ Νοε 21, 2019 10:52 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την υπό Επτά Σπαθών Τιτρωσκομένην την καρδία χάριν έχουσαν Απαλύναι σκληράς καρδίας

Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την υπό Επτά Σπαθών Απαλύναι σκληράς καρδίας Aaaaa_11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν ἁπαλύνουσαν πιστῶν τὰς καρδίας κεχερσωμένας καὶ σκληρὰς καὶ ἀνίκμους ἐξ ἁμαρτίας μέλψωμεν, Παρθένον ἁγνήν, ἧς ἑπτὰ τιτρώσκουσι σπάθαι θείαν καρδίαν καὶ αὐτῆς προσπέσωμεν τῇ εἰκόνι βοῶντες· Θεογεννῆτορ, λύτρωσαι δεινῶν, ἀτυχημάτων καὶ θλίψεων δούλους σου.

Δόξα.  Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
Ἁπάλυνον, Μῆτερ, ἡμῶν σκληρὰς καρδίας. Χ.

Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.

Ἁπάλυνον, Μῆτερ, ἡμῶν σκληρὰς καρδίας εὐχαῖς σου, Θεοτόκε, σπάθαι ἑπτὰ καρδίαν ἡμῶν ἀγνοημάτων ἧς καὶ δεινῆς συνηθείας τιτρώσκουσι.

Προβλήματα λῦσον, Μῆτερ Θεοῦ, ἐγγάμων καὶ πλάνης  ἀποδίωξον τὴν ἀχλὺν ἐκ πάντων μορφὴν τιτρωσκομένην ὑπὸ σπαθῶν νῦν ἑπτὰ προσκυνούντων σου.

Ἀντίληψις δούλων σου κραταιὰ ὑπάρχουσα, Μῆτερ, ἐπευλόγει προσκυνητὰς  μορφῆς σου καρδίαν τετρωμένης ὑπὸ σπαθῶν νῦν ἑπτά, παντευλόγητε.

Λαμπὰς προστασίας Χριστιανῶν, διάλυσον  ζόφον βασκανίας, ἀδικιῶν καὶ νόσων ἡμῶν ἀσπαζομένων τὴν σὴν εἰκόνα ἑπτὰ σπάθας φέρουσαν.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερεύχου σῶν δούλων, Μῆτερ Θεοῦ, ἄχραντε, κατασπαζομένων εἰκόνα σὴν πανσεβάσμιον, ἐν ᾗ καρδία ἡ σὴ ὑπὸ σπαθῶν τετρωμένη νῦν ἑπτά, Παντάνασσα, δείκνυται, πάναγνε.

Νικητὰς σοὺς οἰκέτας κατὰ παθῶν, Δέσποινα, δεῖξον τοὺς πιστῶς προσκυνοῦντας θείαν εἰκόνα σου, ὑπὸ σπαθῶν τὴν ἑπτὰ
τιτρωσκομένην καρδίαν, ἐξ’ ἡμῶν, Μητρόθεε, φεῦ, ἀμπλακήματος.

Οἱ πιστοί, Θεοτόκε, τὴν σὴν μορφήν, ἄχραντε, ὑπ’ ἑπτὰ σπαθῶν τετρωμένην κατασπαζόμενοι σοὶ ἐκβοῶμεν τρανῶς· Τοῦ πονηροῦ ἐπηρείας καὶ δεινῶν διάσωσον τοὺς εὐφημοῦντάς σε.


Νέκρωσόν μου τὰ πάθη τὰ ζοφερά, Δέσποινα, τοῦ ἀσπαζομένου μορφήν σου, τὴν ἁπαλύνουσαν σκληρὰς καρδίας πιστῶν
ἐκ βλαβερᾶς συνηθείας, ψυχικοῦ νοσήματος καὶ ἀτυχήματος.


Ἁπάλυνον σκληρὰς καρδίας, Παρθένε, τῶν ὑμνητῶν σου προσκυνούντων πανευλαβῶς μορφήν σου τὴν πάνσεπτον σπαθῶν ὑπ’ ἑπτὰ τὴν τιτρωσκομένην.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Καρδίας σκληράς, ἁγνή, ἡ ἁπαλύνουσα τῶν σῶν οἰκετῶν, μὴ παύσῃ ἐποπτεύουσα τοὺς σοὶ καταφεύγοντας, Θεοτόκε, καρδίαν ἡ ἔχουσα ὑπὸ παθῶν ἑπτὰ ἡμῶν παθῶν δεινῶς τετρωμένην, Μητροπάρθενε.


Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μακαρίζειν σε πάντοτε Ἄξιον, Παρθένε, Ἐστίν, ἧς δίστομος τὴν καρδίαν τῆς σταυρώσεως σοῦ Υἱοῦ ῥομφαία, Μῆτερ, ἔτρωσε.

Ἡ ἑτοίμη ἀντίληψις τῶν ἐγγάμων, Μῆτερ, αὐτῶν στειρότητος σπάθη ἔτρωσε καρδίαν σου, συμπαθοῦσαν πάντας τοὺς ὑμνοῦντάς σε.

Τὴν καρδίαν, πανύμνητε, ἡ τιτρωσκομένη, Θεογεννήτρια, ὑπ’ ἑπτὰ σπαθῶν, κατάστρεψον βέλη καθ’ ἡμῶν τοῦ πολεμήτορος.

Ἐπευλόγει με, Δέσποινα, ἧς καρδίαν πάλαι ῥομφαία δίστομος σὴν καρδίαν, Μῆτερ, ἔτρωσε, ὅτε σὸν Υἱὸν εἶδες σταυρούμενον.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι συμφορῶν, βασκανίας, πλάνης, θλίψεων καὶ μαγείας, Θεοτόκε, ἧς ἑπτὰ σπάθαι ἔτρωσαν καρδίαν σου τὴν πάναγνον.

Ἡ καταφυγὴ εὐσεβῶν ἐν περιστάσεσι, Θεοτόκε, ἐκ σπαθῶν ἡμῶν παθῶν τετρωμένας νῦν καρδίας τάχος ἴασαι.

Μέμνησο ἡμῶν, προσκυνούντων τὴν εἰκόνα σου, ἐν ᾗ ἔχεις τετρωμένην ἐξ ἑπτὰ νῦν σπαθῶν καρδίαν, Μῆτερ παντευλόγητε.

Ὡς ἡμῶν θερμὴν ἀρωγὸν σὲ μεγαλύνοντες προσκυνοῦμεν σὴν μορφὴν τὴν ὑπ’ ἑπτὰ νῦν σπαθῶν τιτρωσκομένην, Παμμακάριστε.


Ὠδὴ στ΄. Τὴν δέησιν.
Νικήτορας κατ’ ἐχθρῶν ἀνάδειξον ἀοράτων τοὺς πιστῶς προσκυνοῦντας τὴν σὴν μορφὴν ὑπ’ ἑπτὰ τετρωμένην σπαθῶν, σεμνὴ Θεοτόκε, πανύμνητε, σῶν οἰκετῶν ἁμαρτιῶν, βασκανίας καὶ πλάνης αἰρέσεων.

Σκληρότητα καρδιῶν ἁπάλυνον προσευχῶν σου διαθέρμων ἀρότρῳ, Θεογεννῆτορ, ἑπτὰ ἧς καρδίαν κατατιτρώσκουσι σπάθαι τῶν δούλων σου παθῶν δεινῶν, ἀδικιῶν, ἀσθενείας, μαγείας καὶ θλίψεων.

Κατάπαυσον οἰκετῶν σου τάραχον, προσκυνούντων εὐλαβῶς σὴν εἰκόνα, ἐν ᾗ τιτρώσκεται σοῦ ἡ καρδία ὑπὸ σπαθῶν νῦν ἑπτά, Μητροπάρθενε, ἡμῶν κακίας καὶ παθῶν  χαμαιζήλων, θεόνυμφε Δέσποινα.

Λαμπάδα μοι μετανοίας ἄναψον τῷ πιστῶς ἀσπαζομένῳ μορφήν σου, ὀδυνομένην πικρῶς, Θεοτόκε, καὶ ὑπ’ ἑπτὰ νῦν σπαθῶν, πανσεβάσμιε, τιτρωσκομένην ἀληθῶς ἐξ ἡμῶν ἁμαρτάδων καὶ πτώσεων.

Ἁπάλυνον σκληρὰς καρδίας, Παρθένε, τῶν ὑμνητῶν σου προσκυνούντων πανευλαβῶς μορφήν σου τὴν πάνσεπτον σπαθῶν ὑπ’ ἑπτὰ τὴν τιτρωσκομένην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὴν σὴν μορφὴν εὐλαβῶς ἀσπαζόμενοι ὑπὸ σπαθῶν νῦν ἑπτά, Μητροπάρθενε, τιτρωσκομένην θερμῶς ἐκβοῶμέν σοι·
Θραῦσον σῇ σπάθῃ εὐχῶν βέλη, Δέσποινα, τὰ καθ’ ἡμῶν τοῦ δεινοῦ πολεμήτορος.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. α΄ 39 - 49, 56 )

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς ὑπὸ διστόμου ῥομφαίας τετρωμένης λιταῖς καρδίαν, Σῶτερ,  Σῆς Μητρός, φρούρει πάντας.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου   πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε προσκυνήσωμεν ὀδυνομένης εἰκόνα, νῦν Θεογεννήτορος χοϊκῶν οἱ σύλλογοι διὰ πταίσματα, πτώσεις, νοσήματα,
πλάνην, ἀδικίαν, βασκανίαν καὶ φαυλότητα καὶ ἐκβοήσωμεν· Κεχαριτωμένη Μητρόθεε, ἑπτὰ ἧς σπάθαι, Δέσποινα, σὴν σεπτὴν καρδίαν τιτρώσκουσι, σύντριψον τὰ βέλη ἐχθροῦ τὰ καθ’ ἡμῶν σῶν προσευχῶν σπάθαις καὶ ῥῦσαι στενώσεων σὲ τοὺς μακαρίζοντας.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἧς καρδία διῆλθε, Συμεὼν ὡς προεῖπε ῥομφαία δίστομος, ὁ γηραιὸς πρεσβύτης, Παρθένε, Θεοτόκε, ὅτι εἶδες σταυρούμενον
σὸν Τόκον, σμῆξον ἡμῶν τὰ δάκρυα εὐχαῖς σου.

Ῥῦσαι νόσων παντοίων, προβλημάτων τοῦ γάμου, δεινῶν αἱρέσεων συμπτώσεων, κινδύνων καὶ πάσης ἐπηρείας τοῦ ἐχθροῦ, Μῆτερ δούλους σου, ἧσπερ ῥομφαία δεινὴ διῆλθε τὴν καρδίαν.

Ἀνωτέρους συντήρει ἐχθρικῆς ἐπηρείας καὶ βίου θλίψεων τοὺς πίστει προσκυνοῦντας τὴν σπάθαις τετρωμένην νῦν ἑπτά, Μητροπάρθενε, μορφήν σου τὴν ἱεράν, ὦ Κεχαριτωμένη.

Σὴν εἰκόνα προθύμως οἱ πιστοὶ προσκυνοῦντες, Θεογεννήτρια ὑπὸ σπαθῶν Παρθένε, ἑπτὰ τὴν τετρωμένην ἐκδεχόμεθα χάριν σου, δι’ ἧς ἐχθροῦ μιαροῦ συντρίβομεν παγίδας.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Κόπασον σάλον ἡμῶν παθῶν, προσκυνούντων σὴν μορφὴν ὑπ’ ἑπτὰ τετρωμένην Κεχαριτωμένη, σπαθῶν, Θεογεννῆτορ.

Ἄνωθεν, Μῆτερ ἡμᾶς εὐλόγει Παρθένε, προσκυνοῦντας μορφὴν τετρωμένην ὑπ’ ἑπτά, Παρθένε σπαθῶν τὴν σὴν γλυκεῖαν.

Ῥεόντων πάντας δεῖξον ἡμᾶς ὑπερόπτας, προσκυνοῦντας μορφήν σου ἁγίαν, ὑπ’ ἑπτά, Παρθένε, σπαθῶν τὴν τετρωμένην.

Δεῦτε εἰκόνα κατασπασώμεθα πίστει σὴν σεπτήν, ἀγαθή, τετρωμένην ὑπ’ ἑπτὰ τῶ ὄντι σπαθῶν, Θεογεννῆτορ.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν μορφῆς το κάλλος σοῦ Υἱοῦ, Παρθένε τοὺς προσκυνοῦντας μορφήν σου ἀξίωσον ὑπὸ σπαθῶν τετρωμένην ἑπτά, Μητρόθεε.

Ἁγίασον σοὺς δούλους πίστει προσκυνοῦντας τὴν ὑπ’ ἑπτὰ τετρωμένην εἰκόνα σου σπαθῶν, πανάχραντε Μῆτερ, Θεογεννήτρια.

Σὲ πόθω, Θεοτόκε ἀνυμνολογοῦντες κατασπαζόμεθα θείαν εἰκόνα σου, ὑπὸ σπαθῶν τετρωμένην ἑπτά, πανύμνητε.

Χριστὸν ἐκδυσωποῦσα μὴ ἐλλείπῃς, Μῆτερ, ὑπὲρ ἡμῶν προσκυνούντων εἰκόνα σου, ὑπὸ σπαθῶν τετρωμένην ἑπτά, Πανάχραντε.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,

Χαίροις Μῆτερ ἄχραντε τοῦ Χριστοῦ, ἡ τιτρωσκομένη τὴν καρδίαν σπάθαις ἑπτὰ διὰ τὰς μαγείας ἡμῶν καὶ βασκανίας
καὶ συμφορὰς καὶ πλάνας καὶ ἀσθενήματα.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς σὴν σεπτὴν εἰκόνα, Θεοτόκε, τὴν τὰς σκληρὰς χοϊκῶν καρδίας ἐκ πάσης ἁμαρτίας
πιαίνουσαν εὐχῶν σου ῥείθροις, πανεύφημε.
 
Μῆτερ, τὴν καρδίαν σπάθαι ἑπτά, Κεχαριτωμένη, ἧς διέρχονται ἐξ ἡμῶν τῶν ἀμπλακημάτων καὶ πάσης ἀνομίας, τοὺς προσκυνοῦντας σκέπε θείαν εἰκόνα σου.

Λύτειρα στειρότητος γυναικῶν, Κεχαριτωμένη, διὰ σπάθης τῶν σῶν εὐχῶν πέφηνας τῶν πίστει προσκυνουσῶν μορφήν σου,
ἣν δίστομος ῥομφαία πάλαι κατέτρωσεν.

Μῆτερ, τετρωμένην ὑπὸ σπαθῶν σὴν σεπτὴν εἰκόνα, Μητροπάρθενε, νῦν ἑπτὰ καὶ ὀδυνομένην διὰ τὰς ἁμαρτίας ἡμῶν ἐν κατανύξει κατασπαζόμεθα.

Δίστομος ῥομφαία καρδίαν σήν, πάναγνε διῆλθεν ὅτε εἶδες τὸν σὸν Υἱόν, Κεχαριτωμένη, σταυρούμενον, πρεσβύτης
ὡς Συμεὼν προεῖπε σοὶ ὁ σεβάσμιος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.


Θεοτόκε Παρθένε, ῥομφαία δίστομος διῆλθε σοῦ τὴν καρδίαν, προφήτης ὡς Συμεὼν σοὶ προεῖπεν, ὅτε Τόκον σου σταυρούμενον
εἶδες καὶ σπάθαι νῦν ἑπτὰ τῶν ἡμῶν ἁμαρτιῶν τιτρώσκουσι σὴν καρδίαν, τὴν τὰς ξηρὰς καὶ ἀνίκμους ἡμῶν καρδίας απαλύνουσαν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.


Πάντων οἰκετῶν σου τὰς σκληρὰς πίανον καρδίας εὐχαῖς σου, Μῆτερ τοῦ Λόγου Θεοῦ, σπάθαι ἧς τιτρώσκουσιν ἑπτὰ καρδίαν σου ἣν ῥομφαία, πανύμνητε, διῆλθε σὸν Τόκον ὅτε εἶδες, Δέσποινα σεμνή, σταυρούμενον, Συμεὼν ὡς σοὶ ὁ Προφήτης ἀληθῶς προεῖπέ σοι, ὕμνοις ἵνα μεγαλύνωμεν τὴν χάριν σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Ἁπάλυνον σκληρὰς καρδίας σῶν δούλων,
Μῆτερ, δέεταί σου Χαραλάμπης πόθω.





_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης