Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Άγιον Απόστολον Βαρνάβα Empty Χαιρετισμοί εις τον Άγιον Απόστολον Βαρνάβα

Την / Το Σαβ Νοε 23, 2019 2:57 pm
Χαιρετισμοί εις τον Άγιον Ένδοξον Απόστολον Βαρνάβα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Χαιρετισμοί εις τον Άγιον Απόστολον Βαρνάβα Varnav10

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Χριστεπωνύμου ἀπαρχὴν χορείας κλήσεως καὶ διαπρύσιον Ἀπόστολον καὶ κήρυκα ἀληϑείας ψυχοτρόφου Εὐαγγελίου τοῦ σεπτοῦ φαιδρῶς, Βαρνάβαν, εὐφημήσωμεν ὡς τῆς Κύπρου ἀντιλήπτορα καὶ καύχημα μέγα κράζοντες· Χαίροις, σκήνωμα χάριτος.

Αὖχος τῆς Ἐκκλησίας νήσου Κύπρου, Βαρνάβα, ᾿Απόστολε καὶ Μάρτυς Κυρίου, (ἐκ γ᾽) παρακλήσεως ὄντως υἱέ, ἰατρὲ καὶ ῥῦστα ταχινὲ ϑλίψεων, ἐπάκουσον δεήσεων ἡμῶν σοι εὐλαδῶς βοώντων·

Χαῖρε, διάκοσμος ᾿Αποστόλων·
χαῖρε, συνόμιλος τῶν ᾿Αγγέλων.
Χαῖρε, Ἐκκλησίας εὐῶδες ὀσφράδιον·
χαῖρε, εὐσεβείας τὸ ϑεῖον γεώργιον.
Χαῖρε, κῆρυξ διαπρύσιος σωτηρίων ἐντολῶν·
χαῖρε, σάλπιγξ ἡ μεγάφωνος ψυχοτρόφων ἀρετῶν.
Χαῖρε, κέδρος εὐώδης τῶν ὀρέων τῆς Κύπρου·
χαῖρε, κλέος ἐνδόξων ᾿Αποστόλων Κυρίου.
Χαῖρε, ἀστὴρ πολύφωτος πίστεως·
χαῖρε, πρηστὴρ τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, χαρίτων ἀκένωτος κρήνη·
χαῖρε, εἰδώλων λατρῶν σκοτομήνη.

Χαίροις, σκήνωμα χάριτος.

Βλάστημα νήσου Κύπρου, ἐκ Λευΐ ἕλκων γένος φυλῆς, Βαρνάβα, Εὐαγγελίου τὰς ἀρχὰς ἐν Ἱερουσαλὴμ καὶ Ἀλεξανδρείᾳ ϑεϊκῇ χάριτι καὶ Ῥώμῃ, πνευματέμφορε, ἐκήρυξας ἀπαύστως ψάλλων·

Ἀλληλούϊα.

Γλῶσσα τῆς σωτηρίας ϑεοκίνητος, Παύλου συνέκδημε, ἐϑνῶν ᾿Αποστόλου, ἀνεδείχϑης, Βαρνάβα σοφέ, καὶ Εὐαγγελίου τῶν ἀρχῶν πρύτανις· διό σε μακαρίζοντες κραυγάζομεν φωναῖς αἰσίαις·

Χαῖρε, ἡ στάϑμη χαρίτων ϑείων·
χαῖρε, ἡ στήλη τῶν ϑαυμασίων.
Χαῖρε, συνεργὸς Παύλου τοῦ οὐρανόφρονος·
χαῖρε, χορηγὸς δωρεῶν τοῦ Παντάνακτος.
Χαῖρε, πάτερ ἐνθεώτατε, ᾿Αποστόλων κορυφή·
χαῖρε, ἄνερ τιμιώτατε, χριστωνύμων χαρμονή.
Χαῖρε, Εὐαγγελίου τὰς ἀρχὰς ὁ κηρύξας·
χαῖρε, πλήϑη τῆς Κύπρου τηλαυγῶς ὁ φωτίσας.
Χαῖρε, βαλδὶς ἀμέμπτου βιώσεως·
χαῖρε, πυξὶς χαρᾶς τῆς ἀτέρμονος.
Χαῖρε, ἐπόπτης Κυπρίων χορείας·
χαῖρε, ὀλέτης ἐχϑίστου μανίας.

Χαίροις, σκήνωμα χάριτος.

Δία σε ἀπεκάλουν οἱ ἐν Λυκαονίᾳ, Βαρνάβα ἁγιώτατε, ὄχλοι, θεωροῦντες ἀξιοπρεπῆ ὄψιν σου, κηρύκων ἱερῶν ἄγαλμα, ἡμεῖς δὲ παῤῥησίαν σου γιγνώσκοντες Θεῷ βοῶμεν·

Ἀλληλούϊα.

Ἔϑνη σαγήνῃ λόγων ἱερῶν σου ζωγρήσας, Βαρνάβα, πνευματέμφορε κῆρυξ τῆς Χριστοῦ ἀληϑείας, σεπτῶν ἁλιέων ὥφϑης τῶν ψυχῶν ἔκτυπον· διό σε μακαρίζοντες ἀπαύστως ἐν χαρᾷ βοῶμεν.

Χαῖρε, φυλῆς τοῦ Λευΐ ὁ γόνος·
χαῖρε, πηγῆς μυστικῆς χειμάῤῥους.
Χαῖρε, ϑείου Παύλου συνέκδημος ἄριστος·
χαῖρε, Παρακλήτου τῆς χάριτος πέλαγος.
Χαῖρε, ὅτι ἐπωνόμασας τοὺς πιστοὺς Χριστιανούς·
χαῖρε, ὅτι κατηγλάϊσας Ἀποστόλων τοὺς χορούς.
Χαῖρε, κλῆμα τὸ φέρον βότρυν ϑεογνωσίας·
χαῖρε, νᾶμα δροσίζον εὐσεθῶν τὰς καρδίας.
Χαῖρε, τεμὼν εἰδώλων τὸν σύνδεσμον.
χαῖρε, λαβὼν χρυσόπλοκον στέφανον.
Χαῖρε, σεπτὸν ἁγιότητος δῶμα·
χαῖρε, ψυχῶν οὐρανόσδοτον μάννα.

Χαίροις, σκήνωμα χάριτος.

Ζῆλον χριστοκηρύκων ἐνδειξάμενος ϑεῖον, Βαρνάβα, ἑβδομήκοντα πρῶτος Ἀποστόλων ἐδείχϑης σαφῶς καὶ τῶν τοῦ Κυρίου Μαϑητῶν δώδεκα, ϑεόφρον, ἰσοστάσιος, ὁ Κτίσαντι διδάσκων ἄδειν·

Ἀλληλούϊα.

Ἤδιστον ἄνϑος Κύπρου καὶ πανεύοσμος κέδρος, Βαρνάβα, τῆς Χριστοῦ Ἐκκλησίας ἐποφϑεὶς εὐωδίᾳ τῶν σῶν πόνων καὶ ἀγώνων ἱερῶν ἥδυνας χριστώνυμον ὁμήγυριν, βοῶσάν σοι φωναῖς εὐτάκτοις·

Χαῖρε, τοῦ Κτίσαντος εὐωδία·
χαῖρε, τῆς πίστεως δᾳδουχία.
Χαῖρε, ἀρετῆς καὶ σοφίας κειμήλιον·
χαῖρε, ἀγωγῆς ἀκραιφνοῦς ἐργαστήριον.
Χαῖρε, ἄνθραξ ὁ πρηστήριος ἐνεργείας ϑεϊκῆς·
χαῖρε, δόναξ ϑεοκίνητος ϑεοπνεύστου διδαχῆς.
Χαῖρε, ὅτι κηρύκων ἀγλαΐζεις χορείας·
χαῖρε, ὅτι δαιμόνων καϑαιρεῖς συστοιχίας.
Χαῖρε, σοφίας στόμα τὸ ἔνϑεον·
χαῖρε, ἁγνείας πόμα τὸ εὔληπτον.
Χαῖρε, στακτὴ καϑηδύνουσα Κύπρον·
χαῖρε, πηγὴ ἀναψύχουσα κόσμον.

Χαίροις, σκήνωμα χάριτος.

Θεῖε τῆς χριστωνύμου ἀρχιτέκτον, Βαρνάβα, σεπτῆς ὀνομασίας, ἰκμάδα κατηνάλωσας πᾶσαν ψυχῆς σῆς ἀρετηφόρου εἰς Χριστοῦ πίστεως διάδοσιν, ᾿Απόστολε, ἀείποτε ὁ πόϑῳ ψάλλων·

Ἀλληλούϊα.

Ἴον Εὐαγγελίου σωστικοῦ μυροδόλον, Βαρνάβα, δυσωδίαν εἰδώλων ἀπεδίωξας καὶ ϑαυμαστῶς εὐωδίαν δίου ἀκραιφνοῦς ἔχεας τοῖς ὕμνοις εὐφημοῦσί σε καὶ ᾷσμασι τερπνοῖς βοῶσι·

Χαῖρε, εἰδώλων ὁ καϑαιρέτης:
χαῖρε, μερόπων ἐκ πλάνης ῥύστης.
Χαῖρε, ὁ φιλήσας Χριστὸν ἐκ νεότητος:
χαῖρε, ὁ ἀϑλήσας ἐν Κύπρῳ ὡς ἄσαρκος.
Χαῖρε, Ῥώμης ἐνδοξότατος καὶ κλεινὸς εἰσηγητής:
χαῖρε, τόλμης λύχνος πάμφωτος καὶ φῶς πίστεως ὀρϑῆς.
Χαῖρε, ᾿Αλεξανδρείας ὁ λαὸν νουϑετήσας·
χαῖρε, τῆς εὐσεβείας ὁ τὸ κράτος φαιδρύνας.
Χαῖρε, κρατὴρ χαρίτων τοῦ Πνεύματος·
χαῖρε, λυτὴρ μανίας τοῦ δαίμονος.
Χαῖρε, φρουρὸς εὐσεβῶν καὶ ἐπόπτης·
χαῖρε, ϑερμὸς νήσου Κύπρου προστάτης.

Χαίροις, σκήνωμα χάριτος.

Κένωσιν ὁ κηρύξας Θεανϑρώπου Κυπρίοις, Βαρνάβα, σῇ ἐφέσει καρδίας ὁλοϑύμῳ καὶ μαρτυρικὸν ὑπομείνας τέλος δι᾽ Αὐτὸν, βράβευε ἡμῖν ἄμφω ὑγίειαν τοῖς κράζουσιν ἐν εὐλαβείᾳ·

Ἀλληλούϊα.

Λίϑων ἐν Σαλαμῖνι τὰς ῥιπὰς Ἰουδαίων καὶ στίφους τῶν λατρῶν τῶν εἰδώλων ὑπομείνας, Βαρνάθα, πυρὶ παρεδόϑης, ἔνϑεε, ἐν ἦ Κτίσαντι ψυχὴν τὴν σὴν παρέδωκας· διό σοι ταπεινῶς φωνοῦμεν·

Χαῖρε, τὸ γέρας τῆς Σαλαμῖνος·
χαῖρε, τὸ κέρας σεμνοῦ ἀγῶνος.
Χαῖρε, σῆς Μονῆς φερωνύμου ὁ ἔφορος·
χαῖρε, ἡ πυξὶς εὐσεβῶν ἡ ἀσάλευτος.
Χαῖρε, ὅτι καϑυπέμεινας χαίρων λιϑοδολισμόν·
χαῖρε, ὅτι ὀλάδης ἔσωσας ποίμνιον τὸ λογικόν.
Χαῖρε, ὁ ἀναργύρως τὰς ἰάσεις παρέχων·
χαῖρε, ὁ ϑεοσόφως κλονουμένους στηρίζων.
Χαῖρε, δοτὴρ τῆς χάριτος ἄφϑονος·
χαῖρε, πρηστὴρ τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, πιστῶν ἐν δεινοῖς ϑυμηδία·
χαῖρε, ἡμῶν ψυχικὴ εὐφορία.

Χαίροις, σκήνωμα χάριτος.

Μάνδρας σου Ἱερέως τῇ ϑερμῇ παρακλήσει, Βαρνάβα, ὑπὲρ λόγον ἀρτίως ἐκ τῆς κλίνης παραλυτικόν, ἰατρὲ νοσούντων χαλεπῶς, ἤγειρας καὶ ἤνοιξας τὰ στόματα πιστῶν περιχαρῶς κραυγάζειν·

Ἀλληλούϊα.

Νίκης λαβών, Βαρνάβα, ἀϊδίου τὸ στέφος ἀπῆλϑες πρὸς Χριστόν, Ὃν ἐπόϑεις, καὶ κατέλιπες Κύπρῳ σορὸν σῶν σεπτῶν λειψάνων, Μᾶρκος ἃ ἔϑηκεν ἐντὸς σπηλαίου, πάνσοφε, κραυγάζων σοι φωναῖς εὐήχοις·

Χαῖρε, ἡ ἔγερσις παραλύτων·
χαῖρε, ἐγκαύχησις τῶν Κυπρίων.
Χαῖρε, τῆς Μονῆς σου κοσμήτωρ καὶ καύχημα·
χαῖρε, νήσου Κύπρου προστάτης καὶ στήριγμα.
Χαῖρε, ὅτι ἀφϑαρτότητος στέφος εἴληφας λαμπρόν:
χαῖρε, ὅτι ὁμηγύρεως πέλεις φύλαξ εὐσεθῶν.
Χαῖρε, τῶν ᾿Αποστόλων ἑδδομήκοντα πρῶτος
χαῖρε, ϑεοκηρύκων κοσμιότης καὶ εὖχος.
Χαῖρε, Χριστοῦ τῆς πίστεως σέμνωμα
χαῖρε, ἐχϑροῦ ὀεδήλου τὸ σύντριμμα.
Χαῖρε, ὁδὸν μαρτυρίου δαδίσας
χαῖρε, πολλῶν ὁ τὸν ζόφον σκεδάσας.

Χαίροις, σκήνωμα χάριτος.

Ξένως τὸ λείψανόν σου ὑποδείξει σου εὗρεν ᾿Ανϑέμιος ὁ ϑεῖος, Βαρνάβα, ἐν σεπταῖς σου βαστάζων χερσὶ τὸ κατὰ Ματϑαῖον, σῶφρον ᾿Ἀπόστολε Κυρίου, Εὐαγγέλιον καὶ ἔψαλλε πανηγυρίζων·

Ἀλληλούϊα.

Ὄλβε Χριστοῦ, Βαρνάβα, τιμαλφές, τὸ σὸν σκῆνος ᾿Ανϑέμιος δωρίσας ἐκϑύμως Πατριάρχῃ πληϑὺν παρ᾽ αὐτοῦ προνομίων, ἄνερ ἀγαϑέ, ἔλαβεν, ἃ κεκτημένη κράζει σοι Κυπρίων Ἐκκλησία ταῦτα·

Χαῖρε, ὁ τύπος τῆς ἀφϑαρσίας·
χαῖρε, ὁ στῦλος ϑεογνωσίας.
Χαῖρε, ᾿Ανθεμίου ἀγώνων ἐνίσχυσις·
χαῖρε, χριστωνύμου λαοῦ ἡ κραταίωσις.
Χαῖρε, Κύπρου ϑεῖε πρόξενε προνομίων ἱερῶν·
χαῖρε, δήμου φύλαξ ἄγρυπνε Ὀρϑοδόξων εὐλαβῶν.
Χαῖρε, ὁ ὑποδείξας ᾿Ανϑεμίῳ σὸν τάφον·
χαῖρε, ὁ διανύσας τῆς ἀϑλήσεως τρίθον.
Χαῖρε, λαμπὰς ϑαυμάτων πολύφωτος·
χαῖρε, παστὰς τῆς ἄνω λαμπρότητος:
Χαῖρε, ἀνὴρ ἀγαϑὸς καὶ γενναῖος·
χαῖρε, λυτὴρ τῶν εἰδώλων ἀνδρεῖος.

Χαίροις, σκήνωμα χάριτος.

Πρᾶε καὶ ταπεινόφρον χριστοκῆρυξ, Βαρνάβα, πυξίον ἀγωγῆς ϑεαρέστου καὶ ἀκρώρεια τῆς ἀρετῆς, ἐκτενῶς δυσώπει τὸν Χριστὸν ἔλεος Αὐτοῦ πέμψαι τὸ ἄμετρον ἡμῖν τοῖς σοὶ τρανῶς βοῶσιν·

Ἀλληλούϊα.

Ρῆτορ τῆς εὐσεβείας, ϑεοφόρε Βαρνάβα, τῆς Κύπρου φωτιστὰ καὶ κοσμῆτορ, ἀποδίωξον αἱρετικοὺς τοὺς προβατοσχήμους ἐκ σεπτῆς ποίμνης σου Κυπρίων τῶν ἑκάστοτε βοώντων σοι ἀξιοχρέως·

Χαῖρε, τὸ φέγγος Θεοῦ ἀγάπης·
χαῖρε, τὸ δέλος εἰδώλων πλάνης.
Χαῖρε, ἱερῶν ἐννοιῶν ἐντευκτήριον·
χαῖρε, ἀρετῶν ϑεϊκῶν ἐργαστήριον.
Χαῖρε, μύστης ἀγαϑότητος Θεανϑρώπου Ἰησοῦ·
χαῖρε, ῥύστης τοῦ φρονήματος τοῦ ματαίου καὶ φϑαρτοῦ.
Χαῖρε, ὅτι προϑύμως διηκόνησας Παύλῳ·
χαῖρε, ὅτι ἐκθύμως ὑπηρέτησας Λόγῳ.
Χαῖρε, ῥητόρων ϑείων ἀκρώρεια·
χαῖρε, κηρύκων πίστεως αὔγασμα.
Χαῖρε, ψυχῆς ὁ ζωώσας δυνάμεις·
χαῖρε, αὐτῆς ὁ μειώσας ἐπάρσεις.

Χαίροις, σκήνωμα χάριτος.

Στήριγμα Ἐκκλησίας τῆς ἐν Κύπρῳ, Βαρνάβα, αὐτὴν ἐξ οὐρανοῦ περιέπεις τῶν δωμάτων καὶ περιφρουρεῖς καὶ στεῤῥῶς στηρίζεις σῇ πολλῇ χάριτι ἐν βίου περιστάσεσιν,  Ἀπόστολε, ϑερμῶς βοῶσαν·

Ἀλληλούϊα.

Τάφον τὸν ἱερόν σου παρακείμενον Μάνδρας σεπτῆς σου, ϑεοφόρε Βαρνάβα, ὡς ἐν ἔαρι, πάτερ, ῥοδών, εὐωδίαν χέοντα ἡμῖν ἄῤῥητον πιστῶς κατασπαζόμενοι βοῶμέν σοι τρανῶς τοιαῦτα·

Χαῖρε, ὁ φοῖνιξ τοῦ Παραδείσου·
χαῖρε, ἡ σάλπιγξ τοῦ Παρακλήτου.
Χαῖρε, ἀϑλητῶν ὁ ζηλώσας παλαίσματα·
χαῖρε, εὐσεβῶν ὁ πληρῶν τὰ αἰτήματα.
Χαῖρε, ἄγαλμα ϑεόγλυπτον πόνων ἀποστολικῶν·
χαῖρε, οἴκημα ϑεότευκτον ἀρετῶν μαρτυρικῶν.
Χαῖρε, μύρον εὐῶδες ἐκ σοῦ τάφου ὁ βλύζων·
χαῖρε, ῥόδον χαρίτων καὶ ἰάσεων ῥεῖϑρον.
Χαῖρε, νοσοῦσι νέμων ἰάματα·
χαῖρε, πιστοῖς παρέχων τὰ πρόσφορα.
Χαῖρε, κρουνὸς ϑαυμασίων ἀείῤῥους·
χαῖρε, σκηπτὸς κατ᾽ ἀνθρώπων τοῦ ἄχϑους.

Χαίροις, σκήνωμα χάριτος.

‘’Υμνων εὐήχων μύροις καταῤῥαίνομεν τάφον, ᾿Απόστολε, σὸν ϑεῖον, Βαρνάβα, καὶ πληρούμενοι ἐξ ἀσπασμοῦ τούτου δωρημάτων ϑεϊκῶν κράζομεν· ἡμᾶς εὐλόγει πάντοτε Θεὸν δοξολογοῦντας οὕτως·

Ἀλληλούϊα.

Φέγγει ἀδιαλείπτων προσευχῶν σου, Βαρνάβα, φωτίζεις εὐσεβῶν τὰς καρδίας καὶ ἀχλὺν ἐκδιώκεις ταχὺ ἀσεβείας, φίλε τοῦ Χριστοῦ γνήσιε, διό σοι πίστει κράζομεν οἱ κείμενοι παϑῶν ἐν ζόφῳ·

Χαῖρε, ἡ λάμψις Θεοῦ σοφίας·
χαῖρε, ἡ σδέσις τῆς ἀγνωσίας.
Χαῖρε, ὁ φωτίσας τοῦ κόσμου τὰ πέρατα·
χαῖρε, ὁ συντρίψας σοῖς λόγοις τὰ εἴδωλα.
Χαῖρε, φάρος παμφαέστατος ἐν Χριστῷ καινῆς ζωῆς·
χαῖρε, στῦλος ἀδιάσειστος καϑαρᾶς διαγωγῆς.
Χαῖρε, ὅτι διώκεις τοῦ ϑανάτου σκοτίαν·
χαῖρε, ὅτι αὐγάζεις ϑεϊκὴν εὐσπλαγχνίαν.
Χαῖρε, ἡ δᾷς Χριστοῦ ἀγαϑότητος·
χαῖρε, ὁλκὰς Αὐτοῦ τῆς χρηστότητος.
Χαῖρε, αὐγὴ τῶν πιστῶν σωτηρίας·
χαῖρε, δαρὺ πλῆγμα πλάνου μανίας.

Χαίροις, σκήνωμα χάριτος.

Χάριτος ἐκμαγεῖον καὶ χειμάῤῥους ἐλέους, Βαρνάβα, κατοικτίρεις τοὺς πίστει ἀνυμνοῦντάς σε καὶ εὐλαβῶς προσκυνοῦντας τάφον σου σεπτόν, Ἅγιε, τὸν βλύζοντα ἰάματα τοῖς ἄδουσι Χριστῷ ἐκϑύμως·

Ἀλληλούϊα.

Ψάλλειν σὴν παῤῥησίαν, ἥνπερ ἔχεις, Βαρνάβα, πρὸς Κύριον, Αὐτοῦ Ἐκκλησίας ὡς Ἀπόστολος καὶ ἀϑλητής, ὁ ἐν Σαλαμῖνι γέρα δεξάμενος ϑεόϑεν ἀφϑαρτότητος, ἀξίωσον τοὺς σοὶ βὀοῶντας·

Χαῖρε, Κυπρίων ὁ παρακλήτωρ·
χαῖρε, καμνόντων ταχὺς ἀκέστωρ.
Χαῖρε, Ἀποστόλων τοὺς τρόπους μιμούμενος·
χαῖρε, Ἰουδαίων ἰσχὺν μὴ πτοούμενος.
Χαῖρε, ὅτι φῶς ἀνέτειλας ἐκ σοῦ τάφου τῷ λαῷ·
χαῖρε, ὅτι ἐπεβράδευσας σϑένος εὐσεβῶν χορῷ.
Χαῖρε, ὁ ἀναμένων καινισμὸν τῆς σῆς Μάνδρας·
χαῖρε, ὁ πᾶσι νέμων δόσεις σῆς εὐσπλαγχνίας.
Χαῖρε, ἐκγόνων Αγαρ ἡ δίωξις·
χαῖρε, Κυπρίων ἄλγους ἡ πράῦνσις.
Χαῖρε, ἐχϑρῶν συντριδὴ ἐσομένη·
χαῖρε, πιστῶν χαρμονὴ ἡ μεγάλη.

Χαίροις, σκήνωμα χάριτος.

Ὤ Κυπρίων ἀκέστορ καὶ φρουρὲ καὶ προστάτα, Βαρνάβα, τῶν εἰς σὲ προστρεχόντων (ἐκ γ᾽) καὶ ὑμνούντων σε ὡς ἀγαϑὸν ἄνδρα, χαρισμάτων τοῦ Θεοῦ ἔμπλεων, εὐλόγει καὶ ἁγίαζε τοὺς κράζοντας ἐν κατανύξει·

Ἀλληλούϊα.

Καὶ αὖϑις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Χριστεπωνύμου ἀπαρχὴν χορείας κλήσεως καὶ διαπρύσιον Ἀπόστολον καὶ κήρυκα
ἀληϑείας ψυχοτρόφου Εὐαγγελίου τοῦ σεπτοῦ φαιδρῶς, Βαρνάβαν, εὐφημήσωμεν
ὡς τῆς Κύπρου ἀντιλήπτορα καὶ καύχημα μέγα κράζοντες· Χαίροις, σκήνωμα χάριτος.

Δίστιχον.
Χαῖρε, Βαρνάβα, σὺν ἀγαϑῷ λευΐτῃ,
Γαβριήλ, ἔκραξε Χαραλάμπης πόϑῳ.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης