Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άρχοντα της Ειρήνης  Κύριον Ημών Ιησούν Χριστόν Empty Παρακλητικός Κανών εις τον Άρχοντα της Ειρήνης Κύριον Ημών Ιησούν Χριστόν

Την / Το Πεμ Νοε 21, 2019 3:30 pm
Παρακλητικός Κανών εις τον Άρχοντα της Ειρήνης  Κύριον Ημών Ιησούν Χριστόν Υπέρ των Επηρεαζομένων εκ Νοσηρών Καταστάσεων Φοβίας και Επηρειών του Διαβόλου


Ποίημα τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ἐδέσσης Ἰωήλ.
Παρακλητικός Κανών εις τον Άρχοντα της Ειρήνης  Κύριον Ημών Ιησούν Χριστόν Aaaua10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ ἐξῆς τροπάρια

Ἤχος δ'. Ό Υψωθείς ἐν τω Σταυρῶ.

Τόν παντοκράτορα Θεόν καί Σωτῆρα, τόν χορηγόν τῶν ὐπέρ νοῦν δωρημάτων, τόν τής ειρήνης ἄρχοντα οὐράνιον, δεῦτε ἰκετεύσωμεν, ἐκ βαθέων οἰ πάντες, κράζοντες καί λέγοντες, τὴς φοβίας τὴν νόσον, καί τῶν δαιμόνων πᾶσαν ἀπειλήν, ἐκ τῶν σῶν δούλων, Χριστέ μου διάλυσον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ο κανών οῦ ή άκροστιχίς.
«Φοβίας νόσον.Σώτερ. άφ’ήμών δίωξον. Ίωήλ»

Ὠδη α’. Ἤχος πλ. δ'. Ύγράν διοδεύσας.

Έν εκάστω τῶν τροπαρίων λέγομεν• «Δέσποτα Χριστέ έλέησον τούς δούλους σου»

Φοβίας ψυχῆς μου τῆς χαλεπῆς, καί σώματος κλόνου, Ίησοῦ μου παμβασιλεῦ, θεράπευσον δέομαι ό τάλας, ὠς ἄν ὐμνῶ ἐγκαρδίως τήν χάριν σου.

Ο νοῦς μου ταράττεται λογισμοῖς, πολλῶν νοημάτων, φοβοφόρων Χριστέ Σωτηρ, διό τήν σήν ρώμην ἐξαιτοῦμαι, ἴνα διέλθω ταράχου τό πέλαγος.

Βοήθειαν δίδου μοι ταχινῶς, ὠς ἄρχών εἰρήνης, * Ίησοῦ μου και χορηγός, νικῆσαι τό πνεῦμα ἀκηδίας, μελαγχολίας ὀμοῦ καί στενώσεως.

Θεοτοκίον
Ιάτρευσον Κόρη ταῖς σαῖς λιταϊς, τους δούλους σου πάντας, τούς ἀλγοῦντας ἐκ τῶν δεινῶν, ψυχής νοσημάτων ἐπωδύνων, καὶ τῶν φρενῶν ἀλλοιώσεως Πάναγνε.


‘Ωδή γ'. Οὐρανίας ἀψῖδος.
Απορρήτους τὸν φόβον, καί τῶν ποδῶν ἔκλυσιν, πάλαι Δανιήλ του προφήτου, ὄλως ἠφάνισας, τῶ σῶ ἀγγέλω Σωτήρ, διό ἠμῶν τάς νευρώσεις, τάς ποικίλας ἴασαι, τῆ εὐσπλαγχνία σου.

Συστροφάς διανοίας, και τοῦ νοός ἄλογον, τάς δαιμονικάς ὐπονοίας, καί τὴν ὐπόπτευσιν, ἀνυπόστατων δεινῶν, Φιλανθρωπότατε Σῶτερ, ἐκ τῶν ὐπηκόων σου, ταχύ ἀφάνισον.

Νοσηράς καταστάσεις, ως ζωοπάροχος πρόφθασον, της αὐτοχειρίας Χριστέ μου, καί ἀπογνώσεως, τῶν ἀλγουμένων σφοδρῶς, νενοσηκότων σου δούλων, τῶν ἀεί αἰτούντων σου, ψυχής τήν ἄνεσιν.

Θεοτοκίον
Ο άρχέκακος ὄφις, ό τῶν κακῶν αἴτιος, ἄλγεσι νευρῶν καταβάλλει, ψυχάς καί σώματα, πολλῶν ἀνθρώπων ἀγνή, τούτων πικραίνων τὸν βίον, ἀλλα ταῖς πρεσβείαις σου, αὐτούς διάσωσον.


Διάσωσον ἐξ ἀπωλείας, Πανάγαθε Παντοκράτορ, τούς ἐν λάκκω τών πειρασμῶν, πεσόντας Ικέτας σου, καί ίασαι τής ψυχής αὐτῶν ἄλγος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αίτησις καί τό Κάθισμα
Ἤχος β'. Τα άνω ζητών.

Τῶν δούλων τῶν σῶν, Χριστέ ἀπειροδύναμε, ἰσχύν τῆς ψυχῆς, καί σώματος τό εὔρωστον, τή πανθενεῖ σου χάριτι, ἐκ ποικίλων νευρῶσεων φύλαττε, συ γάρ ὐπάρχεις ὠς Δημιουργός, πηγή δωρεῶν ἠ ἀνεξάντλητος.


Ώδή δ'. Είσακήκοα Κύριε.
Σαλευθεϊσαν καρδίαν μου, ἐκ τῶν ἀδοκήτων κακῶν Πανάγαθε, τή ἀμάχω προστασία σου, εὔθυνον πρὸς τρίβον εἰρηνεύσεως.

0 εχθρός ἐπιτίθεται κατά τῶν πλασμάτων τῶν λατρευόντων Σε, ἀλλά τοῦτον καταπόντισον νεύσει θεϊκή Χριστέ μου τάχιστα.

Νοσημάτων Τρισάγιε, τῶν μεταβαλόντων ψυχῆς τό εὔτονον, καί τοῦ σώματος εὐστάθειαν, κάμψον σύ ὠς οἴδας την ἐνέργειαν.

Θεοτοκίον
Σωτηρίας τόν εὔδιον, σε την Θεοτόκον λιμένα ἔχοντες,* ἀπογνώσεως τά κύματα, προσδοκῶμεν στῆσαι ταῖς πρεσβείαις σου.


‘Ωδή ε'. Φώτισον ἠμᾶς.
Ωσπερ τούς πολλούς, ἐκ τῶν νόσων ἠλευθέρωσας, τή χειρί σου ἐπ’ αὐτούς ἐπιτιθείς, οὔτω σῶσον καί τούς πάσχοντας ἐκ θλίψεως.

Τώ ἀπελπισμώ, συνεσχέθημεν Φιλάνθρωπε, ἐπηρεία τοῦ ἀρχαίου πτερνιστοῦ, διό ἴλεως γενοῦ ἠμῖν τοῖς δούλοις σου.

Ἔμφυτον Χριστέ, τὴν σὴν ἔχων ἀγαθότητα, μη ἐάσης τούς πιστούς σου ὐμνητάς, ἐμπεσεῖν ἐν τῆ παγίδι της συγχύσεως.

Θεοτοκίον
Ρήσεις ἐμπαθεῖς, βλασφημίας τα νοήματα, Θεοτόκε ἀπομάκρυνον λιταῖς, έκ νοός μου ἴνα τύχω τῆς λυτρώσεως.


Ώδή στ'. Τὴν δέησιν.
Αφρόνως υπό ληστῶν ἐσυλήθην, λογισμῶν τῶν ἀκαθάρτων πνευμάτων, καί ἐμπλησθείς συντριμμοῦ ἀναιτίου, καί της ἀφρόνου δειλίας Πανάγαθε, διό παράσχου μοι χαράν, την διώκουσαν πᾶσαν κατήφειαν.

Φασμάτων ἀνυποστάτων ιδέας, καί ἀκαίρου τελευτής τάς νοήσεις, τάς ὐποψίας δεινῶν νοσημάτων, καί ἐνθυμήσεις Χριστέ μου του δράκοντος, τῆ δεξιά σου κραταιῶς, ἀφ’ ἠμῶν τῶν σῶν δούλων ἀπόστησον.

Η μνήμη τῶν ψυχοφθόρων παθῶν μου, ἐκταράσσει τήν ψυχήν μου ἐπωδύνως, * καί έμποιεῖ λογισμούς τῆς φοβίας, καί ἰκμειοί τόν σωτήριον φόβον σου, εἰς ταὀ τηρείν τάς ἐντολάς, άλλα δίδου μοι δύναμιν Κύριε.

Θεοτοκίον
Μή παύση ποδηγετοῦσα με Μῆτερ, πρὸς τὴν τρίβον μετάνοιας τὴν θείαν, * • καί μὴ ἐλλείπης ταῖς σαῖς ἰκεσίαις, διαφωτίζουσα νοῦν μου τὸν ἄστατον, τοῦ συνιέναι τὸ σεπτόν, του Υιού σου καί άγιον θέλημα.


Διάσωσον ἐξ ἀπωλείας, Πανάγαθε Παντοκράτορ, τούς ἐν λάκκω τῶν πειρασμῶν, πεσόντας ἰκέτας σου, καί ϊασαι τῆς ψυχής αὐτῶν ἄλγος.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
’Ήχος β'. Τοῖς τῶν αἰμάτων σου.

Οί πεπληγότες θανάτου νοήμασι, καί συντριβέντες φοβίας τοῖς πνεύμασι, προς σε καταφεύγουσι λέγοντες* ἐκ τών ὀνύχων ἐξάρπασον Δέσποτα, δαιμόνων ἀτέγκτων τούς δούλους σου.


Προκείμενον
Μακάριοι πάντες οί φοβούμενοι τον Κύριον.
Στίχ. Ἤλπισεν ὴ ψυχή μου ἐπί τον Κύριον.

Εύαγγέλιον Έκ του κατά Ματθαῖον(Κεφ. δ',22-25).

Τὠ καιρῶ ἐκείνω, περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Δόξα Πατρί.
Πάτερ Λόγε Πνεῦμα, Τριάς ὴ ἐν Μονάδι, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νυν.
Ταῖς τής Θεοτόκου πρεσβείαις Έλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δέσποτα Πανάγιε, Δημιουργέ τῶν ἀπάντων, τού Πατρός Συνάναρχε, καί 'Αγίου Πνεύματος Συναΐδιε, Ιησοῦ Πάνσοφε, Σῶτερ τῶν μερόπων, τούς πεσόντας ἐν ταῖς θλίψεσι, τῶν περιστάσεων, σχόντας δέ φοβίας τον τάραχον, και πάντας Πολυέλεε, τούς πληγέντας βίου τοῖς ἄγχεσι, καὶ τοὺς ἐκζητοῦντας, ἐν πίστει τῆς ψυχῆς ἀπαλλαγήν, ἐκ τῆς φρικτής ἀπογνώσεως, σῶσον τή δυνάμει σου.

Σῶσον ό Θεός τὸν λαόν σου...

Ώδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ως  Δεσπότης τῶν πάντων, πανουργίας δαιμόνων, καί τυραννίδος ὀμοῦ, τῆς πλάνης τοῦ νοός μου, ἀθέσμων ἰνδαλμάτων, καί ἐμμόνου θελήματος, τῆς φιλοῦλου ψυχῆς, ἀπάλλαξόν με τάχει.

Νυσταγμόν διανοίας, καί τῆς γνώμης τό χαῦνον, καὶ συνειδότος πληγάς, κλυδώνιον παθῶν μου, καί σώματος ὀρέξεις, καί τὸ ἄστατον φρόνημα, Παμβασιλεῦ Ίησοῦ, λυθῆναι δέομαι σου.

Δεδοικώς τὴν σὴν κρίσιν, τήν άδέκαστον Σῶτερ, ἐν τὴ μελλούση ζωῆ, ού παύομαι ἐν λόγοις, θερμοῖς ἀναβοῶ σοι, λυτρωθῆναι κολάσεως, τοῦ αἰωνίου πυρός, καί σκότους της ἀβύσσου.

Θεοτοκίον
Ιαθῆναι Παρθένε, ταῖς λιταῖς σου έλπίζω, ὸ ἐν τῶ λάκκω πεσών, φοβίας παραλόγου, καί τῆς ἀπελπισίας, τῆς οίκτρῶς τυραννούσης με, καί ἐννοιῶν σκοτεινῶν, πλανῶν του ἀρχεκάκου.


Ὠδή η'. Τον Βασιλέα.
Ως τής είρήνης, ο χορηγός ’Ιησοῦ μου, καταπράϋνον ἠμᾶς τούς ἐν τὴ ζάλη, καταβυθισθέντας, των μεριμνών του βίου.

Ξυλοκεράτοις, της ἀμαρτίας ἐτράφην, καί ὠς ἄσωτος λιμώττω καθ’ έκάστην, δια τούτο Σῶτερ, γενοῦ μοι σιτοδότης.

Ολοκαρδίως, πρός σέ Πανάγαθε τείνω, την καρδίαν καί τον νοῦν μου ἰκετεύων, ρύου τούς σούς δούλους, τῶν ἐκτροπῶν τοῦ βίου.

Θεοτοκίον
Νηδύν Παρθένε, την σήν ἀγίαν οἰκήσας, υπέρ φύσιν ό Σωτήρ ἀνθρώποις ῶφθη, ὄν ἀεί δυσώπει, υπέρ τῶν σέ τιμώντων.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Ἰάσαι θέλων ὄντως, πάθος ἀϋπνίας, τό κατατρῦχον ψυχής μου τό εῦτονον, ἐκδυσωπῶ σε Χριστέ μου, ἐπιστηρίξαι με.

Ως ἔχων ἐξουσίαν, παίδων τάς φοβίας, έν τῆ νυκτί καί καθ’ ὔπνον διάλυσον, διασκεδάζων ὀνείρων Χριστέ φαντάσματα.

Ηδέως τήν σήν σκέπην, Κύριε παντάναξ, οἰ ἀρρωστοῦντες ἐκ πάσης στενώσεως, καί έπηρείας δαιμόνων έπιδιώκουσι.

Θεοτοκίον
Λαοί φυλαί καί γλῶσσαι, σέ την Θεοτόκον, εἰς τοὔς αίῶνας τοῖς ὔμνοις γεραίρουσιν, ὀτι Χριστόν τον Δεσπότην ἠμῶν ἐκύησας.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δέσποτα Πανάγιε Ίησου,  τών άνθρώπων πάντων, ἀπροσμάχητος βοηθός, τους ἐν ἀσθενεία, τῆς νοσηράς φοβίας, ἀπάλλαξον δυνάμει, τῆ σῆ καί χάριτι.

Κύριε καί Δέσποτα Ίησου, τας πικράς ἐννοιας, * καί θελήματα χαλεπά, τῆς αὐτοχειρίας, ἐκ τῶν νενοσηκότων, εἰς την ζωῆς ἐλπίδα, συ μεταποίησον.

Παίδων ώ Πανάγαθε Ίησοῦ, ὔπνον ταραχώδη, καί ένύπνια ὀχληρά, ἔπαρον ταχέως, καί δός αύτοίς γαλήνην, ἐλπίδα τήν βεβαίαν, καί ἀγαλλίασιν.

Πάσας τὰς έν βίω ἐπιβουλάς, τῶν ἀντικειμένων, * τους τάραχους τάς ἀπειλάς, καί τὰς ἐνεργείας, τὰς καθ’ ἠμῶν Σωτήρ μου, μή παύση ἐδαφίζων, ὠς πάντων Κύριος.

Ἄχθος τῶν πραγμάτων τῶν ὐλικῶν, τας ἀποτυχίας, ἐν τῶ βίω καί ἐμμονήν, τῆς ἀπελπισίας, τών νέων ’Ιησοῦ μου, ὠς τούτων ὸ προστάτης, τελέως σύντριψον.

Τούς έν τη καμίνω τῶν πειρασμῶν, Κύριε Θεέ μου, καί τούς πάσχοντας έξ ἀλγῶν, νόσων ἀνιάτων, καί πάσης μαγγανείας, τῶν πονηρών ἀνθρώπων, ἀπελευθέρωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ό Ίερευς μνημονεύει ὤς εἴθισται καί ἐν ταῖς αῖτησεσι προσθέτει καί την ἀκόλουθον.

Έτι δεόμεθα καί υπέρ τών επηρεαζόμενων υπό τών καταστάσεων της φοβίας, τής κακουργίας τών πονηρών πνευμάτων, τῆς ἀπειλής τού βιαίου θανάτου, τής ἀπελπισίας, τοῦ έσωτερικοῦ νοσηρού συντριμμοῦ τής κοπιώδους ἐν τή νυκτί ἀϋπνίας καί τής αὐτοχειρίας καί υπέρ τοῦ ἐλθεῖν έπ’ αὐτούς πνεύμα ειρήνης καί χάριτος, πνεύμα σωφροσύνης καί συνέσεως, πνεύμα χαράς καί άγαλλιάσεως, Πνεύμα Θεού.

Τελευτησάσης τής μνημονεύσεως προσθέτει καὶ τὰς εύχάς τάς ἀρμοζουσας τὴ περιστάσει.

ΕΥΧΗ ΕΙΣ ΠΑΝ ΕΙΔΟΣ ΦΟΒΙΑΣ
ΚΑΙ ΠΑΡΑΛΟΓΟΥ ΣΥΝΤΡΙΜΜΟΥ

Τοῦ Κυρίου δεηθώμεν.

Κύριε ’Ιησού Χριστέ ό Θεός ἠμῶν, ό έλθών ἐν τὠ κόσμω, ϊνα λύσης τα ἔργα τοῦ σκότους τῶν ἀνθρωποκτόνων δαιμόνων καί ὀδοποιήσης πάση σαρκί τὴν σωτηρίαν, ό κλίνας οὐρανούς καὶ τὴν ἀνθρωπείαν προσλαβόμενος φύσιν, ἴνα τα ἐλλείποντα ἀναπληρώσης καὶ θεραπεύσης τα ἀσθενῆ, ό διακρατῶν ἐν τη χειρί Σου τα σύμπαντα καί τρέφων μετ’ ἐπιστήμης τα ὄντα, ό στήσας τήν κατήφειαν τῆς ζωῆς ἠμῶν, ό δια τῆς Σῆς παρουσίας ἰάσας τα συντρίμματα τῶν ψυχῶν καί τῶν σωμάτων ἠμῶν, ὸ τα λυπηρά παύσας καί τῶν φαιδρῶν γενόμενος ή άρχή, πρόσδεξαι τήν δέησιν ἠμῶν καί ἴασαι τή κραταιά δυνάμει Σου τό τής φοβίας πάθος του δούλου Σου (τοῦδε) καί δός αὐτῶ τής χάριτος τῆς Σῆς τήν χαράν καί ἀγαλλίασιν, εἰρήνην τήν πάντα νοῦν ὐπερέχουσαν, σῶφρονα λογισμόν καί καρδίαν νήφουσαν, φόβον ἀγαθόν εἰς τό είδέναι τὰς ἐντολάς Σου, ἄνεσιν βίου καί πλατυσμόν τής ψυχής.
Διασκέδασον αυτόῦ τοῦς ἀτόπους λογισμούς, νοήματα ἀκαίρου θανάτου, ὐπόνοιαν νοσηράν ἀνυποστάτων κινδύνων, γνώμην τήν ἀπέλπιδα πρὸς ἔργα ἀγαθά καί Σοί εὐάρεστα, ὔπνον ταραχώδη καί φαντασμάτων πονηρῶν γέμοντα, ἰνδάλματα τής τοῦ εχθροῦ μαγγανείας, λύπην πρός αὐτοχειρίαν ὀδηγοῦσαν, μή κατά Θεόν μονήρη βίον, ὀρμάς ἀτάκτους καί ἐπαναστάσεις νοός, ἐπήρειαν δαιμονικήν ἄλγη έπιφέρουσαν τοῖς ἀνθρῶποις ποικίλα καί πᾶσαν ἐπιβουλήν κατ’ αύτοῦ ὀρατήν τε καί ἀόρατον τήν ἐκ τής φοβίας προερχομένην τού δούλου Σου τούτου.
Συ γάρ ει ό λύσας τῶν Μυροφόρων τον φόβον, ό θαρσύνας τόν ἐπί τής κλίνης παραλυτικόν, ό ἐπιδείξας εὐσπλαγχνίαν ἐπί τήν χήραν τής Ναΐν, ό θανάτω θάνατον πατήσας, ὸ τῶν ἀγωνιζομένων ἔτοιμος βοηθός, ὸ ειπών ὄτι μεθ’ ἠμῶν ἔσει πάσας τάς ἠμέρας τής ζωής ἠμῶν, ό σκεδάσας πᾶσαν ἀρρωστίαν τῶν βροτῶν καί καταργήσας τό κράτος τοῦ ἐχθροῦ καί Σοί τήν δόξαν άναπέμπομεν σὺν τῶ Πατρί καί τῶ Άγίω Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αιῶνας τῶν αἰώνων.

ΕΥΧΗ ΔΕΥΤΕΡΑ
ΔΙΑ ΒΡΕΦΗ ΠΑΙΔΙΑ ΚΑΙ ΜΕΙΡΑΚΙΣΚΟΥΣ ΜΗ ΕΧΟΝΤΑΣ ΥΠΝΟΝ ΓΑΛΗΝΙΟΝ ΑΛΛ’ ΕΚΤΑΡΑΣΣΟΜΕΝΟΝ ΥΠΟ ΦΟΒΙΩΝ ΚΑΙ ΟΝΕΙΡΩΝ ΑΠΑΤΗΛΩΝ ΚΑΙ ΕΠΗΡΕΙΑΣ ΔΑΙΜΟΝΩΝ

Τοῦ Κυρίου δεηθώμεν.

Κύριε Ίησοῦ Χριστέ, ό Θεός ἠμῶν, ό τῶν  παίδων φύλαξ καί χορηγός αύτοῖς τών προς αΰξησιν καί τελειοποίησιν ἀγαθῶν, ό τα βρέφη καί τα παιδία ἐναγκαλισάμενος μετά πατρικής αγάπης καί τιθείς έπ’ αύτά τάς ἀχράντους Σου χεΐρας, ό μη κωλύων ἔλθειν πρὸς σε τούς μειρακίσκους, ό τήν ῶραν τής ήλικίας αύτῶν ὠς τέλειος ἄνθρωπος διελθῶν, ό καταθαμβώσας δωδεκαετής ὠν ἐν τῶ Ίερῶ τούς σοφούς διδασκάλους, ό ἰατρός καί θεραπευτής πάσης άσθενείας, ή ἐλπίς τῶν ἀπηλπισμένων, τό θάρσος τών δεδοικότων τήν ένέργειαν τοῦ διαβόλου, ή χαρά τῶν νέων, ό διασκεδάζων πᾶσαν βουλήν καί ἐπήρειαν τοῦ ἀντικειμένου, ἐπάκουσον ἠμῶν τῶν προς Σε δεομένων καί δός τῶ παιδίω τούτω ὔπνον ειρηνικόν καί πάσης σατανικής φαντασίας ἀπηλλαγμένον. Άποδίωξον άπ’ αύτού πάντα τών πονηρῶν πνευμάτων τάραχον. Διασκέδασον πάσαν φοβίαν πονηράν, τρόμον καί ψυχικόν συντριμμόν αύτῶ ἐμποιούσαν. Σόφισον αύτό είς τό ἐπιγνῶναι τάς παγίδας τοῦ ἐχθροῦ. Παύσον τήν φενάκην τῶν ἀνυποστάτων ονείρων καί λῦσον τόν ὄχλον τών οχληρῶν τοῦ νοός αύτου λογισμῶν.
Διανάστησον αύτό έν τή πρωία υγιές, εἰρηνικόν καί πάσης νυκτερινῆς στενώσεως ἄζυγον. Έτοίμασον αύτό προς ἐργασίαν τῶν ἐντολῶν Σου, τής κατ’ ἄμφω σοφίας ποίησον δόκιμον θηρευτήν καί πᾶσης τού δεινού βελίαρ παγίδος ἐλεύθερον.  Ναι, Κύριε ’Ιησοῦ, ἀεί σκέπε τόν δούλον σου τούτον έν τή σκέπη τῶν πτερύγων σου καί τή πρεσβεία τής Ύπεραγίας Θεοτόκου, τής Άχράντου καί Παναμώμου Μητρός Σου καί πάντων τῶν ‘Αγίων σου δῶρησαι αύτῶ πάν σωτήριον ἀγαθόν.
Συ γάρ εΐ, Κύριε, ό σκεπαστής τῶν μειρακίσκων, τῶν παιδίων ή βακτηρία καί τών βρεφῶν ή τροφή καί ή μέριμνα, καί Σοί τήν δόξαν ἀναπέμπομεν συν τῶ Άνάρχω σου Πατρί καί τω Παναγίω και Ζωοποιοιῶ Πνεύματι νῦν καί ἀεί καί είς τούς αιῶνας τῶν αιώνων.’Αμήν.

ΕΥΧΗ ΕΤΕΡΑ
ΕΙΣ ΠΑΣΑΝ ΕΠΗΡΕΙΑΝ ΔΑΙΜΟΝΙΚΗΝ ΤΕ ΚΑΙ ΜΑΓΓΑΝΕΙΑΝ ΚΑΙ ΕΙΣ ΑΠΕΙΛΗΝ ΜΑΓΕΙΩΝ ΚΑΙ ΣΚΟΤΕΙΝΩΝ ΕΠΙΝΟΗΣΕΩΝ ΤΩΝ ΚΑΚΩΝ ΦΘΟΡΟΠΟΙΩΝ ΑΝΘΡΩΠΩΝ

Τοῦ Κυρίου δεηθώμεν.

Κύριε Ίησοϋ Χριστέ, 6 Θεός ήμών, ό έλθών επί γης, ΐνα λύσης τα έργα του σκότους καί θεραπεύσης τους κακῶς ἔχοντας ποικίλαις νόσοις καί βασάνοις συνεχομένους καί δαιμονιζόμενους καί σεληνιαζομένους καί παραλυτικούς, ό δους τοῖς Άποστόλοις Σου τήν έξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὸ καταβαλών τους πονηρούς δαίμονας λόγω, ὸ ιατρός των ἐνεργουμένων εν τοΐς Γαδαρηνοῖς, ὸ ἰάσας τον κωφόν δαιμονιζόμενον, ό φανερώσας τήν κακουργίαν τῶν ἀντικειμένων τη σωτηρία ἠμῶν νοητῶν αἰθιόπων, ὸ τὴν θυγατέρα τής Χαναναίας ἐλεήσας, ὸ τον σεληνιαζόμενον νέον τοῦ ολιγόπιστου πατρός ἐλευθερώσας, ό τῶ Σταυρῶ Σου καί τή Σή Άναστάσει συντρίψας τό κράτος τοῦ ἐχθροῦ, ὸ είπῶν τοῖς μαθηταῖς Σου ἐν τῶ ἀναληφθήναι Σε εν τῶ οὐρανῶ, ὄτι ἐν τὤ ὀνόματί μου δαιμόνια ἐκβάλλετε, ό δους ἠμῖν φάρμακον ἀλεξίκακον τον πανάγιον Σῶμα καί ζωοποιόν Αίμα Σου, Δέσποτα τών ἀπάντων καί Κύριε ουρανού τε καί γης καί τῶν καταχθονίων, μή παρίδης τήν δέησιν ἠμῶν τῶν ἀμαρτωλῶν δούλων Σου, άλλ’ ἐπάκουσον ἠμῶν δεομένων Σου ἐν συντριβή καρδίας και ταπεινώσει πνεύματος δεόμενων Σου και ἀπάλλαξον τον δοῦλον σου (δείνα) ἐκ τής τοῦ ἀρχεκάκου ἐχθροῦ ἐνεργείας. Λῦσον τας μαγγανείας καὶ μαγικάς ἐπινοήσεις τῶν φθοροποιῶν ἀνθρῶπων τή συνεργεία τοῦ διαβόλου κατά τοῦ ἐνεργουμένου δούλου σου. ΙΙαῦσον την ζάλην καὶ τὴν σύγχυσιν τοῦ νοός αύτοῦ. Άπέλασον τούς ἀπέλπιδας λογισμούς, τάς ἀσθενείας καί τήν ἐκ τοῦ βελίαρ φοβίαν τοῦ δούλου σου (τοϋδε) καί πάσαν ἄλλην ἀπειλήν καί κακουργίαν τῶν στυγερῶν καὶ καταχθονίων πνευμάτων κατ’αύτοῦ διασκέδασον.
Δός αύτῶ ειρήνην τῶν λογισμῶν, σώματος εὐεξίαν, ὐγιείαν κατ’ ἀμφω, φόβον Θεοῦ, αγάπην πρὸς Σε, θέλημα καί πράξεις ἀγαθάς, ζωήν εὐσεβή.
Συ γάρ εί, Κύριε, ό εὔσπλαγχνος τῶν χειμαζομένων πατήρ, ὸ καταργήσας τὸν τὸ κράτος ἔχοντα
τοῦ θανάτου, τούτέστιν τόν διάβολον, ὸ συναγωνιζόμενος ἠμῖν έν τοῖς ἀγαθοῖς, ὸ φίλος, ἀδελφός καί σωτήρ τῶν ἀνθρῶπων καί Σοί τὴν δόξαν καὶ τιμήν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν σὺν τῶ Πατρί καί τῶ Άγίω Πνεύματι νῦν καὶ ἀεί καὶ εἰς τούς αιῶνας τῶν αιώνων.’Αμήν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς

Ἤχος β'. "Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.


Θάρσος καί χαράν διηνεκή, βίον γαληναίον Σωτήρ μου, καί τοϋ νοός φωτισμόν, της χαρδίας πτέρωσιν, ψυχής άνάτασιν, νοημάτων εύθέτησιν, καί πίκρας φοβίας, τών ποικίλων θλίψεων την άπολύτρωσιν, άνεσιν εκ βλάβης καί τρόμου, τών μαγγανειών τοΰ βελίαρ, δίδου τοΐς σοΐς δούλοις ’Απειράγαθε.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης