Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Κύριον ημών Ιησού Χριστόν επί Απειλής Σεισμού Empty Παρακλητικός Κανών εις τον Κύριον ημών Ιησού Χριστόν επί Απειλής Σεισμού

Την / Το Πεμ Νοε 21, 2019 3:06 pm
Παρακλητικός Κανών εις τον Κύριον ημών Ιησού Χριστόν επί Απειλής Σεισμού

Παρακλητικός Κανών εις τον Κύριον ημών Ιησού Χριστόν επί Απειλής Σεισμού Aaaua10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς ἀπειλῆς σεισμοῦ ἡμᾶς ῥῦσαι Σῶτερ, παρακαλοῦμέν σε πιστῶν αἱ χορεῖαι, χριστιανῶν τοῖς δάκρυσι θυμὸν καὶ ὀργήν, πράϋνον ἐφ’ ἁμαρτάνουσι, περιστάσεων τε δεινῶν, λύτρωσαι καὶ συμφορῶν, καὶ παντοίας ἀνάγκης, πυρὸς ἀσβέστου γεένης φρικτῆς, φιλανθρωπίᾳ τῇ σῇ πολυεύσπλαγχνε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Δικαιοκρίτα, ῥῦσαι ὀργῆς σου. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δικαίαν σου στρέψον ὀργὴν μακράν, φιλάνθρωπε Σῶτερ, ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, σφοδρῶς σὲ λυπούντων βλασφημίαις, καὶ παῦσον κλόνον τῆς γῆς τῇ κελεύσει σου.

Ἰλύος τοῖς πάθεσι τῆς ψυχῆς, ὡς ὗς κυλινδοῦμαι, τῷ βορβόρῳ ἁμαρτιῶν, ἀλλὰ δὸς μετάνοιαν πρὸ τέλους, ἐπιστροφήν μοι φρενῶν ὡς τὸν ἄσωτον.

Κυκλοῦσί με Κύριε οἱ ἐχθροί, ἐπαναστατοῦσι, λογισμοί τε δαιμονικοί, καὶ τάραχον ἔνδον μοι ποιοῦσι, σεισμῷ καθάπερ σὺ νῦν δ’ ἐλευθέρωσον.

Θεοτοκίον.
Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχαῖς ἡμῶν Μῆτερ, μητρικαῖς σου λιταῖς Υἱῷ, κοπάζουσα ζάλην τῶν κυμάτων, ὡς ἀρωγὸς τοῦ βροτείου φυράματος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀχαρίστων σου δούλων, ἁμαρτωλῶν πρόσδεξαι, πάσας Ἰησοῦ τὰς δεήσεις, καὶ τὰ αἰτήματα, ἐκδεχομένων σου νῦν, τῷ σῷ ἀμέτρῳ ἐλέει, καὶ σεισμοῦ ἐκλύτρωσαι, πάντας μακρόθυμε.

Ἰταμὰς τῶν δαιμόνων, καὶ μιαρὰς φάλαγγας, πόῤῥῳ καταδίωξον Σῶτερ, ἀπολυτρούμενος, τοὺς προσευχῇ ἐκτενῶς, θερμῇ καθικετευόντων, τὸν ἀπερινόητον, καὶ προσκυνούντων σε.

Ὀργῆς ῥῦσαι δικαίας, τοὺς ψαλμικῶς ὄνομα, μέγιστον Θεὲ σοὶ ᾀδόντων, τηρῶν ἀπήμονας, τῆς φοβερᾶς ἀπειλῆς, σεισμοῦ πλημμύρας κινδύνων, οὓς σῶσον δεόμεθα, νόσων καὶ θλίψεων.

Θεοτοκίον.
Ἐκ δεινῶν ῥῦσαι πάντας, ὡς συμπαθὴς Δέσποινα, τῆς ψυχῆς καὶ σώματος νόσους, βαλσάμῳ χάριτος, σαῖς μητρικαῖς πρὸς Θεόν, πανευπροσδέκτοις πρεσβείαις, καὶ γεέννης λύτρωσαι, τοὺς ἀνυμνοῦντάς σε.


Ἐκλύτρωσαι, Τριαδικὴ τοῖς προσώποις μιᾷ Θεότης, πάσης νόσου ἡμᾶς σεισμοῦ, ἀνάγκης καὶ θλίψεως, λατρευτικῶς πίστει σὲ προσκυνοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις Καὶ το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Σεισμοῦ ἀπειλῆς, κινδύνων περιστάσεων, ὀργῆς θεϊκῆς, ἀνάγκης βλάβης, θλίψεων συμφορῶν, ἡμᾶς ῥῦσαι καὶ νόσων, σοὶ πιστῶς ἀνακράζομεν, καὶ τοῦ βρυγμοῦ ὀδόντων καὶ πυρός, τοῦ αἰωνίου Τριὰς παντεπίσκοπε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καταπράϋνον κύματα, εἰδωλολατρείας δεινῶν αἱρέσεων, τῶν ἐχθρῶν ἀθέων φρύαγμα, καὶ σεισμοῦ ἡμᾶς Χριστὲ ἀπάλλαξον.

Ῥαθυμίαν ἐκδίωξον, λύπην τῆς καρδίας ἡμῶν ἀφάνισον, σὴν εἰρήνην Σῶτερ βράβευσον, καὶ χαρᾶς φωτὶ πλῆσον τοὺς δούλους σου.

Ἰσχὺν δίδου τοῖς πάσχουσι, στρέψον σὴν ὀργὴν ἀφ’ ἡμῶν φιλάνθρωπε, καὶ σεισμοῦ Ἑλλάδος λύτρωσαι, τὸν λαὸν πιστῶς δοξολογοῦντά σε.

Θεοτοκίον.
Ὦ ἁγνὴ δυσωποῦμέν σε, ἡμῖν ὁ Υἱός σου ὁ πολυεύσπλαγχνος, ὅπως ἵλεως γενήσηται, τοῦ ἐλευθερώσασθαι τοῦ δράκοντος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τῇ δρακὶ Θεέ, σῇ περικρατεῖς τὰ σύμπαντα· ὅθεν νῦν κράτησον, τὴν ἡμῶν ῥοπήν, πρὸς ἁμαρτίαν, καὶ δὸς καιρὸν πρὸς μετάνοιαν.

Ἄναρχε Τριάς, δὸς τοῖς σὲ ὑμνοῦσιν φώτισιν, τοῖς δὲ λατρεύουσί σε πίστει θερμῇ, σὴν θείαν χάριν, καὶ πάντας ἐλέους ἔμπλησον.

Ῥεύματα ἁλώς, καὶ ὁρμὰς ἀνέμων κόπασον, Χριστὲ ὡς ἐν Γενησαρέτ, Μαθητῶν φόβον ἀπώσας, γαλήνην τ’ ἡμῖν δωρούμενος.

Θεοτοκίον.
Ῥώμην ταῖς ψυχαῖς, καὶ τοῖς σώμασι δυσώπησον, ἡ ἀχώρητον χωρήσασα γαστρί, τοῦ χορηγῆσαι ἡμῶν, Κυρίῳ Μητρόθεε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑπόδεξαι, μετανοίας δάκρυσι, τὸν προσπίπτοντα Χριστὲ σὸν οἰκέτην, ἔργοις αἰσχροῖς, ἀσωτίαις βιοῦντα, ἀλλὰ θερμῶς καὶ πιστῶς δυσωποῦντά σε, καὶ λύτρωσαι ὀδυνηρᾶς, ἀπειλῆς τοῦ σεισμοῦ, καὶ κολάσεως.

Σατᾶν Θεέ, ἐγενόμην παίγνιον, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθῦν ἐν θαλάσσῃ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· αἰωνίου πυρὸς Σῶττερ σῶσόν με.

Ἀπόστρεψον, ἀφ’ ἡμῶν μακρόθυμε, τὴν δικαίαν σου ὀργήν, γῆς τὸν κλόνον, νόσους δεινάς, πειρασμοὺς τῶν δαιμόνων, θλίψεις ὀνείδη θαλάσσης τὸν τάραχον, κινδύνους βλάβας συμφοράς, καὶ παντοίαν ἀνάγκην ἐκδίωξον.

Θεοτοκίον.
Γαλήνιον, ἡμῖν βίον δώρησαι, μητρικῇ σου πρὸς Υἱὸν παῤῥησίᾳ, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, βροτῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν σε πιστῶς, προσκυνοῦντες Παρθένε, τὸν τόκον σου.


Ἐκλύτρωσαι, Τριαδικὴ τοῖς προσώποις μιᾷ Θεότης, πάσης νόσου ἡμᾶς σεισμοῦ, ἀνάγκης καὶ θλίψεως, λατρευτικῶς πίστει σὲ προσκυνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις Καὶ το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν χριστιανῶν πέλεις Κύριε, καὶ Σωτὴρ ἁπάντων τῶν πιστῶν τῷ ἐλέει σου· σὺ γὰρ ὄντως, τὴν γῆν ποιεῖς τοῦ τρέμειν συσσεισμῷ· διὸ λύτρωσαι τῆς ἀπειλῆς, καὶ τῆς δικαίας σου ὀργῆς, τοὺς πιστῶς δεομένους σου, ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, ἡμᾶς ἐκ βλάβης ἐξελοῦ, καὶ ἀνάγκης πολυεύσπλαγχνε.



Προκείμενον
Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, σαλευθήτω ἡ γῆ.
Στ.: Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ιδ΄, 23-34).

Τῷ καιρῷ ἐκείνῳ, ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν λέγοντες· ὅτι φάντασμα ἐστί, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Ευθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγὼ εἰμί, μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! Εἰ τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸν πλοῖον ἐκόπασεν ὁ ἀνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς, Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες, ἦλθον εἰς τὴν γῆν Γενησαρέτ.  

Ὁ Ν΄ ψαλμός.
Δόξα
Πάντων σοῦ Ἁγίων, πρεσβείαις παντεπόπτα, γῆς κόπασον τὸν κλόνον, καὶ δὸς ἔλεος πᾶσι.

Καί νΰν καί άεί
Ταϊς τής Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ ἡμᾶς φιλάνθρωπε, σαρκὸς τοὺς μεμολυσμένους, φρεσὶν ἀστατεύοντας, καὶ σοὶ καταφεύγοντας, ἀποῤῥίψῃς νῦν· Κύριε ἅπαντας, σεισμοῦ ἀπάλλαξον, τὸν θυμόν σου καταπράϋνον, ἴασιν δώρησαι, ἄμφω καὶ κινδύνων ἐκλύτρωσαι, θλίψεων περιστάσεων, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἀνυμνοῦμεν, πληθὺν σῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνομεν ᾄσμασι, πρόνοιάν σου ἄφατον

Σῶσον, ὁ Θεός, τόν λαόν Σου....

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰσχὺν Σταυροῦ σου δίδου αἱρέσεων τὰ θράση τὴν τῶν βαρβάρων ὀφρύν, καὶ ἔπαρσιν δαιμόνων, κατάβαλε ἐν τάχει, ἵνα χαίροντες μέλπομεν· Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὀργήν σου πόῤῥῳ στρέψον τὴν δικαίαν Σωτὴρ ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, γῆς κόπασον τὸν κλόνον, παλίῤῥοιαν κυμάτων, ἠφαιστείων ἐκβράσματα, καὶ τῶν ἀνέμων ὁρμάς, κελεύσει σου τῇ θείᾳ.

Ῥοπῇ τῆς ἁμαρτίας παραβάσει τῆς Εὔας κινούμενοι καὶ Ἀδάμ, ἀνθρώπων ἅπαν γένος, λυποῦμέν σε οἰκτῖρμον, ἀχαρίστως διάγοντες· διὸ παράσχου ἡμῖν, ἐλέους σου τὸν πλοῦτον.

Θεοτοκίον.
Ἰδού σε καθορῶμεν ἀπειρόγαμον Νύμφην ὥσπερ κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλὰ δ’ ἄφλεκτον μείνασα· διὸ τὴν φλόγα παθῶν, ἡμῶν σβέσον Παρθένε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆς παῦσον, κλόνον τὸν φοβερόν, ἐκζητεῖ σε, πλημμυρὶς Ὀρθοδόξων Χριστέ μου, καὶ τοῦ Παραδείσου, ἀξίωσον σοὺς δούλους.

Ἡ Ἑλλάς, πᾶσα παρακαλεῖ, λαὸν σῶσον, ἐκ σεισμοῦ ἀπαύστως σὲ ὑμνοῦντα, καὶ δοξολογοῦντα, Σωτήρ μου εἰς αἰῶνας.

Σῶσον παντάναξ, ἡμᾶς δεινῶν νοσημάτων, συμφορῶν τε, κακίας ἀνθρώπων, καὶ θεομηνίᾳ, μὴ ἐπιτρέψῃς βλᾶψαι.

Θεοτοκίον.
Ὀδύνης ῥῦσαι, τῶν οὐρανῶν πλατυτέρα, γηγενῶν τ’ ἁγνὴ ἁγιωτέρα, ἡμᾶς σὲ ὑμνοῦντας, καὶ σκέπε ἐκ κινδύνων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωτήριον νῦν τρίβον, δεῖξον ἐξαιρέτως, ὦ Ζωοδότα κἀμοὶ τὸν προσφέροντα, τόνδε τὸν ὕμνον, καὶ πάντας διάσωσον.

Ὀρδὰς τῶν ἀλλοπίστων, ἀφάνισον Σῶτερ, ἡμᾶς τοὺς ἐπαπειλοῦντας, δουλῶσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων, τῶν ἀνυμνούντων σε.

Ὑπὸ τὴν θείαν σκέπην, φρούρει πανοικτῖρμον, τοὺς σοὺς οἰκέτας ἀτρώτους, σεισμοῦ τῆς φθορᾶς, καὶ ἀσαλεύτους ναούς σου, δὸς ἔχειν πάντοτε.

Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, σὺ ὑπάρχεις Μῆτερ· διὸ δυσώπει Υἱόν σου, σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντάς σε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, ἡμᾶς τοὺς ὑμνοῦντας, μεγαλεῖά σου Λυτρωτά, ἐνάρετον βίον, παράσχου καὶ γῆς κλόνον, κατάπαυσον ταχέως, θείᾳ προστάξει σου.

Φύσις τῶν ὑδάτων τρέμει πολλῷ, γῆ σεισμῷ στενάζει, καὶ ἀὴρ οὐ τῷ δροσισμῷ, φέρει τοῖς ἀνθρώποις, ἀλλ’ ἰσχυρῶς κινεῖται· διὸ Χριστὲ σὺ πάντα, στῆσον καὶ ἅρμοσον.

Λύτρωσαι ὑδάτων κατακλυσμοῦ, πυρὸς τῆς μανίας, ἐξ ἐγκάτων τῆς γῆς σεισμοῦ, ἐκ λιμοῦ ἀνάγκης, οἰκτῖρμον σοὺς οἰκέτας, καὶ δώρησαι σὴν χάριν, ψυχοσωτήριον.

Πράϋνον ὀργήν σου τὴν θεϊκήν, καὶ θυμόν σου Σῶτερ, ἐφ’ ἡμᾶς τοὺς ἁμαρτωλούς, πόρνους καὶ βλασφήμους, ἐκ φαύλης συνηθείας, καὶ ὀλιγοπιστίαν, ἡμῶν ἐπαύξησον.

Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, ὦ Τριὰς κράτος σου ψαλμοῖς, ὑδάτων τὸ ῥεῦμα, καὶ κύματα θαλάσης, κινεῖσθαι εὐθυβόλως, πραέως κέλευσον.

Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνῶντας, κἀμᾶς σῶσον οἰκτῖρμον, καὶ ἔπαρον θυμόν σου, τὸν δικαιότατον.

Σάλον τῆς θαλάσσης κλυδωνισμόν, δύναμιν κυμάτων, ἠφαιστείων τε κλόνον γῆς, καὶ ὁρμὰς ἀνέμων, κατεύνασον Χριστέ μου, δεξάμενος ὡς ἄσωτον, ἐπιστρέφοντας.

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, Θεοτόκε Μῆτερ, τῶν σοῦ ὑμνολογούντων, τὸ μέγα ὄνομά σου, ὡς πρέσβυς ἔνθερμος.

Ὕβριν ἀποδίωξον ἐφ’ ἡμῶν, πάθη ψυχοφθόρα, δυσπιστίαν καταλαλιάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος, καρπὸν πανάγαθε.

Μή μλοι δὸς Θεὲ σὲ καταφρονεῖν, τῶν παραγγελμάτων καὶ θελήματος ἀγνοεῖν, ἀλλὰ φωτισμόν σου, καὶ χάριν σὴν παράσχου, τὴν δαψιλῆ λυτρούμενον, πάσης θλίψεως.

Νόσων τάχυ ἴασαι λοιμικῶν, τοὺς σὲ προσκυνοῦντας, ὦ Θεότης Τριαδική, νήσους τῆς Ἑλλάδος, καὶ τὴν ξηρὰν δὸς ἔχειν, ἐκ τοῦ σεισμοῦ ἀτρώτους, πυρὸς καὶ ὕδατος.

Τοὺς δοξολογοῦντάς σε ὦ Τριάς, μέλεσι καὶ ὕμνοις, σὺν θεράπουσιν ἱεροῖς, ῥῦσαι ἐκ κινδύνων, σεισμοῦ καὶ πάσης βλάβης, κατακλυσμοῦ τ’ ἀνάγκης, σώζουσα ἅπαντας.

Ἕτερα, ὧν ἡ ἀκροστιχίς: Γεωργίου ᾠδή.
Γέγραπται ἐν θείᾳ βίβλῳ Δαβίδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλεεῖν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλᾶμπον, ἃ ἡμῖν δώρησαι.

Ἔλεος αἰτούμεθα Ἰησοῦ, σεισμοῦ τῆς μανίας, ὅπως ῥύσῃς πιστὸν λαόν, παύων τὸν θυμόν σου, ἐφ’ ἡμῶν ἁμαρτίαις, ποιούντων ἑκουσίως, καὶ ὀργιζόντων σε.

Ὦ σῶν θαυμασίων καὶ δωρεῶν, σοφίας ἀῤῥήτου, καὶ προνοίας σου πρὸς βροτούς, τοὺς προστρέχοντάς σοι, αἰτοῦντας σωτηρίαν, καὶ λόγον ἀληθείας, Σῶτερ μακρόθυμε.

Ῥῦσαι ἐκ κινδύνων καὶ συμφορῶν, Ἑλλήνων τὸ γένος, καὶ ὀργῆς σου τῆς θεϊκῆς, νόσων ἀνιάτων, σεισμοῦ ἐπαπειλοῦντος, Χριστὲ καὶ σκέπε πάντας, σὲ μεγαλύνοντας.

Γῆ κλονεῖται φόβῳ σου Βασιλεῦ, τρέμε καὶ στενάζει, θεμελίοις ἐν συσσεισμῷ, καὶ ἀβύσσου χάος, ζητεῖ καταπιοῦντας, ἡμᾶς ἐφ’ ἁμαρτίαις, πρὸς ἐξαφάνισιν.

Ἴθυνον πραέως ἔχειν τῆς γῆς, ἀπειλῆς ὁ κλόνος, μὴ πρὸς βλάβην θανατικήν, οἰκιῶν πιπτόντων, ὡς στάχυα δρεπάνοις, δεόμεθά σου Σῶτερ, ὄντες κατάκριτοι.

Ὅλην τὴν ἐλπίδα ἔχω πρὸς σέ, Μῆτερ τοῦ Ὑψίστου, τῶν Ἀγγέλων ὁ γλυκασμός, μὴ μὲ καταισχύνῃς, ἀλλὰ ταῖς μητρικαῖς σου, πρεσβείαις πρὸς Υἱόν σου, ῥῦσαι κακώσεων.

Ὕμνοις εὐφημήσωμεν μελιχροῖς, ᾠδαῖς ἡδυφθόγγοις, τῶν Ἑλλήνων γένος λαμπρόν, Ἄνακτα Σωτῆρα, σὺν πᾶσι τοῖς Ἁγίοις, ἐν πίστει ἐκζητοῦντες, δοῦναι τὰ κρείττονα.

Ὦ εἰρήνης ἄρχων Σῶτερ Χριστέ!  Δὸς ἡμῖν εἰρήνην, καταπαύων κλόνον τῆς γῆς, καὶ παντοίας βλάβης, συντήρησον ἀτρώτους, τοὺς πίστει προσκυνοῦντας, σὴν συγκατάβασιν.

Δάκρυσι προσπέσομεν εὐλαβῶς, εἰκόνι Κυρίου, ἐξαιτούμενοι παρ’ αὐτοῦ, νόσων ἰατρείαν, ἐκλύτρωσιν κινδύνων, ἀπαλλαγὴν δαιμόνων, καὶ χάριν ἄμετρον.

Ἥλιε τῆς δόξης παμβασιλεῦ, σεισμοῦ ἀπειλοῦντος, ἡμᾶς ῥῦσαι τοῦ φοβεροῦ, προσκυνούντων πίστει, Τριάδος σου τὸ κράτος, καὶ λύτρωσαι κινδύνων, καὶ τῆς κολάσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἔκτενής καί, ᾿Απόλυσις, μεθ᾽ ἥν ψάλλομεν τό ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ῥῦσαι, ἐκ σεισμοῦ ἡμᾶς Χριστέ, τῶν Χριστιανῶν ἀντιλήπτωρ, φρουρὲ καὶ φύλαξ στεῤῥέ, τῶν βροτῶν Διδάσκαλε, ὁ στηριγμὸς τῶν πιστῶν, Ὀρθοδόξων ὁ πρόμαχος, ὁ κτίσας τῷ λόγῳ, σύμπαντα καὶ πλᾶσμά σου, ἐπιστασίᾳ τηρῶν, καὶ δεήσεις πρόσδεξαι δούλων, ὅπως αἰφνιδίου θανάτου, πάντας ἐκλυτρώσῃς καὶ κολάσεως.

Τῆς θεομηνίας τοῦ σεισμοῦ, τοῦ κατακλυσμοῦ τῶν ὑδάτων, θαλάσσης κλυδωνισμοῦ, λαίλαπος ἀνέμων τε, τυφώνων λαύρου πυρός, νοσημάτων κακώσεων, κινδύνων ἀνάγκης, πάσης περιστάσεως, αἱρετιζόντων δεινῶν, θλίψεων σὺν πειρατηρίοις, πειρασμῶν δαιμόνων ἐχθρῶν τε, καὶ λιμοῦ ἡμᾶς Χριστὲ ἐκλύτρωσαι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης