Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Φιλήμονα   Empty Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Φιλήμονα

Την / Το Σαβ Νοε 23, 2019 4:08 am
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Φιλήμονα  

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου.
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Φιλήμονα   Filimo10
Εορτάζετε στις 22 Νοεμβρίου


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Τὴν τῶν θαυμάτων δωρεὰν κεκτημένος, ὡς εὐσεβείας ἀληθὴς φυτοκόμος, τοὺς εὐλαβῶς προστρέχοντας τῷ θείῳ σου ναῷ, πρόφθασον καὶ λύτρωσαι, ἐκ πικρῶν νοσημάτων, πᾶσι παρεχόμενος, τὴν κατ’ ἄμφω ὑγείαν, σὺ γὰρ ταχὺς ὑπάρχεις ἰατρός, ἱεροκῆρυξ, Φιλῆμον τοῖς πάσχουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς ἐν τοῖς Θεοτοκίοις Κυρίλλου.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δυνάμει ἁγίων σου πρεσβειῶν, ἰσχὺν κατὰ πάσης, ἐπινοίας τοῦ πονηροῦ, δίδου τοῖς ἱκέταις σου Φιλῆμον, ἐν πατρικῇ συμπαθείᾳ δεόμεθα.

Ὡς δεδοξασμένος παρὰ Θεοῦ, θερμὸς ἀντιλήπτωρ, ἐπιφάνηθι τοῖς πιστοῖς, αὐτοὺς ἐξαιρούμενος κινδύνων, τῇ χάριτί σου Φιλῆμον Ἀπόστολε.

Ἐπίβλεψον δεῦρο ἐν ἱλαρῷ, ὄμματι Φιλῆμον, καὶ ἐπόμβρησον δαψιλῶς, τὴν δρόσον τῆς θείας χάριτός σου, τοῖς προσφοιτῶσι ναῷ τῷ ἁγίῳ σου.

Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, ἄχραντε Παρθένε, χάριτός Σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν θαυμάτων τὴν χάριν πεπλουτηκὼς ἄνωθεν, δεῦρο νοσημάτων ἀκέστωρ, ψυχῆς καὶ σώματος, ἡμῖν φαινόμενος, τοῖς ἐν ψυχῆς ταπεινώσει, ἐπικαλουμένοις σε, Φιλῆμον ἔνδοξε.

Τῶν Ῥοδίων ἡ νῆσος τὸν ἱερὸν οἶκόν σου, ἄλλην Σιλωὰμ κολυμβήθρα, Φιλῆμον κέκτηται, ἀναπηγάζουσαν, τῶν ἰαμάτων τὰ ῥεῖθρα, καὶ παθῶν ξηραίνουσαν, ἅπαντα βόρβορον.

Μὴ ἐλλίπῃς πρεσβεύων ὡς εὐμενὴς πάντοτε, ὑπὲρ τῶν πιστῶς προσιόντων, ἐν τῷ λειψάνῳ σου, ὡς ἂν οἱ ἄθλιοι, ἐκ συμφορῶν ἀδοκήτων, λυτρωθῶμεν τάχιστα, Φιλῆμον ἔνδοξε.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων Σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές Σε, ὡς Θεομήτορα.


Διάσωσον, ἐπιφοιτήσει Φιλῆμον τῆς χάριτός σου, ἀσθενειῶν τῶν κατ’ ἄμφω δεόμεθα, τοὺς τῶ ναῶ σου προστρέχοντας τῷ ἁγίω.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην λαμπρὸν καὶ φύλακα ἀνύστακτον, ταχὺ ἰατρόν, ἐν νόσοις κεκτημένοι σε, οἱ πιστοὶ ἱκέτες σου, εὐλαβῶς ὑμνοῦμέν σε κράζοντες· χαίροις Φιλῆμον ἄνερ ἀγαθέ, Χριστοῦ τοῦ Θεοῦ, κῆρυξ ὁ ἔνθεος.


Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοὺς οἰκτρῶς κινδυνεύοντας, ἐν ταῖς περιστάσεσιν ἱκετεύομεν, ὦ Φιλῆμον ἡμᾶς λύτρωσαι, φιλανθρωπεστάτῃ ἀντιλήψει σου.

Ἰδοὺ πάντες προστρέχομεν, καὶ ἐπικαλούμεθα τὴν πρεσβείαν σου, ἵνα εὕρωμεν ἐν θλίψεσι, ταῖς βιοτικαῖς Φιλῆμον ἄνεσιν.

Συντριβέντα με πταίσμασι, συμπαθῶς ἀνόρθωσον τῇ σῇ χάριτι, καὶ συντήρει ἀπαράτρεπτον, ἐν Θεοῦ Φιλῆμον τοῖς προστάγμασι.

Θεοτοκίον.
Ῥῦσαι ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους Σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, ὦ Φιλῆμον τὴν διάνοιαν, ἵνα πάντοτε φυλάττωμεν πιστῶς, τοῦ οἰκτίρμονος Θεοῦ τὰ δικαιώματα.

Βλῦσον δαψιλῶς, ἀντιλήψεώς σου νάματα, τοῖς στενάζουσιν ἐν βίου συμφορῶν, ὦ Φιλῆμον παμμακάριστε τῷ καύσωνι.

Δίδου συμπαθῶς, εὐπραγίαν τῇ πρεσβείᾳ σου, καὶ ψυχῆς ἀσθενειῶν ἀπαλλαγήν, τοῖς προστρέχουσι Φιλῆμον τῷ λειψάνῳ σου.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, τῶν ἀνθρώπων γὰρ τὸν μέγαν ἰατρόν, ἐξ αἱμάτων Σου ἁγίων ἀπεκύησας.


Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων, τῇ δωρεᾷ τοῦ Πνεύματος, ὑπεδέξω τὴν σωτήριον χάριν, Εὐαγγελίου Φιλῆμον ὡς κῆρυξ, καὶ Ἱεράρχης καὶ Μάρτυς σεβάσμιος· διὸ χορήγει τοῖς πιστοῖς, εὐρωστίαν ψυχῆς τε καὶ σώματος.

Τῆς Ῥόδου, ὁ κραταιὸς ὑπέρμαχος, καὶ ταχύτατος πιστῶν ἀντιλήπτωρ, θεομακάριστε θεῖε Φιλῆμον, τῆς ἀλογίας παθῶν ἐλευθέρωσον, τοὺς εὐφημοῦντάς σε πιστῶς, ὡς τοῦ Λόγου σεβάσμιον κήρυκα.

Ὑψόθεν, ὡς εὐμενὴς ἐπίβλεψον, τοὺς προστρέχοντας τῷ θείῳ ναῷ σου, καὶ τούτοις δίδου Φιλῆμον θεόφρον, τὴν δραστικήν σου ἐν πᾶσι βοήθειαν· σὺ γὰρ προστάτης κραταιός, τοῖς ἱκέταις σου πάντοτε δείκνυσαι.

Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα· ὅθεν τῆς δόξης Σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.


Διάσωσον, ἐπιφοιτήσει Φιλῆμον τῆς χάριτός σου, ἀσθενειῶν τῶν κατ’ ἄμφω δεόμεθα, τοὺς τῷ ναῷ σου προστρέχοντας τῶ ἁγίω.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς τοῦ Χριστοῦ θεολόγος Ἀπόστολος, καὶ Ἱεράρχης καὶ Μάρτυς περίδοξος, Φιλῆμον θερμῶς καθικέτευε, ὑπὲρ ἡμῶν τῶν πιστῶς αἰτουμένων σε, προστάτην ἐν βίῳ θερμότατον.


Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-22).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Παύλῳ ἐφεπόμενος, τῷ θαυμαστῷ διδασκάλῳ, λόγον τὸν σωτήριον, ἱερῶς τοῖς ἔθνεσιν ἀνεκήρυξας, καὶ ἀμπεχόμενος, τῆς ἱεραρχίας, τὴν στολὴν πρὸς τὸ μαρτύριον, Φιλῆμον ἔνδοξε, ἐν ἀγαλλιάσει κατέσπευσας, καὶ ἔλαβες τὸν στέφανον, παρὰ τοῦ Κυρίου τρισσόκλεον· ὅθεν ἐν ὑψίστοις, ἐν δόξῃ παριστάμενος Θεῷ, ἀκαταπαύστως μνημόνευε, τῶν ἀνευφημούντων σε.


Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ ἁγίῳ ναῷ σου, τοὺς προστρέχοντας πόθῳ Φιλῆμον κῆρυξ Χριστοῦ, παντοίων νοσημάτων, καὶ πόνων καὶ σκανδάλων, ψυχοφθόρων ἀπάλλαττε, ὑπὲρ αὐτῶν δυσωπῶν, Θεὸν τὸν ἐν Τριάδι.

Ὡς οὐράνιος μύστης, θεομάκαρ Φιλῆμον τῶν μυστηρίων Χριστοῦ, ἡμῶν ἐν ταῖς καρδίαις, αὐτοῦ τὸν θεῖον φόβον, ταῖς εὐχαῖς σου ἐμφύτευσον, ὡς ἂν τοῦ βίου καλῶς, ὁδεύσωμεν τὴν τρίβον.

Σωτηρίας Φιλῆμον, κεκτημένοι λιμένα τὰς δραστικάς σου εὐχάς, παθῶν τῆς τρικυμίας, καὶ ζάλης ἁμαρτίας, ἐκλυτρούμεθα ᾄδοντες, αἶνον πιστῶς τῷ Θεῷ, τῷ θαυμαστώσαντί σε.

Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων τῶν ἐν βίῳ συντήρει ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς Σοι· χαῖρε Παρθένε ἁγνή, τοῦ κόσμου προστασία.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Οἴκτειρον πάντας, τοὺς τῷ ἁγίῳ σου οἴκῳ, θεοδόξαστε Φιλῆμον προσιόντας, ῥυόμενος τούτους, ἐχθροῦ τῆς πανουργίας.

Ἡ προϊούσα, ἐκ τοῦ λειψάνου σου χάρις, τοῖς ἐν βίου δυσπραγίαις θλιβομένοις, ἄνεσις γενέσθω, Φιλῆμον γλυκυτάτη.

Σὺν Ὀνησίμῳ, καὶ τῇ ἐνδόξῳ Ἀπφίᾳ, καὶ Ἀρχίππῳ παμμακάριστε Φιλῆμον, ἐν πάσῃ ἀνάγκῃ, ἡμᾶς περιφρουρεῖτε.

Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείαις Σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν Σε, ὡς μόνην Θεοτόκον.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπόστολε Φιλῆμον, τὰ δι’ ἁμαρτίας, ἐπισυμβάντα ἡμῖν ἀῤῥωστήματα, τῆς χάριτός σου βοτάνῃ, ἴασαι τάχιστα.

Ἱλέωσαι Φιλῆμον, τὸν δοξάζοντά σε, ὑπερφυῶς τῶν θαυμάτων δυνάμεσι, ἡμῖν τοῖς σπεύδουσι πίστει, τῇ ἀντιλήψει σου.

Συνὼν ἐν τοῖς ὑψίστοις, πᾶσι τοῖς Ἁγίοις, τὸν Λυτρωτὴν σὺν αὐτοῖς καθικέτευε, ὑπὲρ ἡμῶν ὦ Φιλῆμον, τῶν εὐφημούντων σε.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους Σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις ὁ τοῦ Παύλου συγκοινωνός, καὶ Εὐαγγελίου θεοφόρος μυσταγωγός· χαίροις εὐσεβείας, ἡ θεηγόρος σάλπιγξ, Ἀπόστολε Φιλῆμον, θεομακάριστε.

Χαίροις τῶν Γαζαίων θεῖος ποιμήν, καὶ Κολοσσαέων, ὦ Φιλῆμον λαμπρὸς φωστήρ· χαίροις Ἐκκλησίας, ἡ φαεινὴ λυχνία, ἡ κόσμῳ ἐφαπλοῦσα, τὸ φῶς τῆς γνώσεως.

Παύλῳ θεοφρόνως μαθητευθείς, τοῦ Εὐαγγελίου ἐξανέτειλας τὴν αὐγήν, ἀνθρώπους φωτίζων, Χριστοῦ τῇ ἐπιγνώσει, ὡς ἔνθεος Φιλῆμον, Αὐτοῦ Ἀπόστολος.

Ῥόδος ἡ περίφημος ἐπὶ σοί, Ἀπόστολε χαίρει, μεγαλύνουσα τὸν Θεόν, ὅτι ἰατρεῖον, ἀδάπανον πασχόντων, ἀνέδειξε Φιλῆμον, τὸν θεῖον οἶκόν σου.

Κρήνην ἰαμάτων οἱ εὐσεβεῖς, πλουτοῦντες τὴν θήκην, τοῦ λειψάνου σου τοῦ σεπτοῦ, ἐν εὐγνωμοσύνῃ, τὴν μνήμην σου τελοῦμεν, αἰτούμενοι Φιλῆμον, τὴν προστασίαν σου.

Ἔχων ἰαμάτων τὴν δωρεάν, πέλεις τῶν νοσούντων, δραστικώτατος ἰατρός, πάθη θεραπεύων, ψυχῶν τε καὶ σωμάτων, Φιλῆμον τῷ φαρμάκῳ, τῆς προμηθείας σου.

Δεῦρο παρεχόμενος συμπαθῶς, τὴν βοήθειάν σου, ἐν τοῦ βίου ταῖς συμφοραῖς, ἡμῖν τοῖς φωνοῦσιν, ἐν ἀσφαλεῖ ἐλπίδι, θερμῶς τὸ ὄνομά σου, Φιλῆμον ἔνδοξε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Αἵματι Μαρτύρων ἐπιβάς, κούφως τὴν οὐράνιον εὗρες, Φιλῆμον ἄνοδον, καὶ ζωὴν ἐσκήνωσας, ἐν ταῖς λαμπρότησι, τῷ Χριστῷ παριστάμενος, καὶ δόξης τῆς θείας, ταῖς ἀκτίστοις λάμψεσι, καταυγαζόμενος· ὅθεν, τοὺς προστρέχοντας πίστει, τῶ χαριτοβρύτῳ ναῷ σου, λύτρωσαι πρεσβείαις σου ἐκ θλίψεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης