Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παραμυθίας Ρόδου Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παραμυθίας Ρόδου

Την / Το Τετ Νοε 27, 2019 12:30 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παραμυθίας Ρόδου

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παραμυθίας Ρόδου Paramu10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Ὡς τὸν Δεσπότην τῶν ἁπάντων τεκοῦσα, Παραμυθία Παναγία Παρθένε, παραμυθίαν δίδου καὶ βοήθειαν, πᾶσι τοῖς προσπίπτουσι, τῇ σεπτῇ Σου Εἰκόνι, ἥνπερ ἐχαρίτωσας, ἐνεργείᾳ ἀΰλῳ· καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, ἡμᾶς ἀπάλαττε πάντοτε Δέσποινα.

Δόξα. Ὅμοιον.
Ὡς ἐλυτρώσω πειρατῶν τῆς μανίας, Βατοπαιδίου τὴν ἁγίαν Μονήν Σου, ἐκ τῆς σεπτῆς Εἰκόνος Σου φωνήσασα, οὕτω πάσης θλίψεως καὶ παντοίων κινδύνων, ῥύου ἡμᾶς Δέσποινα, τῇ θερμῇ ἀρωγῇ Σου• παραμυθίαν γάρ Σε ἀληθῆ, καὶ προστασίαν κεκτήμεθα, Ἄχραντε.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι• εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ• Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς•
Παραμύθει ἡμᾶς ὦ Παρθένε. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Κεχαριτωμένη, τὰς δεήσεις καὶ τὰς φωνάς, προσδέχου ἡμῶν Παραμυθία, καὶ πολυτρόπων ἡμᾶς ῥῦσαι θλίψεων.

Ἀγγέλων ὑπάρχουσα Βασιλίς, καὶ πάντων ἀνθρώπων, σωτηρία καὶ προσφυγή, καὶ παραμυθία, Θεοτόκε, ἐν πάσῃ θλίψει ἡμᾶς παραμύθησαι.

Ῥυσθέντες τῆς πάλαι ἐπιδρομῆς, Ἁγνὴ Θεοτόκε, ἐκβοῶμέν Σοι ἐκ ψυχῆς• πάσης ἀπειλῆς ἐπερχομένης, Παραμυθία ἡμᾶς ἀπολύτρωσαι.

Ἀφθόρως τεκοῦσα τὸν Ποιητήν, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, φθορᾶς παθημάτων καὶ κινδύνων, ταύτην τὴν μάνδραν Σου φύλαττε ἄτρωτον.


'Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μετανοίας πρὸς τρίβον, καὶ πρὸς ζωὴν ἔνθεον, πάντοτε ὁδήγει, Παρθένε, ἐπιστασίᾳ Σου, τοὺς καταφεύγοντας, Παραμυθία ἐν πίστει, τῇ σεπτῇ Εἰκόνι Σου καὶ Σὲ δοξάζοντας.

Ὑπὸ πλήθους πταισμάτων, κατασχεθεὶς πέπτωκα, καὶ ἐν ἀθυμίᾳ ὑπάρχων, πιστῶς κραυγάζω Σοι• Σύ με ἀνάγαγε, ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης, ὡς ἡμῶν βοήθεια, Παρθένε Ἄχραντε.

Θεϊκῆς συμπαθείας, ἡ ἱλαρὰ ὄψις Σου, πλήρης καθορᾶται, Παρθένε, ἐν τῇ Εἰκόνι Σου• διὸ βοῶμέν Σοι, παραμυθίαν παράσχου, καὶ δεινῶν ἐκλύτρωσιν, ἡμῖν τοῖς δούλοις Σου.

Ἐξ ἐφόδου μανίας, πειρατικῆς ἔσωσας, τοῦ Βατοπαιδίου, Παρθένε, πάλαι τὴν μάνδραν Σου• ἀλλὰ διάσῳζε, Παραμυθία καὶ ταύτην, τὴν ἁγίαν ποίμνην Σου, πάσης στενώσεως.


Διάσωσον, Παραμυθία Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς καταφεύγοντας πίστει τῇ Σῇ Εἰκόνι.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πηγὴ ἀγαθῶν, Εἰκών Σου ἡ ὑπέρτιμος, τῇ Σῇ ἀρωγῇ, Παρθένε ἀναδέδεικται, παραμυθίαν βλύζουσα καὶ ψυχῶν σωτηρίαν καὶ ἔλεος, τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, καὶ αἶνόν Σοι θεῖον ἀναφέρουσιν.


Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἱερὸν παραμύθιον, ὡς παραμυθία πιστῶν καὶ στήριγμα, τῇ παρούσῃ ἔσο μάνδρᾳ Σου, τῇ ἀνακειμένῃ Σοι Πανύμνητε.

Ἡ Εἰκών Σου ἡ πάντιμος, ἐν ᾗ ἡ γλυκεῖα ὁρᾶται ὄψις Σου, μυστικὸν ἁγιαστήριον, ταύτῃ τῇ Μονῇ Σου πέλει Δέσποινα.

Μεγαλύνομεν Ἄχραντε, τὴν περὶ ἡμᾶς Σου πολλὴν προμήθειαν• δαψιλῆ παραμυθίαν γάρ, δίδως Θεοτόκε τοῖς ἱκέταις Σου.

Ἀπὸ πάσης στενώσεως καὶ ἐπαγωγῆς κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Κεχαριτωμένη Μητροπάρθενε.


Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, τῆς ἐν Ῥόδῳ θείας μάνδρας Σου, Σὺ ὑπάρχεις Θεοτόκε ἀληθῶς• διὰ τοῦτο καὶ προστρέχει Σοι ἑκάστοτε.

Ὥσπερ λαμπηδών, τῆς πλουσίας Σου χρηστότητος, ἡ ἁγία Σου Εἰκὼν προσεφαπλοῖ, ἐν τῇ Ῥόδῳ Θεοτόκε τὰς Σὰς χάριτας.

Πλήρου συμπαθῶς, τὰς αἰτήσεις ἡμῶν πάντοτε, ὡς ἡμῶν παραμυθία ἀληθής, καὶ προστάτις Θεοτόκε καὶ ἀντίληψις.

Ἄνωθεν Ἁγνή, συμπαθείας βλέψον ὄμματι, τοὺς προσπίπτοντας Ῥοδίους εὐλαβῶς, καὶ τιμῶντας, Θεοτόκε, τὴν Εἰκόνα Σου.


Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ῥημάτων Σου, τὴν εἰσήγησιν, Κόρη, ἐκπληρώσας τῆς Μονῆς ὁ ἡγέτης, ἐπερχομένη φθορὰ ἀπετράπη• διὸ καὶ νῦν ἀφ᾿ ἡμῶν ἀπομάκρυνον, Παραμυθία, τοῦ δεινοῦ, πολεμήτορος πᾶσαν ἐπίθεσιν.

Θαυμάτων, Παραμυθία τὰ ῥεῖθρα, ἀναβλύζουσα ἡ θεία Εἰκών Σου, τῶν εὐσεβούντων Ῥοδίων τὰς φρένας, πρὸς εὐκαρπίαν ἀρδεύει σωτήριον• διὸ τῇ θείᾳ Σου Μονῇ, Θεοτόκε πιστῶς καταφεύγομεν.

Ἐῤῥύσθη, Βατοπαιδίου ἡ μάνδρα, παραδόξως τῇ φωνῇ Σου Παρθένε, πειρατικῆς ὀλεθρίου ἐφόδου• ἀλλὰ καὶ νῦν πάσης ῥύου κακώσεως, τὴν ἐν τῇ Ῥόδῳ Σου Μονήν, καυχωμένην ἐν πίστει τῇ κλήσει Σου.

Ναῷ Σου, τῷ ἱερῷ Θεοτόκε, προσιόντες οἱ πιστοὶ μετὰ πόθου, παραμυθίαν καὶ ἔλεος θεῖον, καὶ παθημάτων λαμβάνουσιν ἴασιν, καὶ χαριστήριον ᾠδήν, τῇ πολλῇ Σου χρηστότητι ᾄδουσι.


Διάσωσον, Παραμυθία Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς καταφεύγοντας πίστει τῇ Σῇ Εἰκόνι.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.

Καταφυγὴ καὶ θερμὸν παραμύθιον, τὴν θαυμαστήν Σου κατέχοντες πρόνοιαν, Παραμυθίαν καλοῦμέν Σε Δέσποινα, παραμυθοῦσαν ἡμᾶς ἐν ταῖς θλίψεσι• διό Σου τὴν χάριν κηρύττομεν.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39 - 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μῆτερ Ἀειπάρθενε, τοῦ Ποιητοῦ τῶν ἁπάντων, Παναγία Δέσποινα, μέγα παραμύθιον καὶ διάσωσμα, τῶν βροτῶν, Ἄχραντε, κόπασον τὸν σάλον, πειρασμῶν καὶ περιστάσεων, καὶ πάσης θλίψεως, καὶ παραμυθίαν καὶ ἴασιν, χορήγει ταῖς ψυχαῖς ἡμῶν, τῇ σῇ ἀκενώτῳ χρηστότητι• ἐκ γὰρ τῶν πραγμάτων, Ἁγνὴ Παραμυθίαν οἱ πιστοί, Σὲ εὐλαβῶς ὀνομάζομεν, ὕμνους Σοι προσάγοντες.


Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξεπλάγη ἀκούσας, ὁ Ἡγούμενος, Κόρη, φωνῆς τῆς θείας Σου• ἰδὼν δὲ τήν μορφήν Σου, τὴν πλήρη οὖσαν οἴκτου, εὐλαβῶς Σοι ἐβόησε• παραμυθία ἡμῶν, Σὺ εἶ Παρθενομῆτορ.

Γεωργίᾳ ἀΰλῳ, τῆς θερμῆς Σου προνοίας, περὶ τὴν ποίμνην Σου, καρποὺς παραμυθίας, καὶ θείας εὐσπλαγχνίας, ἐκτρυγῶμεν κραυγάζοντες• χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.

Ἐντολῶν πρὸς τὴν τρίβον, τοῦ Σωτῆρος ὁδήγει, ἐπιστασίᾳ Σου, Ἁγνὴ Παραμυθία, Παρθένε Θεοτόκε, τοὺς ἐν πίστει κραυγάζοντας• ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥαντισμῷ θείας δρόσου, τῶν θερμῶν πρεσβειῶν Σου, σβέσον τοὺς ἄνθρακας, παθῶν τῶν ἀκαθάρτων, Ἁγνὴ Παραμυθία, τῶν πιστῶς ἐκβοώντων Σοι• χαῖρε Παρθένε Ἁγνή, Ὑπερευλογημένη.


Ὠδὴ η´. Τὸν Βασιλέα.
Ἀγγέλων δόξα, Παραμυθία Παρθένε, παραμύθησαι ἡμῶν τὰς διανοίας, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν Σου τόκον.

Σκέπη καὶ τεῖχος, καὶ ἀκλυδώνιστος ὅρμος, ἔσο πάντοτε Παραμυθία Κόρη, ταύτης τῆς Μονῆς Σου, τῆς πόθῳ Σε τιμώσης.

Ἴασαι πάντας, Παραμυθία Παρθένε, τοὺς προσπίπτοντας τῇ θείᾳ Σου Εἰκόνι, ἐκ παθῶν καὶ νόσων, σώματος καὶ καρδίας.

Μεγίστην χάριν, ἐκ τῆς ἀχράντου μορφῆς Σου, ἀρυώμεθα Παραμυθία Κόρη, ὅτε τῇ σεπτῇ Σου, προσπίπτομεν Εἰκόνι.


Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Ὁ θρόνος ὁ πυρίπνους, τοῦ πάντων Βασιλέως, τῆς εὐσπλαγχνίας πηγὴ ἡ ἀκένωτος, Παραμυθία Παρθένε, ἡμᾶς διάσῳζε.

Ὑφέρποντα ὑπούλως, κατὰ τῆς Σῆς ποίμνης, τὸν σκολιώτατον δράκοντα σύντριψον, Παραμυθία Παρθένε, ἐκδυσωποῦμέν Σε.

Ὑπέρμαχος καὶ σκέπη, ἔσο τῇ Μονῇ Σου, Παραμυθία Παρθένε καὶ ἔφορος, τῇ ἀφορώσῃ ἀπαύστως, πρὸς τὴν πρεσβείαν Σου.

Ὑμνοῦμέν Σου τὴν χάριν καὶ τὴν προστασίαν, Παραμυθία Παρθένε Πανύμνητε, ὅτι ἡμᾶς περιέπεις καὶ σῴζεις πάντοτε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ἤνοιξας τὸ στόμα Σου τὸ σεπτόν, ἐκ τῆς Σῆς Εἰκόνος, καὶ διέσωσας θαυμαστῶς, Κόρη τὴν Μονήν Σου• ὅθεν τὴν Σὴν Εἰκόνα, Παραμυθίαν ἅπαντες, ὀνομάζομεν.

Ἔκπληκτος ἐγένετο τῆς φωνῆς, ἀκούσας Παρθένε, ἐξ Εἰκόνος Σου τῆς σεπτῆς, τῆς Μονῆς ὁ ἄρχων• ὅθεν Παραμυθία, εἰκότως παρὰ πάντων, Ἁγνὴ ὠνόμασται.

Χάριν ἡμῖν δίδου καὶ ἀρωγήν, ὦ Παραμυθία, ὡς προστάτις ἡμῶν θερμή, καὶ ὁδήγει πάντας, ἡμᾶς πρὸς σωτηρίαν, ὡς ἂν τῷ Θεῷ Λόγῳ, εὐαρεστήσωμεν.

Χαίρει ἡ Μονή Σου ἡ ἱερά, ἡ ἐν Ῥόδῳ οὖσα, τῇ θερμῇ Σου ἐπισκοπῇ, καὶ τὴν Σὴν Εἰκόνα, ὡς στέφος κεκτημένη, Παραμυθία Κόρη, ἀεὶ δοξάζει Σε.

Πάντες οἱ προστρέχοντες εὐλαβῶς, τῇ σεπτῇ Σου μάνδρᾳ, κεκτημένη ὡς θησαυρόν, ὦ Παραμυθία, τὴν θείαν Σου Εἰκόνα, καρποῦνται τὰς αἰτήσεις, τῇ Σῇ χρηστότητι.

Αἴτει ἡμῖν Κόρη τὸν ἱλασμόν, παρὰ τοῦ Υἱοῦ Σου, καὶ καρδίας τὸν φωτισμόν, καὶ παθῶν τὴν λύσιν, Ἁγνὴ Παραμυθία, τοῖς πόθῳ ἀνυμνοῦσι, τὰ μεγαλεῖά Σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ παναγία Εἰκόνι, Παραμυθία Ἁγνή, πάσης περιστάσεως καὶ συμφορῶν καὶ παθῶν, ἀνωτέρους διάσῳζε, τῇ Σῇ προστασίᾳ, καὶ παράσχου ἅπασι παραμυθίαν τὴν Σήν, λύουσα πικρὰν ἀθυμίαν, καὶ χαρὰν βραβεύουσα θείαν, καὶ εἰρήνην, Δέσποινα, οὐράνιον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Παραμυθία τῇ Σῇ Θεοκυῆτορ,
Γεράσιμος ῥύεται θλίψεως πάσης.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης